← 辛普里丘

亚里士多德《物理学》注释

§682.19-684.9

基于稀密之内在虚空说与克苏托斯的宇宙波动说

辛普里丘阐释了亚里士多德在《物理学》216b22中所探讨的论点,即基于稀与密(稀薄化与浓密化)来论证散布于物体内部之虚空的立场。他分析了运动的存在、物体的压缩、毕达哥拉斯派克苏托斯关于宇宙波动的学说,以及德米斯蒂欧斯和亚历山大关于体积变化的解释差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.87

" Εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται ἕως τοῦ οὐκ ἐνδέχεται ἄλλως." Τῶν περὶ τοῦ κενοῦ λεγόντων οἱ μὲν κεχωρισμένον τι καὶ καθ’ αὑτὸ ὂν τὸ κενὸν ἔλεγον ὡς διὰ πάντων τῶν σωμάτων χωρεῖν καὶ κατά τι μὲν ἑαυτοῦ ἔχειν σῶμα κατά τι δὲ οὔ, ὅπερ καὶ κυρίως κενὸν ἔλεγον, ὥσπερ τὸ ἔχον τόπον· οἱ δὲ ἐν τοῖς σώμασι κατὰ μικρὰ πανταχοῦ παρεσπαρμένον. εἰπὼν οὖν πρὸς τὴν προτέραν δόξαν προβάλλεται νῦν τὴν λοιπήν, τῷ1 μὲν ἐκείνῳ τῷ ὅτε ἔλεγεν “οἱ μὲν οὖν οἴονται τὸ κενὸν εἶναι, εἴπερ ἔσται ἡ κατὰ τόπον κίνησις, ἀποκεκριμένον καθ’ αὑτό” τὸν δὲ νῦν ἐπαγαγὼν ἐν τῷ εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι κενόν· οὗτοι γὰρ ἔλεγον, ὅτι εἰ ἔστι μάνωσις καὶ πύκνωσις, ἔστι κενόν. καὶ ἤδη μὲν ἀντείρηκε πρὸς τὸν λόγον. εἷς γὰρ καὶ οὗτος τῶν ἐν ἀρχῇ τιθέντων τὸ κενὸν τεττάρων λόγων ἦν κατὰ ἀλήθειαν λύειν, τῶν μὲν τὸ κεχωρισμένον καὶ καθ’ αὑτὸ κενὸν ἀπὸ τῆς κινήσεως εἰσαγόντων, τῶν δὲ τὸ παρεσπαρμένον ἀπὸ τῆς μανώσεως καὶ πυκνώσεως. νῦν δὲ ἔτι ἀκριβέστερον τήν τε κατασκευὴν ἐκτίθεται τοῦ λόγου καὶ τὴν ἀναίρεσιν ἐπάγει. οὐ μόνον γὰρ τὴν μάνωσιν καὶ πύκνωσιν ἀναιρεῖσθαι ἔλεγον οὗτοι ἀναιρουμένου τοῦ κενοῦ, ἀλλ’ ὅτι εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, εἰ δὲ μὴ ἔστι μάνωσις καὶ πύκνωσις, ὅλως κίνησις οὐκ ἔσται. οὔτε γὰρ ἡ κατὰ τόπον οὔτε ἡ κατὰ αὔξησιν οὔτε ἡ κατ’ ἀλλοίωσιν καὶ γένεσιν· τήν τε γὰρ κατὰ τόπον οὐκ ἄλλως γίνεσθαί φασιν ἢ συστελλομένων καὶ πιλουμένων τῶν σωμάτων καὶ χώραν τοῖς δι’ αὐτῶν κινουμένοις παρεχόντων ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσι, καὶ τὰ αὐξανόμενα δὲ καὶ ἐπεκτεινόμενα κατὰ τὸν ὄγκον πυκνουμένων ἄλλων καὶ συστελλομένων εἰς τὰ ἐν αὐτοῖς κενὰ χώραν εἰς τὴν ἐπίδοσιν λαμβάνειν. ἀλλὰ καὶ τὰ γινόμενα μείζονα ἐξ ἐλαττόνων καὶ χώραν μείζονα καταλαμβάνοντα τῷ πιλεῖσθαι καὶ συστέλλεσθαί τινα γίνεται. πίλησις δὲ οὐκ ἔστι μὴ παρεσπαρμένου κενοῦ τοῖς σώμασιν, ὅλως δὲ μανώσεως μὴ οὔσης μὴ δύνασθαί τι ἐξ ἐλάττονος γίνεσθαι μεῖζον·2 μάνωσιν δὲ κενοῦ χωρὶς μὴ εἶναι διαλαμβάνοντος τὰ σώματα. ἀλλ’ οὐδὲ ἀλλοίωσις γένοιτ’ ἂν χωρὶς τῆς κατὰ τόπον κινήσεως· δεῖ γὰρ κινηθέντα πλησιάσαι ἀλλήλοις τό τε ἀλλοιοῦν καὶ τὸ ἀλλοιούμενον. ἔλεγον οὖν ὡς εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις· εἰ δὲ μὴ εἴη μάνωσις καὶ πύκνωσις, οὐκ ἔστι κίνησις· εἰ δὲ μὴ οὔσης μανώσεως καὶ πυκνώσεως εἴη κίνησις, κυμανεῖ τὸ πᾶν, ὥς φησι Ξοῦθος ὁ Πυθαγορικός, καὶ ὑπερχυθήσεται καὶ ἐπὶ πλέον ἐκταθήσεται, ὡς ἡ θάλασσα διὰ τῶν κυμάτων εἰς τοὺς αἰγιαλοὺς ὑπερχεῖται. τοῦτο οὖν συμβαίνειν τῶν τε τοπικῶς ἐπ’ εὐθείας κινουμένων προωθούντων τὰ παρακείμενα καὶ τῶν αὐξομένων ὁμοίως διὰ τὸ μὴ εἶναι πίλησιν, δι’ ἣν χώρα τοῖς προσιοῦσι γενήσεται (ἐπὶ μόνων γὰρ τῶν κύκλῳ κινουμένων τὴν ἀντιμετάστασιν γίνεσθαι· ἐπὶ τούτων γὰρ μόνων ἐδέχοντο τὴν ἀντιπερίστασιν)· καὶ ὅταν δέ τι τῶν πεπυκνωμένων σωμάτων εἰς μανώτερον μεταβάλλῃ, προωθεῖσθαι πάλιν ἀνάγκη καὶ ὑπερχεῖσθαι· ἡ δὲ ὑπέρχυσις οὐκ ἂν γένοιτο πάλιν μὴ ὄντος κενοῦ τοῦ κεχωρισμένου δηλονότι ἔξω τοῦ παντός, ὥστε εἰς τὸ αὐτὸ πάλιν ἥκει ὁ λόγος· ἀναιρουμένου γὰρ τοῦ κενοῦ ἀναιρεῖται πίλησις, ἧς ἀναιρουμένης εἰσάγεται τὸ κενόν. οὐ γὰρ δὴ εἰς σῶμα κυμανεῖ τὸ πᾶν, ἀλλ’ εἰς κενὸν πάντως· ἔστι δέ τις καὶ ἄλλη πλασματώδης ὑπόθεσις ἐπὶ τῶν γενέσεων. εἴποι γὰρ ἄν τις, ὅτι ὅταν μεταβάλλῃ κυαθιαῖον ὕδωρ εἰς μείζονα ἀέρα, ἄλλος ἀὴρ ὁπουοῦν ἴσος τούτῳ μεταβάλλων εἰς κυαθιαῖον ὕδωρ φυλάττει τὴν ἰσότητα, ἢ καὶ πῦρ ἐνίοτε εἰς ἀέρα μεταβάλλον τὴν ἀναλογίαν τηρεῖ. οὕτω γὰρ οἶμαι κάλλιον ἀκούειν ἢ ὡς ὁ Θεμίστιος ἤκουσεν, ὅτι ἀνάγκη “ἐξ ὕδατος κυαθιαίου κυαθιαῖον ἀέρα γίνεσθαι”. τοῦτο δὲ ἀδύνατον. τάχα δὲ καὶ Ἀλέξανδρος οὕτως ἐξηγεῖται λέγων ἴσων εἰς ἴσα γίνεσθαι τὴν μεταβολήν· εἰ μὴ ἄρα ἀμφότερα ἀμφοτέροις ἴσα λέγει, ἀλλ’ οὐχὶ τῷ ὕδατι τὸν ἀέρα ὡς ὁ Θεμίστιος.3 εἰ οὖν ταῦτα ἄτοπα τό τε μὴ εἶναι κίνησιν καὶ τὸ ὑπερχεῖσθαι τὸ πᾶν καὶ τὸ ἴσας γίνεσθαι τὰς μεταβολάς, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι μεμιγμένον εἶναι. οὕτως γὰρ μόνως ἔσεσθαι πίλησίν τε καὶ μάνωσιν, καὶ μηδὲν ἀκολουθήσειν ἔτι τῶν εἰρημένων ἀτόπων.

