- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:669.9-670.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了抛体运动为何仅能在充实媒质中发生而在虚空中不可成立,论证了“被车载者”这一例外规定所导致的无限后退,并通过限定自然学运动的范围化解了关于动物自身运动的反驳。
εὐκίνητος γὰρ ὢν ὁ ἀὴρ καὶ δεόμενος ἀρχῆς τινος πρὸς τὸ κινεῖσθαί τε καὶ φέρεσθαι ταύτην λαβὼν ἐν τῇ τοῦ ῥιπτουμένου μετὰ βίας ἀφέσει καὶ ὥσπερ συναφθεὶς τῷ ῥιφθέντι ἀθρόος ἐπιρρεῖ αὐτῷ καὶ μετὰ βίας τοῦτο ποιῶν κινεῖ τὸ πεμφθέν τε καὶ ῥιφὲν1 μηκέτι τοῦ ῥίψαντος αὐτῷ παρόντος, ἕως ἂν ἐκλυθῇ κατ’ ὀλίγον ἡ βίαιος καὶ ἀθρόα φορά. οὕτω μὲν οὖν ἡ διὰ τοῦ πλήρους τῶν ῥιπτουμένων κίνησις αἰτιολογεῖται. ἐν δὲ τῷ κενῷ οὐδέτερον τούτων οἷόν τε γενέσθαι. οὔτε γὰρ ὠθεῖν οὔτε ἀντιπερίστασθαι δύναταί τι μηδενὸς ὄντος ἐν τῷ κενῷ· εἰπὼν δὲ ὅτι οὐδὲν τούτων ὑπάρχει ἐν τῷ κενῷ οὐδὲ ἐνδέχεται φέρεσθαι ἐν αὐτῷ ἐπήγαγεν ἀλλ’ ἢ ὡς τὸ ὀχούμενον2 ἐνδεικνύμενος, ὅτι κατὰ μὲν τὸν τῆς ῥίψεως τρόπον ἀδύνατον φέρεσθαι ἐν κενῷ τὸ φερόμενον· εἴπερ δὲ ἄρα, ὡς τὰ ὀχούμενα φέρεται· εἰ δὲ τοῦτο, ἢ ἐπ’ αὐτοῦ τοῦ κενοῦ ὀχεῖται ἢ ἐπί τινος σώματος· ἀλλ’ ἐπὶ τοῦ κενοῦ ἀδύνατον (ἀδρανὲς γὰρ τὸ κενόν, εἴπερ τὸ μηδέν ἐστιν), εἰ δὲ σῶμά τι εἴη τὸ ὀχοῦν ἐν τῷ κενῷ καὶ βίᾳ κινοῦν, ἐπειδὴ κινούμενον καὶ αὐτὸ κινεῖ, δῆλον ὅτι ἢ κατὰ φύσιν κινεῖται (ἐδείχθη δὲ ἀδύνατον εἶναι τὸ κατὰ φύσιν ἐν τῷ κενῷ κινεῖσθαι) ἢ βίᾳ. καὶ εἰ βίᾳ, ἢ ῥιπτούμενον καὶ ἀδύνατον, ἢ πάλιν ὡς ὀχούμενον, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἐπειδὴ δέ, ὡς εἴρηται, τὸ μὲν τῷ ῥίπτεσθαι βίᾳ κινεῖται, τὸ δὲ τῷ παρεῖναι τὸ κινοῦν καὶ βιαζόμενον, τοῦτο δὲ ἢ ὠθοῦν ἢ ἕλκον ἢ ὀχοῦν βιάζεται, κοινότερον δὲ τὸ ὀχεῖν, ἐπειδὴ καὶ τὸ ἕλκον καὶ τὸ ὠθοῦν τρόπον τινὰ ὀχεῖ, διὰ τοῦτο τὸ ὀχοῦν ἔλαβεν ἀντὶ πάντων. ἀλλὰ τί κωλύει τὰ ζῷα αὐτά τε κινεῖσθαι καθ’ ὁρμὴν οἰκείαν ἐν τῷ κενῷ καὶ ἄλλα σώματα κινεῖν βιαίως ἢ ὠθοῦντα ἢ ἕλκοντα ἢ ὀχοῦντα ἢ καὶ ῥιπτοῦντα; οὐ γὰρ ἔστιν ἐπὶ τῶν ζῴων εἰπεῖν, ὅτι ἄνω ἢ κάτω ἀφωρισμένως κατὰ φύσιν κινηθήσεται, ὥστε τούτων μὴ ὄντων ἐν τῷ κενῷ μηδὲ τὰ ζῷα δύνασθαι κινεῖσθαι. ἢ φυσικῆς οὔσης τῆς πραγματείας περὶ φυσικῆς κινήσεως νῦν ὁ λόγος,3 ἀλλ’ οὐ προαιρετικῆς, ὡς περί γε ἐκείνης ἐν τοῖς Περὶ κινήσεως ζῴων διαλέξεται. τὰ δέ γε ῥιπτούμενα, κἂν ὑπὸ ζῴων ῥιφῇ μὴ παρόντος λοιπὸν τοῦ κινήσαντος, φυσικὴν ἔχει τὴν θεωρίαν παρὰ φύσιν τὴν οἰκείαν κινούμενα.
