- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:670.4-671.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》215a19–215a22的注解。辛普里丘论证了由于虚空无差异,物体依本性的静止无法成立,运动要么走向无限要么永久静止;并批判了因退让性而将虚空视作运动原因的观点,同时引证了亚历山大针对斯多亚派宇宙外无限虚空说的反驳。
" Ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν, διὰ τί κινηθὲν στήσεται ἕως τοῦ ἐὰν μή τι ἐμποδίσῃ κρεῖττον." Δείξας πρότερον ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστι κίνησις οὔτε ἡ κατὰ φύσιν οὔτε ἡ παρὰ φύσιν, νῦν οἶμαι δείκνυσιν, ὅτι κενοῦ ὄντος οὐ μόνον κίνησις ἀναιρεῖται, ἀλλὰ καὶ μονὴ ἡ κατὰ φύσιν. αἱ μὲν γὰρ κατὰ φύσιν μοναὶ ἐν τοῖς οἰκείοις τόποις τῶν σωμάτων γίνονται διαφόροις οὖσι, τὸ δὲ κενὸν ἀδιάφορον. τί οὖν μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα κινηθὲν στήσεται, ἐφ’ ὃ καὶ δι’ ὃ ἡ κίνησις τοῖς σώμασιν;1 ὥστε εἰ μηδεμία διαφορὰ ἐν τῷ κενῷ, κἂν ὑπόθηταί τις κινούμενα ἐν αὐτῷ τὰ σώματα, εἰς ἄπειρον ἀνάγκη κινεῖσθαι, ἐὰν μή τι ἰσχυρότερον ἐμποδίσῃ. κἂν ἠρεμεῖν λέγοιτο, ἀεὶ ἠρεμήσει· εἰ γὰρ ἐν τῷδε τῷ μέρει τοῦ κενοῦ ἠρεμεῖν πέφυκε, δῆλον ὅτι ὁμοίως ἐν πᾶσιν. ὥστε δεδειγμένον ἂν εἴη, ὅτι οὔτε ἵστασθαι κατὰ φύσιν δυνατὸν κενοῦ ὄντος. καὶ γὰρ τὸ ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι ὡς ἀκόλουθον τῷ μὴ ἑστάναι κατὰ φύσιν ἐπῆκται. εἰ δὲ οἱ ἐξηγηταὶ καὶ τοῦτο ἐπιχείρημα λέγουσιν, ὅτι οὐκ ἔσται κίνησις κατὰ φύσιν ἐν τῷ κενῷ, διότι τὰ κατὰ φύσιν κινούμενα ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον, οὐκ ἔστι δὲ οἰκεῖος τόπος ἐν τῷ κενῷ διὰ τὸ ἀδιάφορον, ἄμεινον οἶμαι τῆς κινήσεως πρότερον ἀναιρεθείσης νῦν τὴν στάσιν ἀναιρεῖσθαι καὶ τοῦτο τῇ λέξει συμφωνότερόν μοι δοκεῖ οὕτως ἀρχομένῃ τοῦ ἐπιχειρήματος ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στήσεταί που. τί δὲ ἂν εἴη ἐν τῷ κενῷ τοιοῦτον ὡς ἐμποδίζειν κινεῖσθαι κρεῖττον ὄν, παρῆκε ζητεῖν2 ὡς ἐναργὲς ὂν ὅτι μηδέν ἐστι. καὶ γὰρ ἐκεῖνο ἢ κατὰ φύσιν ἑστὼς ἢ παρὰ φύσιν ἐμποδίζοι ἄν. καὶ κατὰ φύσιν μὲν ἀδύνατον, εἰ δὲ καὶ αὐτὸ ἐμποδιζόμενον, ἐπ’ ἄπειρον ἂν προΐοι. ἀλλὰ καὶ εἰ κινούμενόν τις λέγοι βιάζεσθαι τὸ φερόμενον ἑστάναι, εἴρηται ἤδη καὶ περὶ τῆς κατὰ τοῦτο ἀτοπίας.