“‘另有一些人由于稀和密而认为……’直至‘不可能以其他方式。’” 在论及虚空的人当中,一部分人主张虚空是某种分离的、自在存在的东西,从而贯穿于一切物体之中,并且在自身的某一部分具有物体,而在另一部分则不具有,他们也将此称为严格意义上的虚空,正如〔称〕具有〔物体〕者为场所一样;而另一部分人则主张它以微小的部分散布于物体各处。于是,在反驳了前一种观点之后,[亚里士多德]现在提出了剩余的一种观点:针对他当时说“因此,一方面有些人认为,如果存在依场所的运动,虚空就是自在分离地存在的”时的那个“一方面”,现在他在“另一方面也有一些人由于稀和密而认为显而易见存在虚空”这句话中引出了“另一方面”;因为这些人主张,如果存在稀薄化和浓密化,就存在虚空。而且他此前已经反驳过这一论据;因为这也是起初提出虚空的、依照真理应当予以解决的四个论据之一,其中一部分人依据运动引入了分离的自在虚空,而另一部分人依据稀薄化和浓密化引入了散布的[虚空]。但现在,他更加精确地阐明了该论据的立论结构,并引入了对其的驳斥。因为这些人不仅主张如果否定虚空,就会否定稀薄化和浓密化,而且主张如果没有虚空,就没有稀薄化和浓密化,而如果没有稀薄化和浓密化,就根本不会有运动。因为既不会有依场所的[运动],也不会有依增大的[运动],也不会有依变质和生成的[运动];因为他们说,依场所的[运动]只能通过物体收缩和压缩,并为那些穿过它们运动的物体提供空间而产生,就像为穿过人群行走的人提供空间一样;而那些依体积增大并扩展的[物体],也是通过其他物体浓密化并收缩到其内部的虚空中,从而为增益获得空间的。不仅如此,那些由较小变成较大并占据较大空间的事物,也是通过某些事物被压缩和收缩而产生的。但是,若没有散布在物体中的虚空,就不会有压缩;如果完全没有稀薄化,事物就不可能由较小变成较大;而若没有界隔物体的虚空,就不会有稀薄化。但是,若没有依场所的运动,变质也不会发生;因为促成变质者与承受变质者必须经过运动而相互接近。因此他们主张,如果没有虚空,就没有稀薄化和浓密化;如果不存在稀薄化和浓密化,就没有运动;而如果在不存在稀薄化和浓密化的情况下存在运动,整个宇宙就会如毕达哥拉斯派的克苏托斯所说的那样如波涛般起伏,并且会溢出并进一步扩展,就像大海通过波浪溢向海岸一样。因此,这之所以会发生,是因为沿直线依场所运动的物体推挤相邻的物体,增大着的物体同样如此,因为不存在用以让接近之物获得空间的压缩(因为只有在作圆周运动的物体上才会发生互换位置;因为他们只在这些物体上接受反循环);而每当某种浓密的物体变成较稀薄的物体时,也必然再次向前推挤并溢出;但如果不存在虚空——显然是宇宙之外分离的虚空——溢出就不可能再次发生,从而论据又回到了同一结论;因为当虚空被否定时,压缩就被否定了,而当压缩被否定时,虚空就被引入了。因为整个宇宙绝不会涌入物体之中,而必然是涌入虚空之中;但关于生成,还有另一种虚构的假说。因为有人可能会说,当一勺水变成体积更大的空气时,任何地方的另一团与此相等的空气通过变成一勺水而保持了相等性,或者火有时变成空气而维持了比例。因为我认为这样理解比德米斯蒂欧斯的理解更好,德米斯蒂欧斯理解为必然“由一勺水生成一勺空气”。但这是不可能的。或许亚历山大也是这样解释的,他说变化是由相等之物向相等之物产生的;除非他确实是指两者与两者相等,而不是像德米斯蒂欧斯那样指空气与水[相等]。因此,如果这些情况是荒谬的——即不存在运动、整个宇宙溢出、以及变化变成相等的——那么虚空混合在物体之中就是必然的。因为唯有这样才会存在压缩和稀薄化,而上述荒谬结论就再也不会随之产生了。

