← 辛普里丘

亚里士多德《物理学》注释

§679.11-680.22

以等速运动反驳原子论与反转虚空假定

辛普里修引用并检讨了亚历山大对原子论的批判(即在虚空中运动将等速,从而排除碰撞与生成),并探讨了作为物理属性的倾角(重量)的本质。随后转向216a21的引文,概述亚里士多德如何颠倒论敌关于虚空为运动所必需的假定,并重申关于场所非分离间隔的先验证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#2

τοῖς δὲ τὸ κενὸν λέγουσιν ἀδύνατον οὕτως αἰτιολογεῖν. “ἐκ δὴ τούτων, φησὶν ὁ Ἀλέξανδρος, ἔνεστι λέγειν πρὸς Ἐπίκουρον, οὐδὲν δὲ ἧττον ἴσως καὶ πρὸς Δημόκριτον καὶ Λεύκιππον καὶ ἁπλῶς τοὺς ἀρχὰς τὰ ἄτομα λέγοντας καὶ τὸ κενόν, ὅτι εἰ μὲν ἀνισοταχῶς ἐν τῷ κενῷ φέρονται αἱ ἄτομοι, τὰς αἰτίας τῆς ἀνισοταχοῦς φορᾶς ὥρα λέγειν αὐτοῖς·1 οὐδὲν γὰρ αὐταῖς τὸ μέγεθος ἢ τὸ βάρος ἢ τὸ σχῆμα πρὸς τὸ τάχος συμβάλλεται. εἰ δὲ ἰσοταχῶς, οὐδέποτε καταλήψεται ἡ ἑτέρα τὴν ἑτέραν, οὐδὲ ἀλληλοτυπήσουσιν ἢ περιπλακήσονται. οὐδὲ γὰρ ἡ τῶν σχημάτων διαφορὰ οἵα τέ ἐστιν ἄνισον αὐτῶν ποιεῖν τὴν φοράν. καὶ γὰρ τὰ σχήματα τῷ διαιρεῖν ἢ τῷ μὴ διαιρεῖν ἄνισον τὴν φορὰν ποιεῖ, ἐν δὲ τῷ κενῷ οὐδέν ἐστι τὸ διαιρούμενον· ὥστε οὐδὲ γένεσις ἔσται τινὸς κατ’ αὐτούς.” μήποτε δὲ τοῦτο τὸ ἄτοπον αὐτοῖς ἀκολουθήσει, εἰ λέγοιεν ἀεὶ κινεῖσθαι τὰς ἀτόμους. εἰ γὰρ καὶ ἠρεμοῦσι καὶ ἰσοταχῶς κινοῦνται, ἐπικαταλαμβάνουσιν ἀλλήλας. εἰ δέ τις ζητεῖ διὰ τί ἀδύνατόν ἐστι τὸ ἰσοταχῶς κινεῖσθαι τὸ βαρύτερον τῷ ἧττον βαρεῖ, ῥᾴδιον λέγειν, ὅτι εἰ μὴ ἡ προσθήκη τοῦ βάρους θάττω ποιεῖ τὴν κίνησιν, οὐδὲ τὴν ἀρχὴν ἡ βαρύτης αἰτία ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως ἐν τῷ κενῷ. ὃ γὰρ προστιθέμενον οὐκ ἐπιτείνει οὐδὲ αὔξει τὴν κίνησιν, τοῦτο οὐδὲ τὴν ἀρχὴν ἂν αἴτιον εἴη κινήσεως. εἰ δὲ μὴ αἱ ῥοπαὶ τοῖς σώμασίν εἰσιν αἴτιαι τῆς κινήσεως τῆς ἐν τῷ κενῷ, οὐδ’ ἂν κινοῖτο τὴν ἀρχὴν ἐν τῷ κενῷ τὰ σώματα. οὐ γὰρ ἄλλη τις αἰτία τῆς κατὰ φύσιν φορᾶς τοῖς σώμασι πλὴν τῆς οἰκείας ῥοπῆς. ἔτι δέ φησιν ὁ Ἀλέξανδρος “εἰ πᾶν σῶμα βάρος ἔχειν τοῖς περὶ Ἐπίκουρον δοκεῖ καὶ διὰ τὸ βάρος κινεῖσθαι τὰ σώματα διὰ τοῦ κενοῦ, ἕπεται δὲ οἷς ἡ βαρύτης αἰτία τῆς κινήσεως τούτοις τὴν μείζω ῥοπὴν ταχυτέρας αἰτίαν γίνεσθαι κινήσεως, οὐχ οἷόν τε δὲ τοῦτο ἐν τῷ κενῷ γίνεσθαι, οὐδ’ ἂν διὰ τὸ βάρος κινοῖτο ἐν αὐτῷ. εἰ δὲ μὴ διὰ τοῦτο, οὐδ’ ἂν ὅλως κινοῖτο”. τούτων ἀκούων τις ἐρεῖ προχείρως οἶμαι, ὅτι εἴπερ ἡ ῥοπὴ τοῖς σώμασιν αἰτία τῆς κινήσεως καὶ ἡ πλείων τοῦ θᾶττον, διὰ τί μὴ κινήσεται τὰ σώματα διὰ τοῦ κενοῦ; κἂν γὰρ ἔχῃ τι καὶ τὸ ῥᾷον ἢ μὴ ῥᾷον διαιρεῖσθαι, τὸ δι’ οὗ γίνεται ἡ κίνησις πρὸς τὸ θᾶττον καὶ βραδύτερον τῆς κινήσεως,2 ἀλλ’ οὐκ ἔστι τοῦτο τῆς ῥοπῆς αἴτιον· ἀλλ’ οὔσης ἐκείνης διαφόρου προστίθησί τι τῇ διαφορᾷ τῆς κατὰ φύσιν ῥοπῆς καὶ τὸ εὐδιαίρετον καὶ μή· ὡς γὰρ αἱ ἄλλαι ποιότητες αἱ ὁμογενεῖς ἐν τοῖς μείζοσίν εἰσι μείζονες, οὕτω καὶ τὴν ῥοπὴν ἀκόλουθον ἔχειν. καὶ ὅλως ἡ ῥοπὴ τῆς διαιρέσεως αἰτία μᾶλλον, ἀλλ’ οὐχ ἡ διαίρεσις τῆς ῥοπῆς, κἂν ὅπου μὲν ἐμποδίζῃ τι τὰ ὑποκείμενα, ὅπου δὲ οὔ.

