- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:667.6-668.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》215a1,辛普里丘阐明了一切运动要么依本性要么是强力的,但在无限且无差别的虚空中这两者都无法成立,并梳理了该论证可化归的无证三段论形式。
" Ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν ἕως τοῦ ἢ εἰ τοῦτό ἐστιν, οὐκ ἔστι κενόν." Δευτέρῳ χρῆται τούτῳ λόγῳ δεικνύς, ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστιν κίνησις, οὐ μόνον ὅτι ἡ κατὰ φύσιν οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἡ βίαιος. εἰ οὖν πᾶσα κίνησις ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν, μηδετέρα δὲ τούτων εἶναι1 δύναται κενοῦ ὄντος, δῆλον ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστιν ὅλως κίνησις. καὶ πρῶτον μὲν τίθησιν, ὅτι πᾶσα κίνησις ἢ κατὰ φύσιν ἐστὶν ἢ βίαιος, ταὐτὸν δὲ εἰπεῖν παρὰ φύσιν, ἀρκεσθεὶς τῇ ἀνάγκῃ τῆς διαιρέσεως. εἶτα ὅτι ἐὰν ᾖ κίνησις βίαιος, ταὐτὸν δὲ εἰπεῖν παρὰ φύσιν, πάντως ἔσται καὶ κατὰ φύσιν, εἴπερ τὸ παρὰ φύσιν ἐκτροπὴ τοῦ κατὰ φύσιν ἐστίν. ἡ δὲ ἐκτροπὴ πανταχοῦ ὑστέρα τῆς προηγουμένης ἐστὶν ὑπάρξεως, ὥστε εἰ μὴ κατὰ φύσιν εἴη κίνησις οὐδὲ παρὰ φύσιν οὐδὲ ὅλως ἔσται κίνησις. τούτων οὖν προαποδεδειγμένων δείκνυσι λοιπὸν ὅτι κενοῦ διαστήματος ὄντος ἀπείρου, οὐκ ἂν εἴη κατὰ φύσιν κίνησις καὶ διὰ τὸ ἄπειρον καὶ διὰ τὸ κενόν. αἱ μὲν γὰρ κατὰ φύσιν κινήσεις ἐπὶ τὰς οἰκείας τοῦ τόπου γίνονται διαφοράς· αὗται δέ εἰσι τὸ ἄνω καὶ τὸ κάτω ἢ τὸ μέσον καὶ τὸ πέριξ πέρατα οὖσαι διαστάσεως. τὸ οὖν ἄπειρον οὔτε τὸ ἄνω ἕξει ἢ κάτω οὔτε τὸ μέσον καὶ πέριξ τὰ κατὰ φύσιν τοιαῦτα.2 τὰ μὲν γὰρ κατὰ σχέσιν οὐδὲν κωλύει εἶναι, ἀλλὰ ταῦτα μεταπίπτει ῥᾳδίως· τῶν δὲ φύσει κινουμένων αἱ κινήσεις ἐπὶ τὰ αὐτὰ ἀεὶ φέρονται. ὥστε οὐκ ἂν ἐν ταῖς κατὰ σχέσιν διαφοραῖς αἱ κατὰ φύσιν κινήσεις γίνοιντο, ὥστε ἀπείρου ὄντος οὐκ ἂν εἴη κατὰ φύσιν κίνησις. τὸ δὲ κενὸν διὰ τὸ ἀδιάφορον ἐμποδίσει τῇ κατὰ φύσιν κινήσει. οὐδὲν γὰρ διοίσει τι τὸ ἄνω τοῦ κάτω ἐν αὐτῷ ἢ τὸ μέσον τοῦ πέριξ. ὥσπερ γάρ, φησί, τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ. τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι. ὥστε καὶ ἀντιστρέψας ἀληθῶς ἐρεῖς, εἰ ἔστι κενὸν οὐκ ἔστιν ἡ κατὰ φύσιν κίνησις. ἀλλὰ μὴν καὶ εἰ βίαιος ἡ κίνησίς ἐστιν, ἀνάγκη πρὸ ταύτης εἶναι τὴν κατὰ φύσιν, εἰ δὲ τὴν κατὰ φύσιν εἶναι, κενὸν μὴ εἶναι, ὥστε καὶ εἰ βίαιος ἡ κίνησις, οὐκ ἔστι κενόν. εἰ οὖν πᾶσα κίνησις ἢ βίαιος ἢ κατὰ φύσιν, δῆλον ὅτι οὐκ ἂν εἴη κίνησις ὅλως κενοῦ ὄντος. ἡ οὖν ἐρώτησις τοῦ λόγου3 δύναται μὲν καὶ κατὰ τὸν δεύτερον καλούμενον ἀναπόδεικτον γεγονέναι οὕτως· εἰ ἔστι κενόν, οὐκ ἔστιν ἡ κατὰ φύσιν κίνησις· ἀλλὰ μὴν ἔστιν ἡ κατὰ φύσιν κίνησις· οὐκ ἄρα ἔστι κενόν. ἢ κατὰ τὸν πρῶτον· εἰ ἔστι κατὰ φύσιν κίνησις, οὐκ ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κατὰ φύσιν κίνησις· οὐκ ἄρα ἔστι κενόν. δύναται δὲ καὶ κατὰ τὸν τέταρτον οὕτως· ἤτοι ἡ κατὰ φύσιν ἔστι κίνησις ἢ τὸ κενόν· ἀλλὰ μὴν ἡ κατὰ φύσιν κίνησις ἔστιν· οὐκ ἄρα ἔστι τὸ κενόν.