“再者,没有人能说出,被运动之物为何会停下来……除非有什么更强的东西阻碍它。” 在先前证明了如果存在虚空,就既不存在依本性的运动,也不存在反本性的运动之后,我认为他现在表明,若是存在虚空,不仅运动被取消,而且依本性的静止也被取消。因为依本性的静止发生在物体固有的场所中,而这些场所是互有差异的,虚空则是无差异的。那么,被运动之物凭什么停在这里而不是停在那里——而物体的运动正是朝向此处且为了此处的?因此,如果虚空中没有任何差异,哪怕有人假定物体在其中运动,也必然运动至无限,除非有什么更强的东西阻碍它。即便有人说它处于静止,它也将永远静止;因为如果它在本性上适于在虚空的这部分静止,显然在所有部分也同样如此。因此可以证明,若是存在虚空,依本性停下来也是不可能的。实际上,“或者必然运送至无限”这一语句,正是作为无法依本性停下来的推论而被附加上的。但是,如果注释家们说,这个论证也是为了说明在虚空中不会有依本性的运动,因为依本性运动之物是朝向固有场所被运送的,而在虚空中由于无差异性并不存在固有场所;那么我认为,既然运动先前已被取消,现在被取消的是静止,这样更好,而且这在我看来与论证如此开端的字面更为吻合:“再者,没有人能说出,被运动之物为何会在某处停下来”。至于虚空中究竟会有什么样更强的东西能够阻碍其运动,他省去了探讨,因为显而易见不存在任何东西。因为那个[阻碍的]东西要么依本性静止而阻碍,要么反本性[静止]而阻碍。依本性是不可能的,而如果它自身也是受阻碍而[静止],那就会走向无限。但即使有人说是有某种运动之物迫使被运送之物停下来,关于这方面的荒谬之处也已经讨论过了。
"Ἔτι νῦν μὲν εἰς τὸ κενὸν ἕως τοῦ ὥστε πάντῃ οἰσθήσεται." Πανταχόθεν τὰς ἐννοίας περικρούει, δι’ ἃς ὑποτίθενται τὸ κενόν. καὶ νῦν οὖν ἐπειδὴ οἱ τὸ κενὸν αἴτιον τιθέντες διὰ τὸ ὑπεικτικὸν αὐτοῦ, καὶ τὴν αἰτίαν τοῦ δι’ ἀέρος μὲν καὶ ὕδατος κινεῖσθαι διὰ λίθου δὲ καὶ γῆς μηκέτι ταύτην λέγοντες, ὅτι ὁ μὲν ἀὴρ καὶ τὸ ὕδωρ πολύκενά ἐστι, λίθοι δὲ καὶ γῆ πλήρη μᾶλλον, διὸ οὐχ ὑπείκουσιν, ἐπὶ τοῦ ἀπείρου, φησί, κενοῦ τί ἐροῦσι;3 πανταχοῦ γὰρ ὁμοίως εἶκον οὐ παρέξει διαφορὰν τοῖς σώμασι τοῦ ἐπὶ τόδε τὸ μόριον ἢ τόδε κινεῖσθαι. ὥστε ἢ πανταχοῦ κινηθήσεται ἢ οὐδαμοῦ· λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι “δυνατὸν τούτῳ τῷ ἐπιχειρήματι καὶ πρὸς τοὺς Στωικοὺς χρήσασθαι ἄπειρον κενὸν λέγοντας ἐκτὸς περιέχειν τὸν κόσμον. διὰ τί γὰρ ἀπείρου ὄντος τοῦ κενοῦ ἐνταῦθα οὗ ἐστι μένει ὁ κόσμος καὶ οὐ φέρεται; ἢ εἰ φέρεται, τί μᾶλλον ἐνταῦθα ἢ ἀλλαχοῦ; τὸ γὰρ κενὸν ἀδιάφορον καὶ ὁμοίως ὑπεῖκον πανταχῇ. εἰ δὲ λέγουσιν, ὅτι τῆς ἕξεως τῆς αὐτῆς αὐτὸν συνεχούσης μένει, πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει.4 εἴη δ’ ἄν, φησί, διὰ τούτων δεικνύμενον, ὅτι μηδ’ οὕτως αἴτιον τὸ κενὸν κινήσεως ὡς τὸ δι’ οὗ, εἴ γε τὸ τεθὲν ἐν αὐτῷ ἐπὶ μηδέτερον αἰτίαν ἔχει τοῦ κινεῖσθαι. τοῦτο δὲ δῆλον ὅτι καὶ ἐκ προτέρων ἐπιχειρημάτων συνήγετο.”
