- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:674.24-675.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德在215b26推导出的第三个不可能结论(即运动物体在相等时间内将穿过虚空与某种充实介质),辛普利丘介绍了亚历山大的解释,并阐明了自己基于比例相似性而断定其荒谬性的理解。
" Ἀλλ’ ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφ’ οὗ τὸ Η τοῦ Δ τὸ Α δίεισι τὴν τὸ Θ.1" Ἐπὶ ταῖς αὐταῖς ὑποθέσεσι τρίτον ἀδύνατον συνάγει, ὅτι ἐν ἴσῳ χρόνῳ πλῆρές τι διεξελεύσεται καὶ κενὸν τὸ κινούμενον· οἷον τὸ Α ἐν τῷ Η χρόνῳ, ἐν ᾧ διὰ τοῦ Ζ κενοῦ ἐκινεῖτο, καὶ διὰ πλήρους τινὸς κινηθήσεται. εἰ γὰρ ἐν τῷ Ε χρόνῳ διὰ τοῦ Δ παντὸς κεκίνηται, ἐν τῷ Η ἐλάττονι ὄντι τοῦ Ε (ἔλαττον γάρ ἐστιν, εἴπερ ἐν τῷ Η διὰ τοῦ Ζ κενοῦ ἐκινεῖτο τοῦ ἴσου τῷ Δ) μόριόν τι τοῦ Δ κινηθήσεται τὸ Α· ἔστω τοῦτο τὸ Θ. καὶ δῆλον ὅτι συνάγεται διὰ βραχέων μέν, ἐναργῶς δέ, τὸ ἐν τῷ αὐτῷ χρόνῳ τῷ Η τὸ κινούμενον ὅπερ ἐστὶ τὸ Α τό τε Ζ κενὸν διιέναι καὶ τὸ Θ πλῆρες, οὐ μέντοι ἴσα ὄντα τῷ μήκει. “ἀγαγὼν δέ, φησὶν ὁ Ἀλέξανδρος, εἰς τοῦτο τὸν λόγον κατέλιπε τὸ δεῖξαι τὸ ἑπόμενον ἄτοπον. ἦν δὲ τοῦτο τὸ ἴσον ἕξειν λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν τὸ πλῆρες πρὸς τὸ πλῆρες· ὡς γὰρ οἱ χρόνοι πρὸς ἀλλήλους ὁ Η πρὸς τὸν Ε, οὕτως ἕξει καὶ τὸ Θ μόριον τοῦ Δ πρὸς ὅλον τὸ Δ· ἀλλὰ μὴν ὃν ἔχει λόγον ὁ Η χρόνος πρὸς τὸν Ε, τοῦτον εἶχε καὶ τὸ κενὸν τὸ Ζ πρὸς τὸ πλῆρες τὸ Δ· τὰ δὲ πρὸς τὰ αὐτὰ τὸν αὐτὸν λόγον ἔχοντα καὶ πρὸς ἄλληλα τὸν αὐτὸν ἔχει λόγον· καὶ ὃν ἄρα λόγον ἔχει τὸ Θ σῶμα πρὸς τὸ Δ, τοῦτον ἕξει καὶ τὸ κενὸν τὸ Ζ πρὸς τὸ πλῆρες τὸ Δ· ὃν τὸ πλῆρες ἄρα πρὸς τὸ πλῆρες λόγον ἔχει, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες”. ταῦτα μὲν ὁ Ἀλέξανδρός φησι· μήποτε δὲ συνάγεται μὲν καὶ τοῦτο τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἄτοπον, ὁ δὲ Ἀριστοτέλης ὡς ἐναργῶς ἄτοπον καὶ ἀδύνατον συνήγαγε τὸ ἐν ἴσῳ χρόνῳ πλῆρές τι διεξιέναι καὶ κενόν· καὶ λέγει προελθὼν αὐτῇ λέξει “συμβήσεται τοῦτο τὸ ἀδύνατον. ἐν ἴσῳ γὰρ χρόνῳ ληφθήσεται πλῆρες διεξιέναι τι καὶ κενόν”. ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον, ὥσπερ χρόνος πρὸς χρόνον, τοῦτο ἐκεῖνο λέγων, ὅπερ ἔναγχος συνήχθη. διότι γὰρ ὃ μέρος ἐστὶ τὸ Θ μέγεθος τοῦ Δ μεγέθους, τοῦτο2 καὶ ὁ Η χρόνος τοῦ Ε χρόνου, διὰ τοῦτο καὶ ὁ Η χρόνος αὐτός ἐστιν ἐν ᾧ τὸ Α τό τε Ζ κενὸν διέξεισι καὶ τὸ Θ πλῆρες. εἰ δέ τις νομίζοι μηδὲν ἄτοπον συνάγεσθαι, διότι μεῖζόν ἐστι τὸ τοῦ κενοῦ διάστημα τοῦ Ζ τοῦ διαστήματος τοῦ Θ σώματος, ἐπιστησάτω ὅτι καὶ ὁ Ἀριστοτέλης οὐκ ἰσότητα συναγαγεῖν ἠβουλήθη, ἀλλὰ λόγων ὁμοιότητα. ἐπειδὴ γὰρ ἔδειξε πρότερον, ὅτι τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα ἔχει λόγον, ὡς οὐδὲ τὸ οὐδὲν πρὸς τὸν ἀριθμόν, εἰκότως νῦν ὡς ἄτοπον συνήγαγε τὸ ἐν ἴσῳ χρόνῳ διιέναι πλῆρες τι καὶ κενόν.