“其次,每一种运动要么凭强力要么依本性”至“或者如果这一者存在,虚空就不存在。” 他使用这第二个论据来表明,如果虚空存在,运动就不存在,这不仅是因为依本性的运动不存在,而且强力的运动也不存在。因此,如果每一种运动要么依本性要么反本性,而当虚空存在时这两者都不能存在,那么显而易见,如果虚空存在,就根本没有运动。首先,他基于划分的必然性,设定每一种运动要么依本性要么是强力的——这与说反本性是一回事。其次,如果存在强力的运动——这与说反本性是一回事——就必然也存在依本性的运动,只要反本性是对依本性的偏离。而偏离在任何地方都在原初存在之后,因此如果没有依本性的运动,也就没有反本性的运动,完全不会有运动。在预先证明了这些之后,他随后证明,如果存在无限的虚空间隔,无论由于无限还是由于虚空,都不会有依本性的运动。因为依本性的运动是朝向位置固有的差别发生的;而这些差别是上与下,或者中心与外周,它们是间隔的界限。因此,无限者既不会具有上或下,也不会具有作为依本性的此类事物的中心和外周。因为尽管没有任何东西阻止依关系的[差别]存在,但这些差别极易改变,而依本性运动之物的运动总是朝向相同者。因此,依本性的运动不可能发生在依关系的差别之中,所以如果无限者存在,就不会有依本性的运动。另一方面,虚空将因其无差别而阻碍依本性的运动。因为在其中,上绝不会与下有所不同,中心也不会与外周有所不同。因为他说,正如无物没有任何差别一样,虚空也是如此。因为虚空似乎是某种非存在和缺乏。因此,你若换位而言也将是真实的:“如果虚空存在,依本性的运动就不存在。”再者,如果运动是强力的,必然在此之前存在依本性的运动;如果依本性的运动存在,[必然]虚空不存在;因此即使运动是强力的,虚空也不存在。因此,如果每一种运动要么是强力的要么依本性,显而易见,虚空存在时就完全不会有运动。因此,该论证的推理也可以按照所谓的第二无证式这样构成:“如果虚空存在,依本性的运动就不存在;但依本性的运动存在;所以虚空不存在。”或者按照第一式:“如果依本性的运动存在,虚空就不存在;但依本性的运动存在;所以虚空不存在。”也可以按照第四式这样[构成]:“要么依本性的运动存在,要么虚空存在;但依本性的运动存在;所以虚空不存在。”
- 4.75εἰ δὲ τὴν κατὰ φύσιν εἶναι, κενὸν μὴ εἶναι
承前文无人称表达 ἀνάγκη(必然)的句法支配,在条件从句 εἰ δὲ τὴν κατὰ φύσιν εἶναι(如果依本性的[运动]存在)及其主句 κενὸν μὴ εἶναι(虚空不存在)中均采用了带不定词的宾格结构。在直接引语中相当于 εἰ δὲ ἔστιν ἡ κατὰ φύσιν, οὐκ ἔστι κενόν。
- 4.75τὰ κατὰ φύσιν τοιαῦτα
对前文的“中心和外周”(τὸ μέσον καὶ πέριξ)以及“上或下”作同格限定的短语:“作为依本性的此类事物(之上、下、中心、外周)”,与下文的“依关系的[差别]”(τὰ κατὰ σχέσιν)形成对比。
- 4.75ἡ οὖν ἐρώτησις τοῦ λόγου
在古代晚期的逻辑学注疏中,ἐρώτησις 是源自斯多亚逻辑的技术术语,并非指单纯的“提问”,而是指“三段论论证”或“推论形式化”(syllogismus/interrogatio)。此处用于引出后文将该论证归入各种无证三段论式的阐述。
