← 辛普里丘

亚里士多德《物理学》注释

§675.27-677.1

介质稀薄比例与虚空中运动之不可能

辛普里丘注解亚里士多德《物理学》215b27关于基于稀薄程度差异的运动时间比例的论述。他介绍并审视了亚历山大的字面解释及其对该论证必然性的质疑,进而提出了自己的见解:亚里士多德旨在推进到邻近虚空的最稀薄介质,以此表明穿过虚空的运动不可能在时间之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.82#1

" Δίεισι δέ, κἂν ᾖ τι λεπτότητι διαφέρον ἕως τοῦ ὥσπερ χρόνος πρὸς χρόνον." “Διὰ τούτων, φησὶν ὁ Ἀλέξανδρος, προστίθησιν, ὅτι κἂν τοσούτῳ τι λεπτότητι διαφέρῃ τοῦ Δ σώματος, ὅσῳ ὁ Ε χρόνος ὑπερέχει τοῦ Η, τὸ Α ἐν τῷ Η χρόνῳ ἴσον ἐκείνου τοῦ σώματος τοῦ λεπτοῦ διελεύσεται, ὅσον τοῦ Δ τοῦ παχυτέρου ἐν τῷ Ε. τίθησι δὲ νῦν λεπτότερον τοῦ Δ σώματος τὸ Ζ, ὅπερ πρότερον κενὸν ἐτίθει· ἂν γὰρ ᾖ τοσοῦτον τὸ Ζ σῶμα λεπτότερον τοῦ Δ, ὅσον ὑπερέχει ὁ Ε χρόνος τοῦ Η, ἀντεστραμμένως τὸ μὲν ὑπερέχον τῇ λεπτότητι σῶμα ἐν τῷ ὑπερεχομένῳ χρόνῳ διελεύσεται, τὸ δὲ ὑπερεχόμενον σῶμα τῇ λεπτότητι ἐν τῷ ὑπερέχοντι χρόνῳ· ἐν μὲν γὰρ τῷ πλείονι τὸ παχύτερον, ἐν δὲ τῷ ἐλάττονι τὸ λεπτότερον”. καὶ ἐξηγήσατο μὲν καλῶς τὸ κατὰ πόδας τῶν εἰρημένων ὁ Ἀλέξανδρος, τίνα δὲ χρείαν τοῖς προκειμένοις ταῦτα παρέχεται οὐκ εἶπεν. οὐ μέντοι οἶμαι οὐδὲ ὡς προσθήκη ταῦτα λέγεται· φησὶ δὲ μηδὲ ἀνάγκην ἔχειν τὸν λόγον τοῦτον· οὐ γὰρ πάντως ἔσται λαβεῖν τι τοσούτῳ τοῦ Δ λεπτότερον, ὅσῳ ὁ Ε χρόνος ὑπερέχει τοῦ Η. δύναται γὰρ μηδὲ τὴν ἀρχὴν εἶναί τι λεπτότερον τοῦ Δ, δύναται δὲ καὶ εἶναι μὲν λεπτότερον αὐτοῦ, μὴ τοσούτῳ δὲ ὅσῳ ὑπερέχει ὁ Ε χρόνος τοῦ Η. “καὶ τὸ ἡγεῖσθαι, φησί, πάντα τὰ προειρημένα οὕτως ὄντα ἰσχυρὰ εἰς τοῦτο συντείνειν, καὶ τούτου χάριν εἰρῆσθαι οὕτως ὄντος σαθροῦ, ὡς οἱ ἐξηγούμενοι λέγουσιν, οὐ παρακολουθούντων ἐστὶ ταῖς δείξεσιν1 οὐδὲ συνορώντων, ὅτι τοῦτο ἐξ ὑποθέσεως πρόσκειται καὶ οὐχ ὡς ἀναγκαῖον. διὸ καὶ οὕτως εἶπε δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον ἐνδεικνύμενος, ὅτι οὐκ ἀνάγκη μὲν εἶναι, ἐὰν δὲ ᾖ, ἡ αὐτὴ ἀναλογία φυλαχθήσεται.” καὶ τὸ μὲν μὴ πάντως εἶναί τι λεπτότερον τοῦ Δ εἰκότως λέγεται. μήποτε δὲ ἀέρα τὸ Δ ὑποθέμενος ὁ Ἀριστοτέλης καὶ τὸ τοῦ Δ μέρος τὸ Θ, τὸ δὲ Ζ κενὸν λαβὼν ἐβουλήθη προαγαγεῖν τὸν λόγον2 ἄχρι τοῦ λεπτοτάτου καὶ προσεχοῦς ὄντος τῷ κενῷ διὰ τὴν λεπτότητα, ἵνα καὶ τὴν ἀναλογίαν ἐπιδείξῃ σαφῶς, καὶ διὰ τῆς κατ’ ὀλίγον τοῦ χρόνου μειώσεως ἔννοιαν παράσχῃ, ὅτι ἡ διὰ τοῦ κενοῦ κίνησις, εἴπερ ἦν, οὐκ ἂν ἦν ἐν χρόνῳ. εἰ γὰρ καὶ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ τὸ λεπτότατον δίεισι, θάττων ὤφειλεν εἶναι ἐκεῖνος ἐν ᾧ τὸ κενόν, δῆλον ὅτι οὐδ’ ἂν χρόνος εἴη. διὸ οἶμαι καὶ τὸ ἐὰν φέρηται ἐπήγαγεν ἐπὶ τοῦ Ζ, διότι εἰ μὲν λεπτὸν εἴη, κινοῖτο ἂν δι’ αὐτοῦ τὸ Α ἐν τῷ Ε χρόνῳ· εἰ δὲ κενόν, οὐδὲ κινεῖται. πρὸς δὲ τούτοις εἰ ὑποτεθῇ ὅλως κινεῖσθαι διὰ κενοῦ ὄντος τοῦ Ζ, τὸ προκείμενον ἄτοπον ἐναργέστερον συνάγεται. ἐν γὰρ θάττονι χρόνῳ κινηθήσεται· ἀλλ’ ἦν ἐν τῷ Η ἡ τοῦ Α διὰ τοῦ Ζ κίνησις κενοῦ ὄντος, ἐν ᾧ καὶ διὰ σώματος ἐδείχθη τοῦ Θ· ὥστε ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν, ὅπερ ἀδύνατον. καὶ τὸ αἴτιον ἐπάγει τοῦ ἀδυνάτου· εἰ γὰρ ἐν χρόνῳ τινὶ κινεῖται ὁτιοῦν διὰ τοῦ κενοῦ, συμβήσεται ἐν ἴσῳ χρόνῳ πλῆρες διεξιέναι τι καὶ κενόν, διότι, ὡς εἴρηται καὶ πρότερον, ὡς τὸ Δ πρὸς τὸ Θ, οὕτω τὸ Ε πρὸς τὸ Η.