语法注3 条
  1. 4.87τῷ μὲν ἐκείνῳ τῷ ὅτε ἔλεγεν ... τὸν δὲ νῦν ἐπαγαγὼν ἐν τῷ

    短语 τῷ μὲν ἐκείνῳ(“针对那个 μέν”)与 τὸν δὲ(“这个 δέ”)分别通过阳性单数冠词(惯例省略阳性名词 σύνδεσμος“连词”)将虚词 μέν 和 δέ 名词化。此处并非破格句法,而是与主语(亚里士多德)一致的主格分词 ἐπαγαγών 支配与格间接宾语 τῷ μὲν ἐκείνῳ(指前文“οἱ μὲν οὖν...”中的 μέν)和宾格直接宾语 τὸν δὲ(指当前“εἰσὶ δέ τινες...”中的 δέ)。

  2. 4.87πίλησις δὲ οὐκ ἔστι μὴ παρεσπαρμένου κενοῦ τοῖς σώμασιν, ὅλως δὲ μανώσεως μὴ οὔσης μὴ δύνασθαί τι ἐξ ἐλάττονος γίνεσθαι μεῖζον

    句法从直陈语气主句(πίλησις δὲ οὐκ ἔστι...)转入间接引语的带宾格的不定式结构(μὴ δύνασθαί τι...)。前文出现的动词 ἔλεγον(“他们主张”)持续支配着不定式 δύνασθαι 及后文的 μὴ εἶναι,表明这仍是对手论证内容的展开。

  3. 4.87εἰ μὴ ἄρα ἀμφότερα ἀμφοτέροις ἴσα λέγει, ἀλλ’ οὐχὶ τῷ ὕδατι τὸν ἀέρα ὡς ὁ Θεμίστιος

    连词 εἰ μὴ ἄρα(“除非确实……”)引出一种保留或例外。短语 ἀμφότερα ἀμφοτέροις(“两者与两者彼此相等”)指的是两组对应的量(水对水,空气对空气)在相互转化中保持平衡,与德米斯蒂欧斯的观点相对,后者是指在单次转变中空气与水自身的直接等量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:682.19-684.9