- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:673.18-674.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》215b21及下文的注解。辛普里丘阐明,若假定穿过虚空的运动发生在时间中,就会推导出虚空对物体具有比例这一荒谬结论;同时批评了注疏家亚历山大对文本的分段方式,捍卫了连接词γάρ的逻辑连接功能。
" Ἀλλ’ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ ἕως τοῦ καὶ τοῦτον ἕξει τὸν λόγον τὸ πλῆρες πρὸς τὸ κενόν." Διὰ μὲν τοῦ πρώτου ἐπιχειρήματος δείξας ὅτι τὸ κενὸν ἐν οὐδενὶ λόγῳ ἐστὶ πρὸς τὸ πλῆρες, συνήγαγεν ἐκ τούτου, εἰ ἔστι διὰ κενοῦ κίνησις, τὸ περὶ τὴν κίνησιν καὶ τὸν χρόνον συμβαῖνον ἀδύνατον, ὅτι πεπερασμένη κίνησις πρὸς πεπερασμένην καὶ χρόνος πεπερασμένος πρὸς πεπερασμένον ἐν οὐδενὶ λόγῳ ἔσται (τοῦτο γὰρ σημαίνει τὸ “ὥστε οὐδὲ τὴν κίνησιν”)· καὶ ὅτι ἔσται κίνησις μὴ οὖσα ἐν χρόνῳ· νῦν δὲ εἰπὼν ὅτι ἡ τοῦ κενοῦ κίνησις ἐν οὐδενὶ ἔσται λόγῳ οὐδὲ πρὸς τὴν διὰ τοῦ λεπτοτάτου τῷ ἄχρονον εἶναι τὴν διὰ τοῦ κενοῦ,1 τὰ ἑπόμενα τοῖς μὴ οὕτω λέγουσιν ἄτοπα ἐπάγει. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ ἀλλ’ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσηνδὶ φέρεται διὰ τοῦ κενοῦ, παντὸς ὑπερβάλλει λόγου συμπέρασμα τοῦ προτέρου ἐπιχειρήματος ποιησάμενος,2 τοῦ νῦν προκειμένου ἤρξατο ἀπὸ τοῦ ἔστω γὰρ τὸ Ζ κενόν. ἄμεινον δὲ οἶμαι μὴ ὡς ἀρχὴν τοῦτο λέγειν· ἢ πῶς ἔχει λόγον ὁ γὰρ σύνδεσμος; ἀλλὰ διὰ τούτων δείκνυσι τὰ ἑπόμενα τοῖς ἐν χρόνῳ ὑποτιθεμένοις τὴν διὰ τοῦ κενοῦ κίνησιν καὶ λόγον εἶναι λέγουσι τῶν κινήσεων καὶ τῶν χρόνων. ἕπεται δὲ τὸ ἀντίστροφον τὸ λόγον εἶναι τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὅπερ ἔδειξεν ἀδύνατον. ὡς γὰρ τῷ μηδένα λόγον εἶναι τοῦ κενοῦ πρὸς τὸ πλῆρες3 ἀκολουθεῖ τὸ μήτε τῶν κινήσεων εἶναι μήτε τῶν χρόνων, οὕτως τῷ λόγον εἶναι 〈καὶ τῶν κινήσεων καὶ τῶν χρόνων ἀκολουθεῖ τὸ λόγον εἶναι〉 τοῦ κενοῦ πρὸς τὸ πλῆρες. ὑποθέμενος γὰρ ἐν χρόνῳ πεπερασμένῳ γίνεσθαι τὴν διὰ τοῦ κενοῦ κίνησιν καὶ τὴν αὐτὴν ἀναλογίαν ἐν τοῖς χρόνοις τῆς κινήσεως καὶ τοῖς δι’ ὧν γίνεται ἡ κίνησις λαβών, ἐπὶ τούτων συνάγει τὸ ἀδύνατον, ὅτι ἕξει λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν ὁ χρόνος πρὸς χρόνον, ταὐτὸν δὲ εἰπεῖν ὃν ἀριθμὸς πρὸς ἀριθμόν. καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι ἕξει λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν ἔχει τὸ πλῆρες πρὸς τὸ πλῆρες. ἔστω γάρ, φησί, κενὸν τὸ ἐφ’ οὗ Ζ ἴσον κατὰ τὸ μέγεθος τῷ τε Β ὃ ἦν ὕδωρ καὶ τῷ Δ ὃ ἦν ἀήρ. τὸ δὲ Α τὸ κινούμενον εἰ κινεῖται ἔν τινι χρόνῳ διὰ τοῦ Ζ κενοῦ, οἷον φέρε εἰπεῖν τῷ Η, ἔσται δηλονότι ὁ Η χρόνος ἐλάττων τοῦ Ε, ἐν ᾧ τὸ Α διὰ τοῦ Δ ὃ ἦν ἀὴρ ἐκινεῖτο (ἔκειτο γὰρ ἐν τούτῳ διὰ τούτου κινεῖσθαι), ὃν δὴ ἔχει λόγον ὁ χρόνος ὁ Η πρὸς τὸν Ε, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες. ὡς γὰρ τὰ ὑποκείμενα, δι’ ὧν αἱ κινήσεις πρὸς ἄλληλα, οὕτω καὶ αἱ κινήσεις καὶ οἱ χρόνοι τῶν κινήσεων. καὶ ἀνάπαλιν ὡς ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτω καὶ τὸ ὑποκείμενον πρὸς τὸ ὑποκείμενον. ὥστε εἰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον πεπερασμένον λόγος ἐστίν, ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες λόγος. διὸ ἐπήγαγε καὶ τοῦτον ἕξει τὸν λόγον τὸ πλῆρες πρὸς τὸ κενόν. ὥσπερ ἀδύνατον ἐν λόγῳ εἶναι ἀριθμὸν πρὸς τὸ μηδέν, ὡς ἔδειξε πρότερον.
