← 辛普里丘

亚里士多德《物理学》注释

§672.20-673.17

虚空与物体的无可比性及无时间运动的荒谬

辛普里丘论证了正如零对数字无比例且点对线无比例一样,虚空对物体也不可能有比例;他借助字母变量表述了介质密度与运动速度及时间的反比关系,并阐释了通过虚空的运动将导致无时间运动这一荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.79#2

ἐὰν τοῦ δ ἀριθμοῦ τὴν ὑπεροχὴν τὴν πρὸς τὸ μηδὲν λάβωμεν, δῆλον ὅτι ὁ δ αὐτός ἐστι. σύγκειται ἄρα ὁ δ ἐκ τοῦ δ καὶ τοῦ μηδενός. ἄτοπον δὲ μέρος τοῦ δ ἀριθμοῦ λέγειν τὸ μηδὲν καὶ συγκεῖσθαι αὐτὸν ἐκ τοῦ μηδενός. διὰ τοῦτο δέ, φησί, μηδὲ τὴν γραμμὴν στιγμῆς ὑπερέχειν,1 ὅτι μὴ σύγκειται ἐκ στιγμῆς μηδὲ ἔστι μέρος αὐτῆς ἡ στιγμή. δεῖ γὰρ ἐν τῷ ὑπερέχοντι ὡς μέρος εἶναι τὸ ὑπερεχόμενον, ἀλλὰ μὴ τὸ ὑπερέχον μόνην εἶναι τὴν ὑπεροχήν. ὡς οὖν οὐχ ὑπερέχει τοῦ μηδενὸς ὁ ἀριθμὸς οὐδὲ λόγον ἔχει πρὸς αὐτό, οὕτως οὐδὲ τὸ σῶμα πρὸς τὸ κενόν, ἵνα μὴ συγκείμενον ᾖ τὸ σῶμα ἐκ σώματος καὶ κενοῦ, ὥστε οὐδὲ αἱ κινήσεις αἱ διὰ τούτων οὐδὲ οἱ χρόνοι ἐν οἷς αἱ κινήσεις ἐν οὐδενὶ ἔσονται λόγῳ. οὐδὲ γὰρ ἐν χρόνῳ ὅλως ἡ διὰ τοῦ κενοῦ γίνεται κίνησις, κατὰ δὲ τὸ εἰωθὸς αὑτῷ διὰ τὸ ἀκριβὲς ἐπὶ στοιχείων ποιούμενος τὴν ἔκθεσιν τίθησιν τὸ μὲν κινούμενον διὰ τῶν διαφόρων σωμάτων βάρος τὸ Α, δι’ ὧν δὲ κινεῖται τὸ μὲν πυκνότερον Β, τὸ δὲ λεπτότερον Δ, χρόνον δέ, ἐν ᾧ τὸ Α διὰ τοῦ Β ὡρισμένον τι μέγεθος κεκίνηται, τὸ Γ. διὰ δὴ τοῦ Δ, ὃ λεπτότερον ἐστι τοῦ Β, τὸ Α κινηθήσεσθαί φησι τὸ ἴσον διάστημα, ὅσον διὰ τοῦ Β ἐκινήθη ἐν ἐλάττονι δηλονότι χρόνῳ, καὶ τοσούτῳ ἐλάττονι, ὅσῳ ἦν παχύτερον τὸ Β τὸ ἐμποδίζον αὐτοῦ μᾶλλον τὴν κίνησιν τοῦ Δ τοῦ λεπτοτέρου καὶ ἧττον ἐμποδίζοντος. σαφεστέραν δὲ τὴν ἀναλογίαν ποιῆσαι βουλόμενος ὀνομάζει τὰ σώματα, δι’ ὧν τὸ Α ἐκινεῖτο, καὶ τίθησιν ἐπὶ μὲν τοῦ Β ὅπερ ἦν τὸ παχύτερον ὕδωρ, ἐπὶ δὲ τοῦ Δ ὃ ἦν λεπτότερον ἀέρα. καὶ λέγει ὅτι ὅσῳ ἀὴρ λεπτότερος ὕδατος καὶ ἀσωματώτερός ἐστι, τουτέστιν ἧττον ἐμποδιστικός, τοσούτῳ θᾶττον διὰ τούτου κινηθήσεται τὸ Α ἢ τοῦ ὕδατος. διὰ τούτων οὖν τὸ πρῶτον συνήγαγεν ἀδύνατον, ὅτι ἔσται κίνησις ἄχρονος. εἰ γὰρ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα λόγον ἔχει, ὡς δὲ τὸ κενὸν πρὸς τὸ πλῆρες δι’ ὧν ἡ κίνησις, οὕτως ἡ κίνησις πρὸς τὴν κίνησιν, καὶ οἱ χρόνοι τῶν κινήσεων μετρητικοί,2 δῆλον ὅτι καὶ ὁ χρόνος πρὸς τὸν χρόνον ὡς τὸ οὐδὲν πρὸς ἀριθμὸν ἔσται· οὐδὲ χρόνος ἄρα ἔσται· πᾶς γὰρ χρόνος πεπερασμένος πρὸς πάντα πεπερασμένον χρόνον ἐν λόγῳ τινί ἐστιν, ἐπειδὴ καὶ πᾶς ἀριθμὸς πρὸς πάντα, ὥστε ἔσται τις κίνησις ἡ διὰ τοῦ κενοῦ μὴ ἐν χρόνῳ οὖσα, ἢ εἰ ἐν χρόνῳ αὕτη, ἔσται τις κίνησις πρὸς κίνησιν καὶ χρόνος πρὸς χρόνον πεπερασμένα ἐν μηδενὶ λόγῳ ὄντα, ὅπερ ἀδύνατον. καί μοι δοκεῖ τοῦτο μᾶλλον τὸ ἀδύνατον συνάγειν ὁ Ἀριστοτέλης ἐν τῷ πέρατι τῆσδε τῆς λέξεως, δι’ ὧν φησιν ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν· ὅτι δὲ σὺν τῇ κινήσει καὶ τὸν χρόνον παραλαμβάνει, δῆλον καὶ ἐκ τῶν ἑξῆς ῥηθησομένων γενήσεται.

