- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:680.23-682.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》216a26–b12,通过媒介的排开以及水风琴的例证,阐明物体进入虚空将导致间隔重叠于间隔之中的荒谬后果,从而得出与物体穿透物体相同的不可行性。
" — b 12 Καὶ καθ’ αὑτὸ δὲ σκοποῦντι φανείη ἂν ἕως τοῦ ἓν μὲν δὴ τοῦτο ἄτοπον καὶ ἀδύνατον." Πολλὴ τάξις ἐστὶ τῆς διδασκαλίας. καὶ γὰρ πρότερον μὲν τοὺς δοκοῦντας κατασκευάζειν τὸ κενὸν λόγους διέλυσεν, εἶτα ὅτι μὴ ἔστι κινήσεως αἴτιον ἔδειξε καὶ διὰ τοῦτο οὐδὲ ἔστιν ὅλως, εἴπερ διὰ τοῦτο παρείληπτο. καὶ τότε εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. ἐκείνων γὰρ λεγόντων ‘εἰ ἔστι κίνησις, ἔστι κενόν’ αὐτὸς διὰ πολλῶν δείκνυσιν ἐπιχειρημάτων, ὅτι εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. καὶ λοιπὸν ἐντεῦθεν αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα προθεὶς διελέγχει καὶ δείκνυσιν, ὅτι οὐκ ἔστι κενόν, εἰς ἀδύνατον ἄγων πάλιν τὸ σῶμα διὰ σώματος χωρεῖν, εἴπερ εἴη κενόν, ὅπερ ἐκεῖνοι φεύγοντες ὑπετίθεντο τὸ κενόν. ὅταν γὰρ ἄλλο σῶμα ἐν ἄλλῳ σώματι τεθῇ οἷον λίθινος κύβος ἐν ὕδατι ἢ ἀέρι, ἀναγκαῖον ἐκστῆναι τῷ ἐπεισιόντι τὸ προυπάρχον ἢ ἄνω εἰ πῦρ, ἢ κάτω εἰ γῆ, ἢ εἰς τὸ μεταξύ, εἴ τι τῶν μεταξὺ στοιχείων εἴη, καὶ τοσοῦτον ἐκστῆναι, ὅσος ὁ τοῦ τιθεμένου ὄγκος ἐστί. τοῦτο δὲ ἐπ’ ἐνίων μὲν δῆλον εὐθὺς ὡς ἐπὶ τοῦ λιθίνου κύβου τοῦ εἰς τὸ ὕδωρ ἐμβαλλομένου· τοσοῦτος γὰρ ὄγκος ἐκρεύσει τοῦ ὕδατος, ὅσος ἐστὶν ὁ τοῦ κύβου· ἐπ’ ἐνίων δὲ τῇ μὲν αἰσθήσει πρόδηλος οὐκ ἔστιν ἡ ὑποχώρησις, καταλαμβάνεται δὲ ἐκ κατασκευασμάτων τινῶν· ἐν γὰρ ταῖς ὑδραύλεσιν ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, γλῶσσαί τινες σαλπίγγων ἢ αὐλῶν ταῖς ὀπαῖς προστιθέμεναι, δι’ ὧν ἔξεισι τὸ πνεῦμα, διὰ τοῦ ψόφου τὴν ἔξοδον διελέγχουσι τὴν δι’ αὑτῶν τοῦ ἀέρος· εἰ δὲ μηδεμίαν ἔξοδον ἔχει τὸ προεγκείμενον σῶμα, βιάζοιτο δὲ ἕτερον ἐπεμβάλλειν, ἢ πιλεῖται εἰς αὐτὸ τὸ ἐγκείμενον καὶ παχύνεται συστελλόμενον, ὡς καὶ τὸ ἐπεμβαλλόμενον δέξασθαι τὸ ἄγγος τοσοῦτον, ὅσον ἡ πίλησις συνέστειλε τοῦ πρώτου ὄγκου, ἢ διαρραγείη ἂν τὸ ἀγγεῖον μᾶλλον ἤπερ σῶμα ἕτερον δέξαιτο· τούτων οὖν οὕτως ἐναργῶς φαινομένων ἐπὶ τοῦ κενοῦ τί