← 辛普里丘

亚里士多德《物理学》注释

§678.8-679.11

物体重量与形状差异以及虚空中等速之荒谬

辛普里丘阐释了亚里士多德在《物理学》216a12中的论证,该论证依据运动物体的重量倾角与形状差异来驳斥虚空,指出在虚空中不同重量和形状的物体将荒谬地以等速运动,并结合亚历山大的异读展开探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#1

" Κατὰ δὲ τὴν τῶν φερομένων ὑπεροχὴν τάδε ἕως τοῦ ἰσοταχῆ ἄρα πάντα ἔσται. ἀλλ’ ἀδύνατον." Δύο ῥηθέντων αἰτίων τῆς ἀνισοταχοῦς κινήσεως ἑνὸς μὲν κατὰ τὴν διαφορὰν ἐκείνων, δι’ ὧν ἡ κίνησις γίνεται, εἰ τὸ μὲν εἴη παχύτερον καὶ στερεμνιώτερον, τὸ δὲ λεπτότερον καὶ εὐεικτότερον, ἢ τὸ μὲν μένον, τὸ δὲ ἀντιφερόμενον, ἑτέρου δὲ κατὰ τὴν αὐτῶν τῶν κινουμένων διαφοράν, πλειόνων δὲ ὄντων καὶ ἐν τούτοις τοῦ ἀνισοταχοῦς αἰτίων (καὶ γὰρ σχήματος καὶ ῥοπῆς ἢ διὰ τὴν σύστασιν ἢ διὰ τὸ μέγεθος διαφόρου οὔσης. καὶ γὰρ χρυσὸς βραχύτερος ξύλου μείζονός ἐστι βαρύτερος καὶ βῶλος ἡ μείζων τῆς βραχυτέρας) τὰ ἄλλα τὰ αὐτὰ φυλάττων, τὴν δὲ ῥοπὴν ἀμείβων ἐν τοῖς ὑποκειμένοις σώμασι δείκνυσι1 καὶ οὕτω τὰ ἑπόμενα ἄτοπα τοῖς διὰ κενοῦ λέγουσι τὴν κίνησιν γίνεσθαι. τῶν γὰρ ἄλλων τῶν αὐτῶν ὄντων τὰ μείζω ῥοπὴν ἔχοντα βάρους ἢ κουφότητος ὁρῶμεν θᾶττον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω φερόμενα. οἷον εἰ δύο σφαῖραι ἡ μὲν χρυσοῦ ἡ δὲ ἀργύρου ἰσομεγέθεις ἀφεθῶσι θᾶττον ἡ χρυσῆ κατενεχθήσεται. ὁμοίως οὖν τοῦτο δεήσει γίνεσθαι καὶ ἐν τῷ κενῷ, εἴπερ διὰ κενοῦ ἡ κίνησις γίνοιτο. ἀλλὰ μὴν ἐν τῷ κενῷ τοῦτο οὐ συμβήσεται. τί γὰρ ἔσται αἴτιον ἐν τούτῳ τοῦ τὸ μὲν θᾶττον φέρεσθαι, τὸ δὲ βραδέως; ἐπὶ μὲν γὰρ τοῦ πλήρους τὸ βαρύτερον θᾶττον διαιρεῖ τὸ ὑποκείμενον, ἐπὶ δὲ τοῦ κενοῦ οὐδεμία τοιαύτη αἰτιολογία χώραν ἕξει· οὐ γάρ ἐστί τι τὸ διαιρούμενον. ἰσοταχῶς ἄρα οἰσθήσεται τὰ κινούμενα, κἂν τῇ ῥοπῇ διάφορα ὑπάρχῃ. ἀλλὰ ἀδύνατον. τὸ γὰρ βαρυτέρῳ εἶναι ἦν τὸ θᾶττον κάτω φέρεσθαι,2 εἴπερ καὶ βαρὺ εἶναι ἦν τὸ φέρεσθαι κάτω· ὁ δὲ Ἀλέξανδρος ἅμα δὲ ἀδύνατον γράφει ἀντὶ τοῦ ἀλλὰ ἀδύνατον καὶ ἐξηγεῖται· ἢ ὅτι ἀδύνατον ἅμα καταφέρεσθαι τὸ κουφότερον καὶ τὸ βαρύτερον, ἢ ὅτι συμβαίνει τὸ βαρύτερον διὰ μὲν τὴν φύσιν αὑτοῦ ἀναγκαῖον εἶναι θᾶττον κινεῖσθαι, διὰ δὲ τὸ κενὸν τὸ μὴ θᾶττον κινεῖσθαι. ταῦτα δὲ ἅμα συντρέχειν ἀδύνατον. τὸ δὲ κατὰ τὸν λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα τὰ φερόμενα λέγει σώματα κατὰ τὸν λόγον ὃν ἔχουσι πρὸς ἄλληλα τῆς ῥοπῆς φέρεσθαι·3 τοσούτῳ γὰρ θᾶττον ἢ βραδύτερον, οἷον ἐὰν διπλασίως ᾖ βαρύτερον, διπλασίως θᾶττον, τουτέστιν ἐν ἡμίσει χρόνῳ, κατενεχθήσεται. Ἀλλ’ οὐδὲ τῆς παρὰ τὸ σχῆμα διαφορᾶς τὴν αἰτίαν οἱ τὸ κενὸν εἰσάγοντες ἀποδώσουσι. ζητεῖται γὰρ διὰ τί πλατὺς μὲν σίδηρος ἢ μόλυβδος ἐπιπολάζει μᾶλλον τῷ ὕδατι, στρογγύλος δὲ οὐκέτι οὐδὲ μακρός, κἂν πάνυ σμικρότερος τύχῃ· καὶ τοῖς μὲν ἄλλοις ῥᾴδιον ὑπάρχει λέγειν, ὅτι τὰ μὲν πλατέα διὰ τὸ πολὺ ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐ γὰρ διαιρεῖται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς τοῦ σχήματος ἀμβλύτητος· τὰ δὲ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει· διὸ τάχιστα ὅπῃ ἂν ῥέψῃ ῥήγνυται τὸ ὑποκείμενον.