因为空气易于运动,且需要某种始点以便被运动和被运送,它在抛体受强力释放时获得了这一[始点],并仿佛与被抛掷之物结合在一起,整体地向它涌流,并在施加力的情况下这样做,从而推动被发射和被抛掷之物,此时投掷者已不再在场伴随它,直到强烈的整体位移逐渐衰减。投掷物通过充实体中的运动就是这样得到原因说明的。但在虚空中这两者都无法发生;因为当虚空中空无一物时,任何东西都既不能推动也不能相互置换。而在说过这两者在虚空中都不存在、在其中被运送也是不可能的之后,他补充道“除非像被车载者那样”,以此表明,被运送之物在虚空中按照投掷的方式被运送是不可能的;但如果确实[被运送],那就是像被车载之物那样被运送。但若是这样,它要么在虚空本身之上被载运,要么在某种物体之上[被载运]。但在虚空之上[被载运]是不可能的(因为如果虚空真是什么都不是,它就是无作用的);而如果虚空中存在某种承载它并以强力使其运动的物体,既然它自身也是在被运动的同时使之运动,显而易见它要么是依本性被运动(而已被证明在虚空中依本性运动是不可能的),要么是以强力[被运动]。而如果以强力,要么作为被抛掷者[被运动],这是不可能的;要么再次像被车载者那样,而这将走向无限。并且,如前所述,一者因被抛掷而受强力运动,另一者则因运动它并施加力的主体在场而受强力运动,而后者通过推动、拉曳或承载来施加力,承载则更为普遍——因为拉曳者和推动者在某种意义上也在承载——因此他用“承载者”代指一切。但是,是什么阻止了动物自身在虚空中根据固有的冲动运动,并通过推动、拉曳、承载乃至投掷来强力运动其他物体呢?因为对于动物而言,不能说它们会依本性被限定地向上或向下运动,以至于因为这些在虚空中不存在,动物也就无法运动。抑或既然这部论著是自然学性质的,现在的论述就是关于自然运动而非意图选择的运动,至于后者他在《动物运动论》中将予以讨论?然而被抛射之物,即使是由动物抛出的,既然推动它的主体不再在场,在反其固有的本性运动时也是属于自然学的探讨范围。
- 4.76εὐκίνητος γὰρ ὢν ὁ ἀὴρ καὶ δεόμενος ἀρχῆς τινος πρὸς τὸ κινεῖσθαί τε καὶ φέρεσθαι ταύτην λαβὼν ἐν τῇ τοῦ ῥιπτουμένου μετὰ βίας ἀφέσει καὶ ὥσπερ συναφθεὶς τῷ ῥιφθέντι ἀθρόος ἐπιρρεῖ αὐτῷ καὶ μετὰ βίας τοῦτο ποιῶν κινεῖ τὸ πεμφθέν τε καὶ ῥιφὲν
句首主语 ὁ ἀὴρ 受到四个主格分词(ὢν, δεόμενος, λαβών, συναφθείς)的修饰,引出第一个主动词 ἐπιρρεῖ;随后通过 καὶ μετὰ βίας τοῦτο ποιῶν κινεῖ... 连接第二个主动词 κινεῖ,构成长句中对空气连续推动过程的分层刻画。
- 4.76ἀλλ’ ἢ ὡς τὸ ὀχούμενον
引用亚里士多德原文(215a18-19)。承接前面的否定表达(οὐδέν, οὐδὲ ἐνδέχεται),ἀλλ' ἤ 构成表示例外或排他的固定句式(“除非……”、“除了……之外”)。
- 4.76ἢ φυσικῆς οὔσης τῆς πραγματείας περὶ φυσικῆς κινήσεως νῦν ὁ λόγος
连词 ἢ 用于对前句反问(ἀλλὰ τί κωλύει...;)所提出的难题(动物的自我运动)给出注解者自己的解答(λύσις)。句首的属格绝对结构 φυσικῆς οὔσης τῆς πραγματείας 表原因。