“再者,现在朝向虚空……以至于将被运送到一切方向。” 他从各个方面击碎人们据以假定虚空的观念。因此现在,由于那些因虚空的退让性而将其定为原因的人,声称通过空气和水运动但不再通过石头和泥土运动的原因在于空气和水含有较多虚空,而石头和泥土更具充实性因而不退让,[亚里士多德]说:对于无限的虚空,他们又能说什么呢?因为处处同样退让的虚空,不会向物体提供朝这部分还是那部分运动的差异。因此,它要么运动至处处,要么无处运动。亚历山大说:“也可以针对那些声称无限虚空在外部包围着宇宙的斯多亚学派使用这个论证。因为既然虚空是无限的,宇宙为什么停留在它现存的这里而不被运送呢?或者如果被运送,为什么运送到这里而不是别处呢?因为虚空是无差异的,且向一切方向同样退让。如果他们说,宇宙之所以停留是因为同一种统合状态维持着它;那么,为了使其部分不至于离散、被撕裂以及各自运送到不同地方,统合状态或许还有所助益;但是为了使整体连同维持它的统合状态一起停留而不被运送,统合状态将不再起任何作用。并且通过这些,”他说,“可以表明,虚空甚至作为媒介也不是运动的原因,如果置于其中的物体朝哪一个方向运动都没有原因的话。显而易见,这一点也是从先前的论证中推导出来的。”
- 4.77ἐφ’ ὃ καὶ δι’ ὃ ἡ κίνησις τοῖς σώμασιν
关系短语 ἐφ’ ὃ(朝向其处)与 δι’ ὃ(为了其处)构成修饰前文 ἐνταῦθα(此处)的关系从句,分别指代物体运动的终点(terminus ad quem)与目的因(所趋向的固有场所)。
- 4.77τί δὲ ἂν εἴη ἐν τῷ κενῷ τοιοῦτον ὡς ἐμποδίζειν κινεῖσθαι κρεῖττον ὄν, παρῆκε ζητεῖν
倒装结构:间接疑问从句 τί ἂν εἴη... 提前作主句动词 παρῆκε 的宾语。τοιοῦτον ὡς ἐμποδίζειν 为表示结果/程度的不定词结构(“足以阻碍的那种东西”),分词 κρεῖττον ὄν 与 τοιοῦτον 一致,说明阻碍者的性质。
- 4.78καὶ νῦν οὖν ἐπειδὴ οἱ τὸ κενὸν αἴτιον τιθέντες διὰ τὸ ὑπεικτικὸν αὐτοῦ, καὶ τὴν αἰτίαν τοῦ δι’ ἀέρος μὲν καὶ ὕδατος κινεῖσθαι διὰ λίθου δὲ καὶ γῆς μηκέτι ταύτην λέγοντες... ἐπὶ τοῦ ἀπείρου, φησί, κενοῦ τί ἐροῦσι;
复合长句:由因果连词 ἐπειδή 引导的从句内包含两个并列的名词化分词短语(οἱ τιθέντες 与 λέγοντες),详细描述对手的观点,随后直接接续主句的疑问句 τί ἐροῦσι(“他们将说什么呢?”),具有句式破格(anacoluthon)的特征。
- 4.78πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει.
介词 πρός 接带冠词不定式(πρὸς τὸ μὴ σκεδάννυσθαι... / πρὸς τὸ ὅλον... μένειν)表示目的或关联(“针对防止部分离散…… / 针对整体保持停留……”),构成清晰的 μέν... δέ 对比结构。前半句使用带 ἄν 的祈愿语气(συνεργοίη ἄν)表示潜在可能,后半句使用直陈式将来时(ποιήσει)。