“‘但在如其上有Η那样的多长时间内,Α将穿过Δ的其上有Θ的[部分]。’”在相同的假定下,他推导出了第三个不可能的结论:即在相等的时间内,运动着的物体将穿过某种充实物与虚空;例如,Α在穿过虚空Ζ运动的时间Η中,也将穿过某种充实物运动。因为如果在时间Ε中[Α]穿过了整个Δ,那么在少于Ε的时间Η中(因为如果它在Η中穿过等于Δ的虚空Ζ运动,[Η]确实更少),Α将穿过Δ的某个部分运动;设此为Θ。显而易见,简要而明晰地推导出的是:运动着的物体即Α,在相同的时间Η中穿过虚空Ζ和充实的[部分]Θ(尽管它们在长度上并不相等)。亚历山大说:“他把论证引到此处之后,便留下了对随之而来的荒谬后果的展示。而这就是:虚空对充实物将具有与充实物对充实物所具有的相等比例。因为诸时间如何相互对待,即Η对Ε,Δ的部分Θ对整个Δ也将具有怎样的比例;然而,时间Η对Ε具有怎样的比例,虚空Ζ对充实的Δ先前也具有这一比例;而对相同事物具有相同比例的事物,相互之间也具有相同的比例;因此,物体Θ对Δ具有怎样的比例,虚空Ζ对充实的Δ也将具有这一比例;所以充实物对充实物具有怎样的比例,虚空对充实物也将具有这一比例。”亚历山大如是说。但或许,尽管他所说的这一荒谬后果也确实被推导了出来,亚里士多德乃是将‘在相等时间内穿过某种充实物与虚空’本身推导为显而易见的荒谬与不可能之事;而且他接着逐字说道:“这一不可能的结论将会发生。因为在相等时间内穿过某种充实物与虚空将被采用。”他说“因为正如时间对时间那样,将有某种物体按比例对待另一物体”,说的正是刚才被推导出的那件事。因为,量度Θ是量度Δ的怎样的部分,时间Η也就是时间Ε的怎样的[部分],正是因此,时间Η本身也就是Α穿过虚空Ζ和充实的[部分]Θ的时间。如果有人因为虚空Ζ的空间间隔大于物体Θ的空间间隔,就认为没有推导出任何荒谬之事,那么请他注意到:亚里士多德也并非想要推导出相等性,而是想要推导出比例的相似性[相同性]。因为既然他此前已经表明,虚空对充实物没有任何比例,正如同零对数字没有任何比例一样,那么他现在把在相等时间内穿过某种充实物与虚空推导为荒谬之事,就是理所当然的了。
- 4.81τὴν τὸ Θ
阴性单数宾格冠词τὴν所限定的名词被省略,通常补充表示延伸或路程的阴性名词(如διάστασιν、ὁδόν或γραμμήν)。其后的中性名称τὸ Θ则作同位语,指示该具体区段。
- 4.81ὃ μέρος ἐστὶ τὸ Θ μέγεθος τοῦ Δ μεγέθους, τοῦτο
此为“ὃ μέρος ... τοῦτο [μέρος]”的相关结构,用于表达比例关系:“量度Θ是量度Δ的怎样的部分,时间Η对时间Ε也就是怎样的[部分]”。系动词ἐστί亦需在后半句“τοῦτο καὶ ὁ Η χρόνος τοῦ Ε χρόνου”中补出。