然而,对于主张虚空的人们来说,按这种方式解释原因是绝不可能的。“因此从这些论证出发,”亚历山大说,“完全可以反驳伊壁鸠鲁,而且或许同样可以反驳德谟克利特和留基伯以及一切断言原子和虚空为本原的人们:如果原子在虚空中以不等的速度被运送,那么现在该由他们来说明不等速运送的原因了;因为对它们而言,大小、重量或形状都对速度毫无助益。但若是等速运送,则一个永远不会赶上另一个,它们既不会相互碰撞,也不会纠缠在一起。因为形状的差异同样无法使它们的运送变得不等。毕竟形状之所以造成运送的不等,是由于分割或不分割,但在虚空中根本没有任何被分割的东西;因此按照他们的学说,任何事物的生成都将不可能。”不过,这一荒谬的后果大概只有在他们声称原子总是处于运动之中时才会伴随他们;因为如果它们既能静止又能以等速运动,它们就会彼此赶上。假若有人探究为什么较重之物不可能与较不重之物以等速运动,那么很容易回答说:如果重量的增加并不使运动变得更快,那么在一开始重量也就根本不是虚空中向下运动的原因。因为凡是添加之后既不增强也不加大运动的东西,在一开始就根本不可能是运动的原因。而如果倾向对于物体而言并非虚空中运动的原因,那么物体在一开始就根本不会在虚空中运动。因为对于物体而言,除了固有的倾角之外,自然运送绝无其他任何原因。此外,亚历山大还说道:“如果在伊壁鸠鲁学派看来一切物体都具有重量,并且物体由于重量而穿过虚空运动,而且对于重量是其运动原因的事物而言必然得出更大的倾角会成为更快运动的原因,但这种情况在虚空中是不可能发生的,那么物体在其中也就不会由于重量而运动;而如果不由于重量,它就根本不会运动。”听闻这些论断的人,我想会当即反问:如果倾角对于物体确实是运动的原因,且更大的倾角是更快的运动的原因,那么为什么物体不会穿过虚空运动呢?因为即使运动在其中发生的媒介较容易分割或不易分割会对运动的较快和较慢产生某种影响,但这并不是倾角的原因;相反,在倾角本有差异的情况下,易于分割或不易分割只是对自然倾角的差异有所增补而已。因为正如同类的其他性质在更大的事物中更大一样,倾角也是如此便是顺理成章的。总之,倾角毋宁是分割的原因,而分割绝不是倾角的原因,哪怕在某些情况下底层的基质有所阻碍,而在某些情况下则不然。