“‘但如果穿过最稀薄者在如此多的[时间内]’至‘充实物对虚空也将具有这一比例’。” 在通过第一个论证表明虚空对充实物不处于任何比例之中后,他由此推导出了在存在穿过虚空的运动的假定下,关于运动与时间所产生的不可能结论:即有限的运动对有限的[运动]、有限的时间对有限的[时间]将不处于任何比例之中(因为这就是“以至于连运动也不[能具有]”所指的意思);并且将存在不在时间之中的运动。然而现在,在指出由于穿过虚空的运动是无时间的,虚空的运动甚至对穿过最稀薄者的运动也将不处于任何比例之中后,他进而推演出了对于不作如是说的人们所伴随的荒谬后果。亚历山大将“但如果穿过最稀薄者在如此多的[时间内]穿过虚空被运送如此多的[距离],便超越一切比例”作为前一个论证的结论,而把当前的主题从“因为设Ζ为虚空”开始。但我认为最好不要将此当作开端;否则连接词γάρ又如何说得通呢?相反,通过这些话,他展示了对于那些假设穿过虚空的运动在时间之中、并主张诸运动与诸时间存在比例的人所伴随的结论。而相反的结论随之而来,即虚空对充实物存在比例,而这正是他此前表明为不可能的。因为,正如虚空对充实物没有任何比例伴随着诸运动与诸时间都不存在[比例],同样地,诸运动与诸时间存在比例,〈伴随着虚空〉对充实物〈存在比例〉。因为在假定穿过虚空的运动发生在有限时间中、并且在运动的诸时间与运动发生于其中的诸媒介中采纳相同比例关系之后,他在这些基础上推导出了不可能的结论:即虚空对充实物将具有时间对时间的比例,换言之即数字对数字的比例。不仅如此,而且虚空对充实物将具有充实物对充实物所具有的比例。他说:“因为设其上带有Ζ的虚空,在量度上等于作为水的Β和作为空气的Δ。”如果运动的物体Α在某个时间内穿过虚空Ζ运动,比方说在时间Η中,那么显然时间Η将少于Ε,即Α穿过作为空气的Δ运动的时间(因为曾设定它穿过此[媒介]在此[时间]中运动);而时间Η对Ε确实具有怎样的比例,虚空对充实物也将具有这一比例。因为运动发生于其中的基础媒介相对于彼此如何,诸运动及诸运动的时间亦是如此。反过来,时间相对于时间如何,基础媒介相对于基础媒介亦如何。因此,如果任何有限时间对任何有限时间都存在比例,那么虚空对充实物也将存在比例。为此他接着说:“充实物对虚空也将具有这一比例。”正如同他此前所证明的,数字对零处于比例之中是不可能的一样。
- 4.80τῷ ἄχρονον εἶναι τὴν διὰ τοῦ κενοῦ
带冠词不定式从句 τῷ ἄχρονον εἶναι... 用作表原因的与格,指明主句谓语短语 ἐν οὐδενὶ ἔσται λόγῳ 的理由。宾格短语 τὴν διὰ τοῦ κενοῦ [κίνησιν] 充当不定式 εἶναι 的逻辑主语,ἄχρονον 为其表语。
- 4.80συμπέρασμα τοῦ προτέρου ἐπιχειρήματος ποιησάμενος
分词 ποιησάμενος 支配双重宾格结构,将前述引文(τὸ ἀλλ’ εἰ... ὑπερβάλλει λόγου)作为直接宾语,并将 συμπέρασμα 作为其宾语补足语,意为“将[该句]作为前一论证的结论”。
- 4.80τῷ λόγον εἶναι 〈καὶ τῶν κινήσεων καὶ τῶν χρόνων ἀκολουθεῖ τὸ λόγον εἶναι〉 τοῦ κενοῦ πρὸς τὸ πλῆρες
包含编者补文〈...〉的并列对比结构。本句严格对应前句 ὡς γὰρ τῷ μηδένα λόγον εἶναι... ἀκολουθεῖ τὸ...,动词 ἀκολουθεῖ 支配与格短语 τῷ λόγον εἶναι...,并以带冠词的不定式短语 τὸ λόγον εἶναι τοῦ κενοῦ... 作为其语法主语。