如果我们取数字4对零的超出差额,显然它就是4本身。因此数字4是由4和零组成的。但是说零是数字4的部分以及4是由零组成的,是荒谬的。他说,正因如此,线也不超越点,因为线不是由点组成的,点也不是线的部分。因为被超越者必须作为部分存在于超越者之中,而超越者绝不能仅仅是超出差额本身。因此,正如数字并不超越零也不对它具有比例,物体对虚空也是如此,以免物体由物体和虚空组成;从而通过它们的运动以及运动在其中发生的诸时间也不会处于任何比例之中。因为穿过虚空的运动根本不在时间中发生。 然而,依其惯例,为了精确起见,他借助字母符号进行设题表述,设定穿过不同物体的运动重量为Α;在它所穿过的媒介中,较稠密者为Β,较稀薄者为Δ;而Α穿过Β运动了某一确定量度的时间为Γ。他说,穿过比Β更稀薄的Δ,Α将穿过它在Β中所运动的相等距离,显然是在更少的时间内,并且[时间]缩短的程度,恰如更阻碍其运动的更粗重的Β比更稀薄且阻碍更少的Δ更粗重的程度一样大。为了使这一比例更加清晰,他命名了Α所穿过的物体,将更粗重的Β设为水,将更稀薄的Δ设为空气。他说,空气比水稀薄和无形质(即阻碍较少)多少,Α穿过它运动就比穿过水要快多少。 通过这些理由,他便推导出了第一个不可能的结论,即存在无时间的运动。因为,如果虚空对充实物没有任何比例,而正如运动所穿过的虚空对充实物之比,运动对运动也是如此,且各时间是诸运动的量度者,那么显然时间对时间也将如零对数字一样;因此连时间也不会存在了。因为任何有限的时间对任何有限的时间都处于某种比例之中,正如任何数字对任何数字也是如此,所以将会有穿过虚空的某种运动不在时间之中;或者,如果它在时间中,那么同为有限的运动对运动、时间对时间,将不处于任何比例之中,而这是不可能的。在我看来,亚里士多德在这一句段的末尾,通过所言的“同样地虚空对充实物也不可能具有任何比例,以至于连运动也不[能具有]”,毋宁是推导出这个不可能的结论;至于他在引入运动的同时也引入了时间,从下文将要论述的内容中也将变得显而易见。

语法注2 条
  1. 4.79διὰ τοῦτο δέ, φησί, μηδὲ τὴν γραμμὴν στιγμῆς ὑπερέχειν

    此句为由 φησί 引出的带不定式的宾格句(间接引语结构),否定词使用了 μηδέ 而非 οὐδέ。这体现了在间接陈述中依从不定式表达思想判定时的标准否定用法。

  2. 4.79ὡς δὲ τὸ κενὸν πρὸς τὸ πλῆρες δι’ ὧν ἡ κίνησις, οὕτως ἡ κίνησις πρὸς τὴν κίνησιν, καὶ οἱ χρόνοι τῶν κινήσεων μετρητικοί

    这是一个表比例关系的句子,其中省略了动词(如 ἔχει 或 ἐστί),即“正如虚空对充实物具有某种比例,运动对运动也是如此,且诸时间是诸运动的量度者”。μετρητικοί 作为表语形容词,并列表明时间是运动的量度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:672.20-673.17