φήσομεν συμβαίνειν, ὅταν ἐν αὐτῷ τι τεθῇ σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ κενοῦ; ἀλλὰ γελοῖον τοῦτο, εἴπερ γελοῖον τὸ ἀδύνατον. τί γὰρ ὂν ὑπεξίσταται; ἀλλὰ μένειν; οὔκουν δίεισι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ·1 ὥστε εἰ μηδὲν παντάπασίν ἐστι τὸ κενόν, ἔχομεν ἡμεῖς τὸ ζητούμενον. εἰ δὲ ἔχει τινὰ φύσιν ἐπὶ τρία διεστώς, πῶς δι’ ἑτέρου τοιούτου διαστήματος δίεισιν; ὁμοίως γὰρ τοῦτο ἄτοπον, ὡς εἰ τὸ ὕδωρ μὴ ἐξιστάμενον διὰ τοῦ λιθίνου κύβου χωροίη. διὰ τί γὰρ ταῦτα μὲν κωλυθήσεται δι’ ἀλλήλων χωρεῖν καὶ ἐν τῷ αὐτῷ γίνεσθαι τόπῳ, τὸ δὲ κενὸν οὔ; ἆρα ὅτι θερμὰ ταῦτα ἢ λευκὰ ἢ βαρέα ἢ ὑπ’ ἄλλων τινῶν παθῶν συμβεβηκότων αὐτοῖς πληρούμενα, τὸ κενὸν δὲ τῶν τοιούτων ἐστέρηται; ἢ τοῦτο ἄτοπον ὑπολαμβάνειν. ἐλέχθη γὰρ καὶ πρότερον, ὅτι τοῖς σώμασι τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, καθ’ ἃ καὶ διερριμμένα τοῖς μορίοις ἐδεήθη τῆς θέσεως. κἂν γὰρ ἀχώριστα τὰ διαστήματα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν,2 ὅπερ πέφυκεν ὁ λόγος χωρίζειν, ἕτερόν ἐστι. καὶ ὁ λίθος οὖν οὐκ ἐπειδὴ λευκὸς ἢ μέλας ἢ βαρύς, τοσόνδε τινὰ κατέχει τόπον, ἀλλ’ ἐπειδὴ τοσοῦτον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ. τούτῳ γὰρ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ τὸ τοῦ τόπου μέγεθος ἕπεται. ὥστε κἂν ὑπόθῃ τὸν λίθινον κύβον ἁπάντων κεχωρισμένον τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ ὄντα τῷ διαστήματι, οὐδὲν ἧττον καθέξει τὴν ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν. τί οὖν διοίσει τὸ τοῦ κύβου διάστημα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; συναγαγὼν δὲ τὸν λόγον ὄψει τὴν ἀνάγκην τῆς ἀποδείξεως.3 εἰ γάρ ἐστι σῶμα ἐν κενῷ, διάστημά ἐστιν ἐν διαστήματι καὶ ὄγκος ἐν ὄγκῳ· κατὰ τοῦτον γάρ ἐστιν ἐν τόπῳ τὸ σῶμα. εἰ δὲ διάστημα ἐν διαστήματι καὶ ὄγκος ἐν ὄγκῳ, ἔσται καὶ σῶμα ἐν σώματι. τὰ γὰρ ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὰ σώματα δι’ ἀλλήλων χωρεῖν. εἰ οὖν ἀδύνατον σῶμα ἐν σώματι εἶναι, ἀδύνατον καὶ σῶμα ἐν κενῷ εἶναι. ἀληθῶς δὲ κενὸν αὐτὸ εἶπεν, ὅτι δειχθήσεται μηδεμίαν χρείαν παρεχόμενον.