“根据被运送之物的优势,有如下所述,直至‘因此所有的东西都将是等速的。但这是不可能的。’” 既然已经陈述了不等速运动的两个原因——其一根据运动在其中发生的那些媒介的差异,如果一方更浓密、更坚固,而另一方更稀薄、更顺从,或者一方静止而另一方反向运送;其二根据运动之物自身的差异——而在这些之中不等速的原因同样有多种(因为形状和倾角,无论是由于构造还是由于大小而产生差异,[都是原因];事实上,更小的一块黄金比更大的一块木头更重,而更大的土块比更小的土块更重),[亚里士多德]在保持其他条件相同、仅改变底层物体中的倾角的情况下,证明了即便如此对于主张运动穿过虚空发生的人们来说也会伴随荒谬的后果。因为在其他条件相同的情况下,我们看到具有更大重量或轻量倾角的东西更快地向下或向上运送。例如,如果两个同样大小的球,一个由金制成,另一个由银制成,被释放,金球将被更快地向下运送。因此,如果运动确实穿过虚空发生,那么在虚空中同样必须发生这种情况。然而在虚空中这绝不会发生。因为在其中究竟有什么原因能使一个被运送得更快,而另一个被运送得更慢呢?因为在充实的媒介中,更重的东西更快地分割底层的基质,但在虚空中,绝没有任何此类因果说明能占有一席之地;因为根本没有任何被分割的东西。因此,即便运动之物在倾角上存在差异,它们也将以等速被运送。但这不可能。因为对于更重之物而言,其存在之本质原本就在于更快地向下运送,如果说对于重之物而言,其存在之本质原本就在于向下运送的话;然而亚历山大写的是“并且同时不可能”,而不是“但不可能”,并解释道:要么是因为较轻之物和较重之物不可能同时下落,要么是因为结果导致,较重之物由于自身的本性必然运动得更快,而由于虚空却并非运动得更快,而这两者是不可能同时并存的。至于“按照大小相互所具有的比”这一词句,是说被运送的物体按照它们在倾角方面相互所具有的比而被运送;因为它们会按此比例更快或更慢地被运送,例如,如果重一倍,它就会快一倍,也就是说在半数时间内被向下运送。 此外,引入虚空的人们同样无法解释因形状而产生的差异的原因。因为人们探究,为什么扁平的铁或铅更容易漂浮在水面上,而圆形或长形的则不再能漂浮,哪怕它碰巧小得多;对于其他人而言,很容易说明扁平之物由于覆盖并包揽了承载它的大量空气或水,因此并不迅速向下运送——因为底层的基质并不容易被其形状的钝性所分割——而其他形状之物仅覆盖很少;因此无论它偏向何方,底层的基质都会极其迅速地被破开。

语法注3 条
  1. 4.83Δύο ῥηθέντων αἰτίων ... δείκνυσι

    该句的句法骨架由开头的双重独立属格结构(Δύο ῥηθέντων αἰτίων... 与 πλειόνων δὲ ὄντων...)构成,随后两个分词 φυλάττων 和 ἀμείβων 作方式状语修饰主动词 δείκνυσι(主语亚里士多德被省略),该动词支配宾语 τὰ ἑπόμενα ἄτοπα。

  2. 4.83τὸ γὰρ βαρυτέρῳ εἶναι ἦν τὸ θᾶττον κάτω φέρεσθαι

    这是亚里士多德哲学中界定本质的典型句式。带与格的冠词性不定式 τὸ βαρυτέρῳ εἶναι(较重之物之所以为较重之物)作主语,未完成过去时 ἦν 表示永恒的定义性真理,带冠词的不定式 τὸ θᾶττον κάτω φέρεσθαι 则作表语补足语。

  3. 4.83τὸ δὲ κατὰ τὸν λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα τὰ φερόμενα λέγει σώματα κατὰ τὸν λόγον ὃν ἔχουσι πρὸς ἄλληλα τῆς ῥοπῆς φέρεσθαι

    句首的 τὸ δὲ κατὰ τὸν λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα 是用中性单数定冠词 τὸ 将亚里士多德的原句名词化的引述成分。动词 λέγει 支配后面的“宾格加不定式”结构(τὰ φερόμενα σώματα ... φέρεσθαι),构成“‘……’这一文句是说被运送的物体……被运送”。τῆς ῥοπῆς 在关系从句中作表示限定或范围的属格(“在倾角方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:678.8-679.11