- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:671.16-672.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘概述了亚里士多德通过归谬法驳斥虚空中运动的四个论证,并详细解释了基于介质密度差与运行时间之比的第一个论证(推导出无时间运动的荒谬性),以及虚空与充实介质之间不存在比例(比照零与数的关系)的证明。
" Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον ἕως τοῦ ὥστε οὐδὲ τὴν κίνησιν." Τὰς πραγματειωδεστάτας νῦν ἀποδείξεις προσάγει τῷ λόγῳ δεικνύς, ὅτι οὐκ ἔσται κίνησις ἐν κενῷ. τεττάρων δὲ ὄντων τῶν κατὰ ταύτην τὴν μέθοδον ἐπιχειρημάτων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς περαινομένων, τὸ μὲν πρῶτον συνάγει ὅτι ἔσται κίνησις ἄχρονος, τὸ δεύτερον ὅτι τὸ κενὸν λόγον ἕξει πρὸς τὸ πλῆρες, τὸ τρίτον ὅτι οὐ μόνον λόγον ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, ἀλλὰ καὶ ὃν πλῆρες πρὸς πλῆρες,1 τὸ τέταρτον ὅτι ἐν τῷ αὐτῷ χρόνῳ τό τε κενὸν καὶ τὸ πλῆρες διελεύσεται τὸ κινούμενον· προσλαμβάνει δὲ τὰς αἰτίας τῆς ἀνισοταχοῦς κινήσεως δύο οὔσας· ὁμοειδῶν γὰρ ὄντων τῶν κινουμένων (οἷον ἀμφοῖν ἐπὶ τὸ κάτω πεφυκότων κινεῖσθαι ἢ ἀμφοῖν ἐπὶ τὸ ἄνω) καὶ σχῆμα τὸ αὐτὸ ἐχόντων ἡ ἀνισοταχὴς κίνησις γίνεται ἢ τῷ διαφέρειν τὸ δι’ οὗ οἷον διὰ γῆς ἢ βορβόρου ἢ δι’ ὕδατος ἢ δι’ ἀέρος, καὶ εἰ τὸ μὲν διὰ μένοντος, τὸ δὲ δι’ ἀντικινουμένου καὶ ἀνακρούοντος κινοῖτο. ἢ οὖν παρὰ τοῦτο τὸ μὲν θᾶττον κινεῖται τὸ αὐτὸ διάστημα τὸ δὲ βραδύτερον, ἢ παρ’ αὐτὰ τὰ κινούμενα ῥοπὴν μὲν ἔχοντα κατὰ φύσιν τὴν αὐτὴν (οἷον ἀνώφορα ὄντα ἢ κατώφορα) καὶ σχῆμα τὸ αὐτό, ὑπεροχὴν δὲ ἔχοντα πρὸς ἄλληλα τοῦ βάρους, εἴπερ βαρέα εἴη ἄμφω, ἢ τῆς κουφότητος, εἴπερ κοῦφα. καὶ γὰρ ἂν πάντα τὰ αὐτὰ ὑπάρχῃ, θᾶττον κινηθήσεται τὸ βαρύτερον, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου δι’ ἀέρος ἄμφω κινοῖντο. ἀλλ’ αὕτη μὲν ἡ διαφορὰ μετ’ ὀλίγον λόγου τεύξεται. νῦν δὲ τὸ δι’ οὗ ἡ κίνησις διάφορον ὑποτιθέμενος τὸ μὲν παχυμερέστερον τὸ δὲ λεπτομερέστερον, καὶ παρὰ τοῦτο τὰ ἀνισοταχῆ ὁρῶν, τὰ ἑπόμενα ἄτοπα τοῖς διὰ κενοῦ λέγουσι τὴν κίνησιν ἐπάγει. Ὑποκείσθω γὰρ τὸ αὐτὸ βάρος ἐν ὥρᾳ μιᾷ δι’ ἀέρος εἰ βούλει καὶ τοῦ λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ; εἰ γὰρ ἐν ἡμίσει εἰ τύχοι, ἔσται ὁ ἀὴρ διπλασίως παχύτερος τοῦ κενοῦ. καὶ εἰ ἐν τριτημορίῳ ἢ δεκατημορίῳ ἢ μυριοστῷ, ἔσται ὡς ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ δι’ οὗ πρὸς τὴν σύστασιν. ἀλλὰ μὴν οὐδένα λόγον ἔστιν εὑρεῖν τοῦ πλήρους πρὸς τὸ κενόν· παντὸς γὰρ ὑπερβάλλει τοῦ λαμβανομένου. συμβαίνει ἄρα ἐν μηδενὶ χρόνῳ κινηθῆναι διὰ τοῦ κενοῦ τὸ αὐτὸ βάρος ἴσον διάστημα, οὗ διὰ τοῦ πλήρους ἐκινήθη ἔν τινι χρόνῳ ὡρισμένῳ. ἔσται ἄρα κίνησις ἄχρονος, ὅπερ ἀδύνατον, εἴπερ πᾶσα κίνησις ἐν χρόνῳ γίνεται. ὅτι δὲ οὐδένα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ πλῆρες δείκνυσι διὰ τῆς τοῦ μηδενὸς πρὸς τὸν ἀριθμὸν ὁμοίας σχέσεως. οὐ γὰρ ἔχει τινὰ λόγον πρὸς ἀριθμὸν τὸ μηδέν, ᾧ ὑπερέχεται ὑπ’ αὐτοῦ·2 οὐδὲ ὑπερέχειν ἂν λέγοιτο τοῦ μηδενὸς ὁ ἀριθμός. δείκνυσι δὲ καὶ τοῦτο λαβών τινα ἀλλήλων ὑπερέχειν ἅμα καὶ κανόνα τινὰ τῶν ὑπερεχόντων παραδιδούς. ἐπειδὴ γὰρ πᾶν τὸ ὑπερέχον τινὸς διαιρεῖται εἴς τε τὸ ὑπερεχόμενον καὶ τὴν ὑπεροχήν, καὶ σύγκειται δηλονότι ἐκ τούτων· εἰς ἃ γὰρ διαιρεῖταί τι, ἐκ τούτων καὶ σύγκειται.3
“再者,所言之事从以下诸点也是明显的……以至于连运动也不[存在]”为止。 他现在向论证中引入了最系统严密的证明,表明在虚空中将不会有运动。而在依循这种方法、通过归谬法得以完成的四个论证中,第一个论证推导出将存在无时间的运动,第二个论证推导出虚空对充实物将具有比例,第三个论证推导出虚空不仅对充实物具有比例,而且还具有充实物对充实物所具有的比例,第四个论证推导出运动之物将在同一时间内既穿过虚空又穿过充实物。此外,他还补充假定了不等速运动的两个原因。因为当运动之物属于同类(例如两者都本性上适于向下运动,或者两者都适于向上运动)且具有相同形状时,不等速的运动要么由于所穿过之物的不同而产生——例如穿过泥土或淤泥,或者穿过水或空气,又如若一者穿过静止之物,另一者穿过反向运动且相迎冲击之物;因此,要么因这缘故一者在相同距离上运动得较快而另一者较慢,要么因运动之物本身而产生——它们依本性具有相同的倾向(例如属于向上者或属于向下者)并具有相同的形状,但若两者皆为重物则在重量上、若两者皆为轻物则在轻度上彼此具有优越[之差额]。因为在一切其他条件都相同的情况下,较重者将运动得较快,例如若金球与银球两者皆穿过空气运动。但是,这种差异稍后将得到探讨。现在,他假定运动所穿过之媒介是不同的,一者成分较粗,另一者成分较细,并看到因这缘故产生的不等速,便推导出那些声称运动通过虚空的人所面临的一连串荒谬后果。 因为,假定同一重量在一小时内穿过空气——如果你愿意,哪怕是最稀薄的空气——运动了一斯塔德的距离。那么,穿过虚空,它将在多少时间内运动完这一斯塔德呢?因为若是例如在半小时内,空气就将比虚空致密一倍。而若是在三分之一、十分之一或万分之一[的时间]内,那么时间对时间之比,就将如所穿过的媒介对其构成[密度]之比。然而,绝不可能找到充实物对虚空的任何比例;因为充实物超越了所能设取的任何比例。因此结果是,同一重量在没有任何时间中穿过虚空运动了相同的距离,而穿过充实物它曾在一个确定的时间内运动了这一距离。所以将存在无时间的运动,而这是不可能的,若是一切运动都在时间中发生的话。至于虚空对充实物没有任何比例,他是通过零对数字的类似关系来表明的。因为零对数字不具有任何它借以被其超越的比例;数字也不能被说成是超越了零。他在设定某些事物彼此超越的同时,传授了关于超越事物的一条准则,从而也证明了这一点。因为既然凡超越某物者,都被划分为被超越者与超越的差额,显而易见它也是由这些组成的;因为一物被划分为何物,它也就是由何物组成的。
- 4.79ἀλλὰ καὶ ὃν πλῆρες πρὸς πλῆρες
底本中的 δν 显然是关系代词阳性单数宾格 ὃν 的排印讹误。在上下文中其先行词为 λόγον,意为“虚空不仅对充实物具有比例,而且还具有充实物对[另一]充实物所具有的那种[比例]”。
- 4.79οὐ γὰρ ἔχει τινὰ λόγον πρὸς ἀριθμὸν τὸ μηδέν, ᾧ ὑπερέχεται ὑπ’ αὐτοῦ
关系代词与格 ᾧ 在被动动词 ὑπερέχεται 下作手段或差额度量(measure of difference)的与格,意为“借以被它(数字)所超越的[比例]”,与后文关于“超越之差额”(ὑπεροχή)的定义相呼应。
- 4.79εἰς ἃ γὰρ διαιρεῖταί τι, ἐκ τούτων καὶ σύγκειται
关系从句 εἰς ἃ ... διαιρεῖταί τι(“一物被划分为诸物”)前置,作为主句指示代词短语 ἐκ τούτων(“由这些”)所指代的内容。结构紧凑地表达了一条普遍命题:“一物被划分为哪些部分,它也就是由哪些部分构成的”。
