- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:677.1-678.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了从介质稀薄度与穿过时间之间的比例关系所导出的荒谬结论(如虚空与充实之物具有比例等),探讨了假定虚空包含可被推开之物体的调和性观点,并从延展的概念出发否定了在虚空中运动的可能性。
ἀλλ’ ὡς τὸ Ε πρὸς τὸ Η, οὕτως ἦν τὸ Δ πρὸς τὸ Ζ· καὶ ὡς ἄρα τὸ Δ πρὸς τὸ Θ, οὕτω τὸ Δ πρὸς τὸ Ζ· τὸ ἄρα Ζ κενὸν πρὸς τὸ Δ πλῆρες λόγον ἔχει, ὃν τὸ Θ πλῆρες πρὸς τὸ Δ πλῆρες.1 καὶ ἐν ἴσῳ χρόνῳ διεξελεύσεται κενόν τι καὶ πλῆρες, ὅπερ ἄτοπον, κἂν ἄνισα ᾖ. ὅτι δὲ πάντα ταῦτα τὰ ἄτοπα ἀκολουθεῖ τῷ λέγειν, ὅτι ἐν χρόνῳ τινὶ ἡ διὰ τοῦ κενοῦ γίνεται κίνησις,2 αὐτὸς ἐδήλωσεν εἰπὼν φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, τοῦτο ἀδύνατον, τουτέστιν ἐὰν ὑποτεθῇ ἐν χρόνῳ κινεῖσθαί τι διὰ τοῦ κενοῦ. Διὰ τί δὲ τῇ διὰ τοῦ κενοῦ λεγούσῃ κινεῖσθαι ὑποθέσει ταῦτα τὰ ἀδύνατα ἕπεται, καλῶς ἐφεξῆς προσέθηκεν. εἰ γὰρ κινήσεως μὲν πρὸς κίνησιν καὶ χρόνου πρὸς χρόνον ἔστι τις λόγος πεπερασμένων ἀμφοῖν, κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστι, δῆλον ὅτι ἄχρονος ἔσται ἡ διὰ τοῦ κενοῦ κίνησις. ἐὰν δὲ ἐν χρόνῳ τις ὑπόθηται τὴν διὰ τοῦ κενοῦ κίνησιν, ἐπειδὴ ὁ χρόνος λόγον ἔχει πρὸς χρόνον, ὡς δὲ οἱ χρόνοι ἐν οἷς ἡ κίνησις οὕτω καὶ τὰ ὑποκείμενα δι’ ὧν ἡ κίνησις, ἔσται καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχον, ὃ πλῆρες πρὸς πλῆρες, καὶ ἐν ἴσῳ χρόνῳ κινηθήσεταί τι διὰ κενοῦ καὶ διὰ πλήρους. ταῦτα μὲν οὖν ἐστι τὰ ἑπόμενα ἄτοπα καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ διαφορᾷ ἐκείνων δι’ ὧν φέρεται τὰ φερόμενα τῇ παρὰ τὴν σύστασιν, ῥᾴδιον δὲ καὶ ἀπὸ τῆς ἑτέρας τῆς κατὰ τὴν ἀντικίνησιν ἀναιρεῖν τὸ κενόν. οὐ γὰρ ἀντικινηθήσεται τὸ κενόν, ὅτι μηδὲ κινήσεται ὅλως. μήποτε δὲ εἴ τις ὑπόθηται μὲν εἶναί τι χωρὶς τὸ κενὸν καὶ διὰ τοῦ κενοῦ λέγῃ γίνεσθαι τὴν κίνησιν (μὴ γὰρ εἶναι διὰ πλήρους), ἔχειν δὲ ἀεί τι σῶμα τὸ κενόν, οὗ ἐξωθουμένου ὑπὸ τοῦ κινουμένου γίνεσθαι διὰ τοῦ κενοῦ τὴν κίνησιν, οὐ περιπεσεῖται3 τῶν ἐπαχθέντων ἀτόπων οὐδὲ τῶν ἐπαχθησομένων οὐδενί. δεδόσθω γάρ, ὅσον μὲν ἐπὶ τῷ κενῷ, ἰσοταχῆ εἶναι τὰ κινούμενα· γίνεται δὲ ἡ διαφορὰ παρὰ τὰ ἐν τῷ κενῷ σώματα, ὧν ἐξωθουμένων ἢ θᾶττον ἢ βραδύτερον, οὕτως ἀνάγκη φέρεσθαι τὰ φερόμενα. εἰ οὖν τὸ μὲν εἴη παχὺ καὶ δυσδιαίρετον ἢ δυσεξώθητον, τὸ δὲ ἀνάπαλιν, ἀνισοταχὴς ἡ κίνησις γίνεται καίτοι διὰ τοῦ κενοῦ πᾶσα γινομένη. γίνεται δὲ ἡ διαφορά, ὡς καὶ αὐτὸς εἶπέ τε καὶ ἐρεῖ, καὶ παρ’ αὐτὰ τὰ κινούμενα, εἰ τὰ μὲν πλείονα ῥοπὴν ἔχοι, τὰ δὲ ἐλάττονα· ὡς γὰρ τῶν ἄλλων δυνάμεων, οὕτω καὶ τῶν κατὰ τὴν ῥοπὴν τὰς διαφορὰς ἔχει τὰ σώματα. καὶ οὕτως οὔτε ἄχρονος ἔσται κίνησις οὔτε τὸ κενὸν λόγον ἔχει πρὸς τὸ πλῆρες. οὔτε γὰρ διὰ μόνου κενοῦ γίνεται ποτε ἡ κίνησις οὔτε διὰ μόνον τὸ εὐδιαίρετον τὸ δι’ οὗ θᾶττον φέρεται τὸ φερόμενον, ἀλλὰ καὶ διὰ τὴν οἰκείαν δύναμιν. ὅτι γὰρ 〈οὐ〉 διὰ κενοῦ διαστήματος ἡ κίνησις, ἐντεῦθεν ἄν τις κατασκευάσειεν, ὡς εἴρηται καὶ ἐν τοῖς περὶ τόπου λόγοις· τὸ κινούμενον πόθεν ποῖ κινεῖται· τὸ οὖν μεταξὺ διάστημα τοῦ τε ὅθεν καὶ τοῦ ὅπου ἡ κίνησις ἢ κενόν ἐστιν ἢ τοῦ μεταξὺ σώματος οἷον ἀέρος διάστημα. ἀλλὰ τὸ τοῦ ἀέρος συνεξίσταται τῷ ἀέρι. πῶς οὖν τὸ μὴ ὂν διάστημα διελεύσεται τὸ κινούμενον; πῶς δὲ τὸ μὴ ὂν μετρηθήσεται;
但是正如Ε对Η那样,Δ对Ζ也是如此;因此正如Δ对Θ那样,Δ对Ζ也是如此;从而虚空的Ζ对充实的Δ所具有的比,等于充实的Θ对充实的Δ所具有的比。并且在相等的时间内,即使[两者]并不相等,它也将穿过某种虚空和充实之物,这是荒谬的。而所有这些荒谬都伴随着主张穿过虚空的运动在某一时间内发生而产生,他本人通过说道“因此显而易见,如果有任何时间在其中它将被运送穿过虚空的任何部分,这是不可能的”表明了这一点,也就是说,如果假定某物在时间中穿过虚空运动[这是不可能的]。至于为什么主张穿过虚空运动的假定会招致这些不可能的后果,他在接下来恰当地补充了理由。因为如果运动对运动、时间对时间,在两者皆有限的情况下存在某种比,而虚空对充实之物则没有比,那么穿过虚空的运动将是没有时间的,这是显而易见的。但如果有人假定穿过虚空的运动是在时间之内的,由于时间对时间具有比,并且运动在其中发生的时间如何,运动所穿过的底层基质也如何,虚空对充实之物也将具有充实之物对充实之物所具有的比,并且在相等时间内某物既会穿过虚空运动,也会穿过充实之物运动。因此,这些就是由于被运送之物所穿过的那些媒介的差异(即因构造而产生的差异)并由于这一原因而伴随产生的荒谬后果;但是从另一项差异,即根据反向运动的差异来取消虚空,同样是容易的。因为虚空绝不会反向运动,因为它根本完全不运动。然而,如果有人假定虚空是某种独立存在的东西,并主张运动是穿过虚空发生的(因为不是穿过充实之物发生的),但虚空始终容纳着某种物体,由于该物体被运动之物推开,穿过虚空的运动才得以发生,那么他或许不会陷入任何已被提出的荒谬,也不会陷入任何将要被提出的荒谬之中。因为姑且承认,就虚空本身而言,运动之物是等速的;但差异是由于虚空之中的诸物体而产生的,由于它们被推开得更快或更慢,被运送之物必然相应地被运送。因此,如果一个物体是浓密且难以分割或难以推开的,而另一个物体则相反,那么运动就会变成不等速的,尽管它完全是在穿过虚空发生。正如他本人曾经说过并且还将说的那样,这种差异也是由运动之物本身造成的,如果有的具有更大的倾向,而有的具有更小的倾向;因为正如其他能力一样,物体在倾向能力方面同样具有差异。这样一来,运动既不会是没有时间的,虚空也不会对充实之物具有比。因为运动既绝不仅穿过纯粹的虚空发生,被运送之物更快地被运送也绝不仅是由于所穿过的媒介易于分割,而是也由于其固有的能力。因为运动〈并不〉是穿过虚空的延展[而发生]的,这一点人们可以从以下方面予以确立,正如在关于场所的论述中也曾说过的那样:运动之物是从某处向某处运动;因此,运动的出发点与到达场所之间的中介延展,要么是虚空,要么是中介物体的延展(例如空气的延展)。但是空气的延展随着空气一起退让离开。那么运动之物如何穿过一个并不存在的延展呢?并不存在的东西又如何被度量呢?
- 4.82ὃν τὸ Θ πλῆρες πρὸς τὸ Δ πλῆρες
关系代词 ὃν 以 λόγον 为先行词,意为“充实的Θ对充实的Δ所具有的[比]”。其后文中的 ὃ πλῆρες πρὸς πλῆρες 同样使用了此类关系从句来表达比例的同一关系。
- 4.82ὅτι γὰρ 〈οὐ〉 διὰ κενοῦ διαστήματος ἡ κίνησις
采纳迪尔斯校勘本添加的 〈οὐ〉。承接前文运动也取决于内在能力之说,此处的 ὅτι 从句作为将要证明的论题,即运动并非穿过虚空的延展而发生。
- 4.82μήποτε δὲ εἴ τις ὑπόθηται... οὐ περιπεσεῖται
μήποτε 在此并非单纯的疑问词,而是引出审慎假设或推想的表达(“难道不会……吗/或许……”),统领主句谓语 οὐ περιπεσεῖται(直陈式将来时),并带有复杂的条件从句(εἴ τις ὑπόθηται... λέγῃ... ἔχειν δὲ ἀεί τι σῶμα τὸ κενόν, οὗ ἐξωθουμένου...)。
