- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:66.3-68.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过证明角ΕΚΗ是钝角完成了外圆弧小于半圆的月牙形求积,随后反驳了亚历山大的说法,并依据欧德谟的记载阐述了希波克拉底如何利用同心圆与正六角形将月牙形与圆同时化方。
εἰ οὖν ἑκατέρα τῶν ΕΖ ΖΗ ἡμιολία ἐστὶ δυνάμει ἑκάστης τῶν εἰρημένων τριῶν, ὡς δὲ εὐθεῖαι πρὸς τὰς εὐθείας τμήματα πρὸς τὰ τμήματα, τὰ δύο ἄρα τμήματα τοῖς τρισίν ἐστιν ἴσα. “εἰ οὖν ὁ μὲν μηνίσκος τὰ τρία τμήματά ἐστι καὶ τοῦ εὐθυγράμμου τὸ παρὰ τὰ δύο τμήματα, τὸ δὲ εὐθύγραμμον μετὰ τῶν δύο τμημάτων ἐστὶ χωρὶς τῶν τριῶν, ἔστι δὲ τὰ δύο τμήματα τοῖς τρισὶν ἴσα, ἴσος ἂν εἴη ὁ μηνίσκος τῷ εὐθυγράμμῳ.” “Ὅτι δὲ οὗτος ὁ μηνίσκος ἐλάττονα ἡμικυκλίου τὴν ἐκτὸς ἔχει περιφέρειαν, δείκνυσι διὰ τοῦ τὴν ΕΚΗ γωνίαν ἐν τῷ ἐκτὸς οὖσαν τμήματι ἀμβλεῖαν εἶναι.”1 δέδεικται γὰρ ἐν τῷ λα τοῦ τρίτου τῶν Εὐκλείδου Στοιχείων, ὅτι “ἡ ἐν τῷ ἐλάττονι ἡμικυκλίου τμήματι μείζων ὀρθῆς ἐστιν”. “ὅτι δὲ ἀμβλεῖά ἐστιν ἡ ὑπὸ ΕΚΗ γωνία, δείκνυσιν οὕτως· ἐπεὶ ἡ μὲν ἐφ’ ᾗ ΕΖ ἡμιολία ἐστὶ τῶν ἐκ τοῦ κέντρου δυνάμει, ἡ δὲ ἐφ’ ᾗ ΚΒ μείζων τῆς ἐφ’ ᾗ ΒΖ, διότι καὶ γωνία ἡ πρὸς τῷ Ζ μείζων, ὡς δείξω, ἴση δὲ ἡ ΒΚ τῇ ΚΕ, φανερὸν ὅτι κἂν ἡ ἐφ’ ᾗ ΒΚ μείζων ᾖ τῆς ἐφ’ ᾗ ΒΖ ἢ διπλασία μήκει, καὶ ἡ ἐφ’ ᾗ ΚΕ * * * ὥστε τῆς ἐφ’ ᾗ ΚΖ ἄρα μείζων ἢ διπλασία μήκει καὶ δυνάμει διὰ τὴν ὁμοιότητα τῶν τριγώνων τῶν ΒΕΚ ΒΚΖ. ἔστι γὰρ ὡς ἡ ΕΒ πρὸς ΒΚ, οὕτως ἡ ΕΚ πρὸς ΚΖ· ὥστε ἡ ἐφ’ ᾗ ΕΚ μείζων ἐστὶ τῆς ἐφ’ ᾗ ΚΖ ἢ διπλασία δυνάμει· ἡ δὲ ἐφ’ ᾗ ΕΖ ἡμιολία δυνάμει τῆς ἐφ’ ᾗ ΕΚ· ἡ ἄρα ἐφ’ ᾗ ΕΖ μείζων ἐστὶ δυνάμει τῶν ἐφ’ αἷς ΕΚ ΚΖ. εἰ μὲν γὰρ διπλασία ἦν δυνάμει ἡ ΕΚ τῆς ΚΖ, ἡμιολία δὲ ἡ ΖΕ τῆς ΕΚ, ἦν ἂν ἡ ΕΖ ἴση δυνάμει ταῖς ΕΚ ΚΖ ὡς ἐπὶ ἀριθμῶν τῶν ϛ δ β· ἐπειδὴ δὲ μείζων ἢ διπλασία ἐστὶ δυνάμει ἡ ΕΚ τῆς ΚΖ, ὡς ἔχει τὰ δ πρὸς τὸ α, (ἐπειδὴ τὰ ς̄ τῶν ε̄ μείζονά ἐστι) καὶ ἡ ΕΖ τῶν ΕΚ ΚΖ μείζων ἐστὶ δυνάμει· ἀμβλεῖα