“‘而且对于就其自身进行考察的人来说,将会显明……’直至‘这确实是一个荒谬且不可能之事。’” 论述的次序极其严整。因为他先前先是消解了那些看似确立虚空的论证,继而证明了它并非运动的原因,并由此证明了如果它确实是为了运动而被引入的,那么它就根本不存在。而在那时,他将论证倒转为相反的结论。因为在他们宣称“如果存在运动,就存在虚空”时,他自己则通过许多论据证明:如果存在虚空,就不存在运动。接下来,他从此处就该问题本身提出并加以反驳,证明虚空不存在,再次归谬于若存在虚空则会导致物体穿透物体——而这正是他们为了逃避才设定虚空的。因为每当另一个物体被置于另一个物体之中时,例如石制立方体被置于水或空气中,预先存在之物必然要为进入之物退避——若是火则向上,若是土则向下,若是中间元素之一则向中间退避——并且退避的量与被置入之物的体积相等。这在某些事物上是当下显而易见的,比如投进水中的石制立方体;因为流出的水的体积与立方体的体积相等。但在某些事物上,这种退让对感觉而言并不显然,然而通过某些装置可以把握到。例如在水风琴中,当充盈着空气时注进水,安装在气息排出的开孔上的号角或笛子的某些簧片,便通过声响证实了空气穿过它们自身而排出。但如果预先包含在内的物体没有任何出口,而用力将另一物体压入,那么或者被包含之物自身被挤压并因收缩而变密,从而使容器接纳被压入之物的量恰好等于压缩使初始体积收缩的量;或者容器宁可破裂,也不会接纳另一个物体。既然这些情况如此清楚显明,那么在虚空的情况下,当任何物体被置于其中时,我们将说会发生什么呢?难道等体积的虚空会退避吗?但这未免可笑,如果不可能之事确实可笑的话。因为它是作为什么存在而退避呢?难道它是留存着吗?那么岂不是等量的虚空间隔贯穿了立方体吗?因此,如果虚空完全乌有,我们就得到了所探求的结论。但如果它具有某种延展于三个维度的自然本性,它又如何贯穿另一个这样的间隔呢?因为这同样荒谬,正如水在不退避的情况下穿透石制立方体一样。因为为什么这些物体会被阻止相互穿透并处于同一场所,而虚空却不会呢?难道是因为这些物体是热的、白的、重的,或者充满着属于它们的其他某种受动性质,而虚空缺乏这些性质吗?做这种设想是荒谬的。因为先前也曾说过,物体之所以处于场所中,仅仅依据间隔而成立,各部分正是依其间隔而散开并因而需要位置的。因为即使间隔与其余的偶性不可分离,但它们作为间隔本身的存在——这是理性自然能够分离出来的——毕竟是另一回事。因此,石头占据如此大小的场所,并非由于它是白的、黑的或重的,而是因为它的间隔有这么大。虽然它是由于重量被运送到这个场所的,但当它处于场所中时,乃是依据其体积处于场所中。因为立方体所具备的属性中,唯有这一个与场所的大小相呼应。因此,即使你假定石制立方体与所有其他偶性相分离,仅存在于间隔之中,它所占据的等量空间也绝不少于它连同其他受动性质一同占据的空间。那么,立方体的间隔与相等的虚空和场所有何区别呢?而且如果两个这样的东西处于同一处,为什么不能有更多甚至无穷多的东西处于其中呢?将论证加以综合,你就会看到该证明的必然性。因为如果物体处于虚空中,就是间隔处于间隔中,体积处于体积中;因为物体正是依此处于场所中的。而如果间隔处于间隔中、体积处于体积中,就会导致物体处于物体中。因为其余的偶性丝毫不妨碍物体相互穿透。因此,如果物体处于物体中是不可能的,那么物体处于虚空中也是不可能的。而他说它真正是“空的”,乃是因为将被证明它不提供任何用处。
- 4.85οὔκουν δίεισι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ·
此处的 οὔκουν 与直陈式连用,具有反诘语气,引出紧接前文择一问句(ἀλλὰ μένειν;)的必然推论,意为“那么岂不是等量的虚空间隔贯穿了立方体吗?”。
- 4.85ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν
这是 τό εἶναι 与与格短语 αὐτοῖς διαστήμασιν 结合构成的本质定义句式(意为“它们作为间隔本身的存在”或“它们是间隔这件事”),谓词性名词 διαστήμασιν 与代词 αὐτοῖς 在与格上保持一致。
- 4.85συναγαγὼν δὲ τὸν λόγον ὄψει τὴν ἀνάγκην τῆς ἀποδείξεως.
分词 συναγαγών 表示条件或方式(“若综合论证 / 通过推导论证”),修饰主句的将来时动词 ὄψει(“你将看到”)。此处的 συνάγω 指将各论点加以三段论式的综合与演绎。
