← 辛普里丘

亚里士多德《物理学》注释

§668.8-669.9

虚空中抛体运动的不可能性与介质推进说

辛普里修注解亚里士多德在215b14中关于虚空中抛体运动等强力运动不可能发生的论证,并引用柏拉图《蒂迈欧篇》,详细阐述了相互置换说与受推空气推动说这两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.76#1

" Ἔτι νῦν μὲν κινεῖται τοῦ ὤσαντος οὐχ ἁπτομένου ἕως τοῦ οὐδὲ ἔσται φέρεσθαι, ἀλλ’ ἢ ὡς τὸ ὀχούμενον." Ἐπειδὴ τὴν βίαιον κίνησιν ὄντος κενοῦ διὰ τῆς κατὰ φύσιν ἀνεῖλε πρότερον, ὡς εἰ μὴ ἔστιν ἡ κατὰ φύσιν κενοῦ ὄντος μηδὲ τῆς παρὰ φύσιν ὑποστῆναι δυναμένης, νῦν καὶ προηγουμένην ἀπόδειξιν πορίζει τοῦ εἰ ἔστι τὸ κενὸν μὴ εἶναι βίαιον κίνησιν· τῆς δὲ βιαίου κινήσεως διχῶς γινομένης ἢ παρόντος τοῦ βιαζομένου καὶ ἄγοντος ἢ ὠθοῦντος ἢ ἕλκοντος, ἢ μὴ παρόντος ὡς ἐπὶ τῶν ῥιπτουμένων, ἐπὶ ταύτης ποιεῖται τὴν ἀπόδειξιν τὴν ἑτέραν διὰ τὸ ἐναργές, ὡς ὁ Ἀλέξανδρός φησι, παραλιπών. παρόντος μὲν γάρ, φησί, τοῦ βιαζομένου καὶ τῷ κινεῖσθαι κινοῦντος,1 ἀνάγκη κατὰ φύσιν αὐτὸ κινούμενον οὕτως ἐκεῖνο βιάζεσθαι. εἰ γὰρ καὶ τοῦτο βιαζόμενον βιάζοιτο, κἀκεῖνο ὑπ’ ἄλλου, εἰς ἄπειρον ἂν προϊοιμεν. ἡ δὲ κατὰ φύσιν κίνησις οὐκ ἔστιν ἐν τῷ κενῷ, ὡς δέδεικται πρότερον. μήποτε δὲ οὐ διὰ τὸ ἐναργὲς τῆς ἀποδείξεως τὴν οὕτω βίαιον τέως παρέλιπεν, ἀλλ’ ὅτι προείληπτο οὗτος ὁ τρόπος τῆς ἀποδείξεως. νῦν δὲ προὔκειτο, τὴν βίαιον προηγουμένως, ἀλλ’ οὐ διὰ τῆς κατὰ φύσιν ἀνελεῖν· μετ’ ὀλίγον δὲ προσθήσει καὶ τὴν ἑτέραν. νῦν οὖν περὶ τῆς ἀπόντος τοῦ βιαζομένου, τουτέστι τῆς κατὰ ῥῖψιν, δείκνυσιν ὡς οὐκ ἐσομένης ἐν τῷ κενῷ· ἐν μὲν γὰρ πλήρει γινομένης τῆς ῥίψεως τὰ ῥιπτούμενα κινεῖται ἢ τῷ ἀντιπεριίστασθαι τὸν πρὸ τοῦ ῥιπτουμένου προωθούμενον ἀέρα ὑπὸ τῆς τοῦ ῥίπτοντος ῥύμης· εὐκινητότερος γὰρ ὢν τοῦ ῥιπτουμένου ὁ ἀὴρ προωθεῖται καὶ τῇ βίᾳ ἀθρόος ἀντιπεριστάμενος ἐπωθεῖ τὰ κινούμενα· τούτου δὲ κατὰ συνέχειαν γινομένου συνεχὴς ἡ κίνησις τοῦ ῥιφέντος μένει, ἕως ἂν κατ’ ὀλίγον ἐκλυομένης τῆς τοῦ ἀντιπερισταμένου ἀέρος ῥύμης ἐπικρατήσῃ ταύτης ἡ οἰκεία τοῦ ῥιφέντος κατὰ φύσιν φορὰ καὶ οὕτω κατενεχθῇ τὸ ῥιπτούμενον. ταύτης δὲ τῆς δόξης ὁ Πλάτων δοκεῖ τὴν ἀντιπερίστασιν οὕτως ἐξηγούμενος ἐν Τιμαίῳ· “πάλιν δὲ ἐκπίπτοντος ἐντεῦθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ἔτι ὄντα τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὑτὸν ἑαυτῷ συμμίγνυσιν.” ἢ οὖν οὕτως ἡ τῶν ῥιπτουμένων κίνησις μένει συνεχὴς ἢ διὰ τὸ ἐπωθεῖν τὸν συναπωσθέντα ὑπὸ τοῦ ῥίψαντος τὸν βίᾳ φερόμενον ἀέρα,2 ὃς εὐκινητότερος ὢν τοῦ ῥιπτουμένου, ἕως ἂν ἔχῃ τὴν ἀπὸ τοῦ ῥίψαντος δύναμιν, προωθεῖ τὸ ῥιπτούμενον, ἐπισυρρέοντος αὐτῷ τοῦ μετ’ αὐτὸν ἀέρος ἀθρόου διὰ τὸ βίαιον τῆς κινήσεως καὶ συνεπωθοῦντος καὶ τούτου, ἕως ἂν κατ’ ὀλίγον ἐκλυομένης τῆς ἐν αὐτῷ δυνάμεως ἐπικρατήσῃ ταύτης ἡ τοῦ ῥιφέντος κατὰ φύσιν ἐπὶ τὸ κάτω φορά.