ἄρα ἐστὶν ἡ πρὸς τῷ Κ γωνία, ἔλαττον ἄρα ἡμικυκλίου τὸ τμῆμα ἐν ᾧ ἐστιν. οὕτως μὲν οὖν ὁ Ἱπποκράτης πάντα μηνίσκον ἐτετραγώνισεν, εἴπερ καὶ τὸν ἡμικυκλίου καὶ τὸν μείζονα ἡμικυκλίου καὶ τὸν ἐλάττονα ἔχοντα τὴν ἐκτὸς περιφέρειαν.” Ἀλλ’ οὐχὶ τὸν ἐπὶ τῆς τοῦ τετραγώνου πλευρᾶς μόνον, ὡς ὁ Ἀλέξανδρος ἱστόρησεν, οὐ μέντοι οὐδὲ τὸν κύκλον ἐπεχείρησε τετραγωνίσαι διὰ τῶν περὶ τὴν τοῦ ἑξαγώνου πλευρὰν μηνίσκων, ὡς καὶ τοῦτο ὁ Ἀλέξανδρός φησιν. “Ἀλλὰ μηνίσκον ἅμα καὶ κύκλον ἐτετραγώνισεν οὕτως· ἔστωσαν περὶ κέντρον ἐφ’ οὗ Κ δύο κύκλοι, ἡ δὲ τοῦ ἐκτὸς διάμετρος ἑξαπλασία δυνάμει τῆς τοῦ ἐντός καὶ ἑξαγώνου ἐγγραφέντος εἰς τὸν ἐντὸς κύκλον τοῦ ἐφ’ οὗ ΑΒΓΔΕΖ αἵ τε ἐφ’ ὧν ΚΑ ΚΒ ΚΓ ἐκ τοῦ κέντρου ἐπιζευχθεῖσαι ἐκβεβλήσθωσαν ἕως τῆς τοῦ ἐκτὸς κύκλου περιφερείας καὶ 〈αἱ〉 ἐφ’ ὧν ΗΘ ΘΙ 〈ΗΙ〉 ἐπεζεύχθωσαν καὶ δῆλον ὅτι καὶ αἱ ΗΘ ΘΙ ἑξαγώνου εἰσὶ πλευραὶ τοῦ εἰς τὸν μείζονα κύκλον ἐγγραφομένου. καὶ περὶ τὴν ἐφ’ ᾗ ΗΙ τμῆμα ὅμοιον τῷ ἀφαιρουμένῳ ὑπὸ τῆς ἐφ’ ᾗ ΗΘ περιγεγράφθω. ἐπεὶ οὖν τὴν μὲν ἐφ’ ᾗ ΗΙ τριπλασίαν ἀνάγκη εἶναι δυνάμει τῆς ἐφ’ ᾗ ΘΗ τοῦ ἑξαγώνου πλευρᾶς (ἡ γὰρ ὑπὸ δύο τοῦ ἑξαγώνου πλευρὰς ὑποτείνουσα μετὰ ἄλλης μιᾶς ὀρθὴν περιέχουσα γωνίαν τὴν ἐν ἡμικυκλίῳ ἴσον δύναται τῇ διαμέτρῳ,2 ἡ δὲ διάμετρος τετραπλάσιον δύναται τῆς τοῦ ἑξαγώνου ἴσης οὔσης τῇ ἐκ τοῦ κέντρου διὰ τὸ τὰ μήκει διπλάσια εἶναι δυνάμει τετραπλάσια), ἡ δὲ ΘΗ ἑξαπλασία τῆς ἐφ’ ᾗ ΑΒ, δῆλον ὅτι τὸ τμῆμα τὸ περὶ τὴν ἐφ’ ᾗ ΗΙ περιγραφὲν ἴσον εἶναι συμβαίνει τοῖς τε ἀπὸ τοῦ ἐκτὸς κύκλου ὑπὸ τῶν ἐφ’ αἷς ΗΘ ΘΙ ἀφαιρουμένοις καὶ τοῖς ἀπὸ τοῦ ἐντὸς ὑπὸ τῶν τοῦ ἑξαγώνου πλευρῶν ἁπασῶν.” τὰ γὰρ ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλά ἐστιν ὡς τὰ ἀπὸ τῶν βάσεων τετράγωνα, διότι καὶ οἱ ὅμοιοι κύκλοι πρὸς ἀλλήλους εἰσὶν ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα.