“‘即使有某种在稀薄程度上不同的东西,它也会穿过’直至‘正如时间对时间那样。’” “通过这些话,”亚历山大说,“他补充道,即使某种东西在稀薄程度上与物体Δ相差的程度,恰如时间Ε超出Η那样,Α也将在时间Η中穿过那个稀薄物体的[量],等于它在Ε中穿过更浓密的Δ的[量]。他现在把先前设定为虚空的Ζ,设定为比物体Δ更稀薄的东西;因为如果物体Ζ比Δ更稀薄的程度,恰如时间Ε超出Η那样,相反地,它将在较少的时间中穿过在稀薄程度上超出的物体,而在较多的时间中穿过在稀薄程度上不及的物体;因为在较多的[时间]中[穿过]更浓密的,而在较少的[时间]中[穿过]更稀薄的。”亚历山大固然很好地解释了所言之事的字面意思,但他并未说明这些内容对眼前的论题提供了何种用处。然而,我也不认为这些话只是作为补充而说的;他[亚历山大]还说这个论证甚至不具有必然性;因为绝非在任何情况下都能取到某种比Δ稀薄的程度恰如时间Ε超出Η的东西。因为完全可能根本就没有任何比Δ更稀薄的东西存在,也可能虽然有比它更稀薄的东西,但稀薄的程度并未达到时间Ε超出Η那么多。“而且,”他说,“正如注释家们所说的那样,认为先前所有如此强有力的论证都归结于此,并且是为了如此脆弱的事物而说出的,这属于未能跟上证明步伐、也未能洞察到这一点乃是基于假定而附加而非出于必然的人。因此他也这样说:‘无论如何,即使有某种在稀薄程度上不同的东西,它也会穿过’,表明虽然并不必然存在,但如果存在,相同的比例将被保持。”说并非在任何情况下都存在比Δ更稀薄的东西,这固然是合乎情理的。但是,亚里士多德假定Δ为空气,Θ为Δ的部分,并取Ζ为虚空,难道不是想要把论证推进到最稀薄且因稀薄而邻近于虚空的事物,以便既清晰地展示比例,又通过时间的逐渐减少来提供一种观念,即穿过虚空的运动如果确实存在的话,绝不会是在时间之中的吗?因为如果比穿过最稀薄物体的最小时间,穿过虚空的时间还理应更快,那么显而易见它甚至根本不会是时间。因此我认为,他在谈到Ζ时补充了“如果它被运送”,因为如果是稀薄的,Α就会在时间Ε中穿过它运动;但如果是虚空,它甚至根本不会运动。此外,如果假定它真的穿过作为虚空的Ζ运动,眼前的荒谬就更显著地被推导出来了。因为将在更短的时间内运动;但是Α穿过作为虚空的Ζ的运动原本是在Η中,而在这同一时间中它也被表明穿过了物体Θ;因此在相等的时间内它既穿过充实之物又穿过虚空,这是不可能的。而且他补充了不可能的原因:因为如果任何东西在任何时间内穿过虚空运动,就会导致在相等时间内穿过某种充实物与虚空,因为正如之前所说,Δ对Θ如何,Ε对Η也如何。