“此外,如今在推动者不接触的情况下〔某物〕运动”至“也不会被运送,除非像被车载者那样。” 既然他先前通过依本性的运动排除了虚空存在时的强力运动,理由是如果虚空存在时依本性的[运动]不存在,反本性的[运动]也不可能存立,那么他现在也提供了一个直接证明,表明如果虚空存在,强力运动就不存在。强力运动以两种方式发生:要么是施力者在场并引导、推动或拉曳,要么是不在场,如在抛体的情形中;他在后一种情形上进行证明,正如亚历山大所说,因其显明而略去了另一者。因为他说,当施力者在场并通过自身被运动而使之运动时,它必然在依本性被运动的同时以此方式强迫那另一者。因为如果这一者也是在受强力的同时施加强力,而那另一者又被又一者强迫,我们就会走向无限;而依本性的运动在虚空中是不存在的,正如先前所表明的那样。但也许他暂时略去这种强力[运动]并非由于证明的显明,而是因为这种证明方式已被预先采用过;而现在的意图是直接排除强力[运动],而不是通过依本性的[运动];稍后他也将补充另一者。因此,他现在关于施力者不在场时的运动,即投掷引起的运动,证明它在虚空中将不会存在。因为在充实之物中发生投掷时,被抛射之物之所以运动,要么是由于在被抛射之物前方被投掷者的冲力向前推进的空气发生相互置换;因为空气比被抛射之物更易于运动,因而被向前推进,并且因强力而整体地相互置换,向前推动运动之物;而随着这一过程连续发生,被抛射之物的运动保持连续,直到相互置换的空气的冲力逐渐减弱,被抛射之物固有的依本性的位移压倒了它,被抛射之物就这样向下落去。柏拉图在《蒂迈欧篇》中这样解释相互置换,似乎持有这种观点:“而当火再次从那里逸出时,由于它并非进入虚空,邻近的空气受到推动,将仍然易于运动的湿润团块挤压进火的位置中,使自身与自身混合。”因此,要么被抛射之物的运动以这种方式保持连续,要么是由于被投掷者一同推开且受强力运送的空气在后推动;这一空气比被抛射之物更易于运动,只要它还保有来自投掷者的力量,就向前推进被抛射之物,其后的空气由于运动的剧烈而整体地向它涌流汇聚,并且这一空气也一同向前推动,直到其中的力量逐渐减弱,被抛射之物依本性朝向下方的位移压倒了它。

语法注2 条
  1. 4.76τοῦ βιαζομένου καὶ τῷ κινεῖσθαι κινοῦντος

    分词 τοῦ βιαζομένου 为中动语态,具有主动意义(“施加强力者”),其后的 τῷ κινεῖσθαι 为表示手段的带冠词不定词与格(“通过自身被运动”)。整体构成属格独立结构,意为“当施力者在场并通过自身被运动而使之运动时”。

  2. 4.76ἢ διὰ τὸ ἐπωθεῖν τὸν συναπωσθέντα ὑπὸ τοῦ ῥίψαντος τὸν βίᾳ φερόμενον ἀέρα

    在介词短语 διὰ τὸ ἐπωθεῖν(带冠词不定词宾格)内部,短语 τὸν συναπωσθέντα ... τὸν βίᾳ φερόμενον ἀέρα 用作不定词 ἐπωθεῖν 的主语宾格。两个定语分词修饰名词 ἀέρα。作为施动者向前推动的是“被抛出者一同推开的空气”,而非被推动的抛体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:668.8-669.9