§4.84

"Ὅτι μὲν οὖν εἰ ἔστι κενὸν συμβαίνει τοὐναντίον ἕως τοῦ τοῦτο δὲ ὅτι ἀδύνατον, εἴρηται πρότερον." Οἱ τὸ κενὸν εἰσάγοντες ὡς ἀναγκαῖον εἰσῆγον τῇ κινήσει, ἐπειδὴ διὰ πλήρους ἀδύνατον ἦν κινεῖσθαι, ἵνα μὴ σῶμα διὰ σώματος χωρῇ. διὸ καὶ λόγον ἠρώτων συνημμένον3 λέγοντες ‘εἰ ἔστι κίνησις, ἔστι κενόν’. αὐτὸς δὲ τοὐναντίον ἔδειξε διὰ πλειόνων, ὅτι εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. ὑπομιμνήσκει δὲ καὶ τῆς ἐν τοῖς περὶ τόπου ῥηθείσης ἀποδείξεως τοῦ τὸν τόπον μὴ εἶναί τι διάστημα κενὸν κεχωρισμένον. ἁρμόσει γὰρ καὶ νῦν ὁ λόγος. ἐκεῖνος δέ ἐστιν ὁ συνάγων, ὅτι ὁ τόπος κινηθήσεται, καὶ πολλοὶ τόποι ἅμα ἔσονται· εἰπὼν δὲ οἱ μὲν οὖν οἴονται τὸ κενὸν οὐκ ἀποδέδωκεν εὐθέως τὸ δέ, ἀλλ’ ἀντειπὼν πρὸς τούτους πρότερον, οὕτω περὶ τῶν ἄλλως τιθεμένων τὸ κενὸν προστίθησι λέγων “εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ”.

“因此,如果存在虚空,结果恰恰相反,直至‘而这是不可能的,在先前已经被论述过。’” 引入虚空的人们是作为运动所必需之物而引入虚空的,因为既然不可能穿过充实之物而运动,为了不使物体穿透物体,他们才这么做。因此他们还提出一个假言论证,宣称‘如果存在运动,就存在虚空’。但他自己则通过多项论据证明了相反的结论,即如果存在虚空,就不存在运动。而且他还提醒人们注意在论及场所时所陈述的证明,即场所并不是某种分离的虚空的间隔;因为该论证在当下同样适用。那个论证得出的结论是:场所将会运动,并且同时将存在许多场所。而在说了“有些人认为虚空……”之后,他并没有立即给出对应的“而另一些人”,而是在先反驳了这些人之后,才就以别的方式设定虚空的人们补充说道:“但有些人则凭借稀薄与浓密……”。

语法注3 条
  1. 4.83ὥρα λέγειν αὐτοῖς

    此处省略 ἐστί 的 ὥρα 搭配与格和不定式,构成非人称表达,意为“该由他们来陈述……”或“他们必须说明……”,与格 αὐτοῖς 作不定式 λέγειν 的逻辑主语。

  2. 4.83κἂν γὰρ ἔχῃ τι καὶ τὸ ῥᾷον ἢ μὴ ῥᾷον διαιρεῖσθαι, τὸ δι’ οὗ γίνεται ἡ κίνησις πρὸς τὸ θᾶττον καὶ βραδύτερον τῆς κινήσεως

    使用了 ἔχειν τι πρός τι(对……产生某种影响/有所助益)这一惯用句式。主语是带中性定冠词的不定式短语 τὸ ῥᾷον ἢ μὴ ῥᾷον διαιρεῖσθαι,插入的 τὸ δι’ οὗ γίνεται ἡ κίνησις(运动在其中发生的媒介)作为同位语或逻辑主语,构成语序倒置与离隔。

  3. 4.84λόγον ἠρώτων συνημμένον

    λόγον ἐρωτᾶν 为晚期希腊逻辑学术语,意为“提出论证/推理”,συνημμένον 则专门指代假言(条件连接式,“若……则……”)命题或推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:679.11-680.22