语法注2 条
  1. 4.82καὶ τὸ ἡγεῖσθαι, φησί, πάντα τὰ προειρημένα οὕτως ὄντα ἰσχυρὰ εἰς τοῦτο συντείνειν, καὶ τούτου χάριν εἰρῆσθαι οὕτως ὄντος σαθροῦ, ὡς οἱ ἐξηγούμενοι λέγουσιν, οὐ παρακολουθούντων ἐστὶ ταῖς δείξεσιν

    句首带冠词的不定词短语 καὶ τὸ ἡγεῖσθαι... 作主语,谓语由系动词 ἐστί 和属格分词短语 οὐ παρακολουθούντων... 构成(表属性/所属的述语属格,意为‘属于未能跟上……的人’)。不定词 ἡγεῖσθαι 带宾格主语 πάντα τὰ προειρημένα... 并统辖两个并列的不定词 συντείνειν 与 εἰρῆσθαι。插入语 ὡς οἱ ἐξηγούμενοι λέγουσιν 指涉前代注释家们的看法。

  2. 4.82μήποτε δὲ ἀέρα τὸ Δ ὑποθέμενος ὁ Ἀριστοτέλης καὶ τὸ τοῦ Δ μέρος τὸ Θ, τὸ δὲ Ζ κενὸν λαβὼν ἐβουλήθη προαγαγεῖν τὸν λόγον

    μήποτε 作副词用,引出审慎的推测或假设(‘难道不是……吗/或许……’)。主语是 ὁ Ἀριστοτέλης,主要动词是 ἐβουλήθη(统辖不定词 προαγαγεῖν)。两个带双重宾格的分词短语(ἀέρα τὸ Δ ὑποθέμενος 即‘假定Δ为空气’,以及 τὸ δὲ Ζ κενὸν λαβών 即‘取Ζ为虚空’)作状语修饰主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:675.27-677.1