因此,如果ΕΖ与ΖΗ中的每一条在二次方上都是上述三条[线段]中每一条的一倍半,且直线[之平方]与直线[之平方]之比正如弓形与弓形之比,那么这两个弓形就等于这三个弓形。 “那么,如果月牙形是这三个弓形以及直线图形中除去这两个弓形的部分,而直线图形是连同这两个弓形而除去这三个弓形,且这两个弓形等于这三个弓形,那么月牙形就将等于直线图形。” “至于这个月牙形的外圆弧小于半圆,他通过处于外弓形中的角ΕΚΗ是钝角来证明。”因为在欧几里得《原本》第三卷第三十一定理中已经证明,“在小于半圆的弓形中的[角]大于直角”。 “而角ΕΚΗ是钝角,他如下证明:既然ΕΖ在二次方上是半径的一倍半,而ΚΒ大于ΒΖ(因为正如我将证明的,在Ζ处的角也更大),且ΒΚ等于ΚΕ,显然即使ΒΚ在长度上大于ΒΖ的两倍,ΚΕ也 * * * 从而由于三角形ΒΕΚ与ΒΚΖ的相似,在长度和二次方上也大于ΚΖ的两倍。因为ΕΒ与ΒΚ之比正如ΕΚ与ΚΖ之比;从而ΕΚ在二次方上大于ΚΖ的两倍;而ΕΖ在二次方上是ΕΚ的一倍半;因此ΕΖ在二次方上大于ΕΚ与ΚΖ[两平方之和]。因为如果ΕΚ在二次方上是ΚΖ的两倍,而ΖΕ是ΕΚ的一倍半,那么ΕΖ在二次方上就会等于ΕΚ与ΚΖ,正如在数目6、4、2的情形中那样;但既然ΕΚ在二次方上大于ΚΖ的两倍(如同4对1那样,因为6大于5),所以ΕΖ在二次方上也大于ΕΚ与ΚΖ;因此在Κ处的角是钝角,所以它所在的弓形小于半圆。如此看来,希波克拉底化方了每一种月牙形,既然他化方了外圆弧为半圆的、大于半圆的以及小于半圆的月牙形。”然而他并不只是化方了正方形边上的[月牙形](如亚历山大所记述的),甚至也绝没有企图通过正六边形边上的月牙形来化方圆(尽管亚历山大也这样说)。 “相反,他把月牙形与圆同时如下化方:设围绕圆心Κ有两个圆,外圆的直径在二次方上是内圆[直径]的六倍;在内圆中内接正六边形ΑΒΓΔΕΖ,从圆心连接的ΚΑ、ΚΒ、ΚΓ延长到外圆的圆周,并连接ΗΘ、ΘΙ、ΗΙ;显然ΗΘ与ΘΙ也是内接于较大圆的正六边形的边。围绕ΗΙ外接一个相似于由ΗΘ所切下之弓形的弓形。既然ΗΙ在二次方上必然是六边形边ΘΗ的三倍(因为对向六边形两边、并与另一边一起包含半圆中直角的[线段],其二次方等于直径[的平方];而由于长度上两倍的线在二次方上是四倍,所以直径在二次方上是等于半径的六边形边的四倍),而ΘΗ[在二次方上]是ΑΒ的六倍,显然,围绕ΗΙ外接的弓形恰好等于从外圆由ΗΘ与ΘΙ切下的诸弓形与从内圆由六边形所有边切下的诸弓形的总和。”因为相似的圆弓形彼此之比等于底边上的正方形之比,因为相似的圆彼此之比也等于直径上的正方形之比。
- 1.11διὰ τοῦ τὴν ΕΚΗ γωνίαν ἐν τῷ ἐκτὸς οὖσαν τμήματι ἀμβλεῖαν εἶναι
由介词 διά 支配的中性单数属格冠词 τοῦ 与“宾格加不定式”结构(τὴν ... γωνίαν ... ἀμβλεῖαν εἶναι)构成的冠词化不定式短语,表示方式或理由(“通过角ΕΚΗ是钝角”)。
- 1.11ἡ γὰρ ὑπὸ δύο τοῦ ἑξαγώνου πλευρὰς ὑποτείνουσα μετὰ ἄλλης μιᾶς ὀρθὴν περιέχουσα γωνίαν τὴν ἐν ἡμικυκλίῳ ἴσον δύναται τῇ διαμέτρῳ
分词 ὑποτείνουσα(对向六边形两边的弦)作实体化主语。修饰语 μετὰ ἄλλης μιᾶς ὀρθὴν περιέχουσα γωνίαν τὴν ἐν ἡμικυκλίῳ 意为“与另一边一同包含半圆中的直角”,谓语 ἴσον δύναται τῇ διαμέτρῳ 为几何学专门表达,意为“在二次方上等于直径[的平方]”(应用勾股定理)。
