← 辛普里丘

亚里士多德《物理学》注释

§666.13-667.5

论设定虚空反而使空间运动不可能

辛普里修阐释了亚里士多德在214b28处的论证,即与虚空主张者的设想相反,设定虚空反而使得物体的空间运动成为不可能,并结合平衡的逻辑与亚历山大指出的版本异文展开分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.74

" Συμβαίνει δὲ τοῖς λέγουσιν ἕως τοῦ ἢ γὰρ κενόν, οὐκ ἔχει διαφοράν." Καὶ τοὺς δοκοῦντας κατασκευάζειν τὸ κενὸν λόγους διαλύσας, καὶ ὅτι μὴ ἔστι τὸ κενὸν κινήσεως αἴτιον καὶ διὰ τοῦτο οὐδὲ ἔστιν ὅλως ἀποδείξας, νῦν καὶ τοὐναντίον αὐτοῖς συμβαίνειν οὗπερ ἐβούλοντο1 δείκνυσιν. οἱ μὲν γὰρ ᾤοντο μὴ δύνασθαι κίνησιν εἶναι τὴν κατὰ τόπον, εἰ μὴ εἴη κενόν, αὐτὸς δὲ δείκνυσι μὴ δυναμένην ὅλως εἶναι τὴν κατὰ τόπον τῶν σωμάτων κίνησιν, εἴπερ εἴη κενὸν τοιοῦτον ὡς κεχωρισμένον. καὶ πρῶτον μέν, ὅπερ εἶπε πρὸ ὀλίγου, εἰς τοῦτο τεῖνον τὸ ἐπιχείρημα τίθησιν, ὅτι ἀδιαφόρου ὄντος τοῦ κενοῦ οὐδὲν μᾶλλον τῇ ἢ τῇ κινηθήσεται τὸ ἐν αὐτῷ κείμενον. οὕτω δὲ ἔχον οὐκ ἂν κινηθείη· ὅτι δὲ ὁμοίως ἔχον πρὸς πᾶν μόριον τοῦ ἐν ᾧ ἐστιν, ἀκίνητον ἂν μένοι, ἐπιστώσατο καὶ ἀπὸ τοῦ Πλάτωνος τὴν ἐν μέσῳ τῆς γῆς μονὴν ἐκ τούτου κατασκευάζοντος ἐν οἷς φησιν ἐν Τιμαίῳ· “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθέν.” εἰ γὰρ πρὸς πᾶν τὸ περὶ ἑαυτὸ μέρος ὁμοίως ἔχει, τί δὴ μᾶλλον πρὸς τόδε τὸ μέρος προσχωρήσειεν ἢ τόδε; εἴπερ καὶ αὐτὸ τὴν ἴσην ἔχει πρὸς πᾶν ῥοπήν, καὶ τὸ πᾶν τὸ περὶ αὐτὸ ὁμοίαν ἔχει πανταχόθεν τὴν περὶ αὐτὸ σχέσιν. τί γὰρ μᾶλλον τῇδε ἢ ἐκεῖσε κλιθείη; εἰ τοίνυν καὶ τὸ κενὸν ἀδιάφορον πάντῃ ἐστὶν αὐτό τε ὁμοίαν ἔχει σχέσιν πρὸς τὸ ἐν αὑτῷ τεθέν, καὶ ἐκεῖνο ὁμοίαν πρὸς τὸ ἐν ᾧ κεῖται πᾶν· ὥστε ταύτῃ ἰσόρροπον εἶναι καὶ διὰ τοῦτο μὴ κινεῖσθαι. ἀξιῶ δὲ ἐπιστῆσαι,2 ὅτι τὴν κατὰ φύσιν κίνησιν ἔοικεν ἀναιρεῖν ἐκ τούτου τοῦ ἐπιχειρήματος, εἰ ἔστι κενόν. ταύτῃ γὰρ ἁρμόττει τὸ οὐ γὰρ ἔστιν οὗ μᾶλλον καὶ ἧττον κινηθήσεται, εἰ μὴ ἄρα καὶ τὴν παρὰ φύσιν συναναιρεῖ. ἡ γὰρ ἐναντία τῇ κατὰ φύσιν ἡ παρὰ φύσιν ἐστί. “σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι ἔν τισιν ἀντιγράφοις ἡ ἐπιχείρησις αὕτη οὐ φέρεται, ἴσως ὡς εἰρημένη ἤδη, ἀλλ’ ἡ μετ’ αὐτήν.”

“然而对于主张者来说却出现了[相反的结果]”至“因为既然是虚空,它便没有差别。” 在驳斥了那些看似确立虚空的论证,并证明了虚空不是运动的原因因而是根本不存在的之后,他现在表明,与他们所期望的正相反的结果落到了他们身上。因为那些人认为,若没有虚空,位置运动就不可能存在;而他自己则证明,如果确实存在这种作为分离之物的虚空,物体的空间运动就根本不可能存在。首先,他提出了不久前说过的、指向这一结论的论据:既然虚空是无差别的,置于其中的事物绝不会在此方向上比在彼方向上更多地运动。而处于这种状态的事物将不可能运动。至于对自身所在之物的每一个部分都具有类似关系之物将保持不动地留存,他也从柏拉图那里获得了确证,柏拉图正是由此确立了大地在居中位置的留存,正如他在《蒂迈欧》中所说:“因为在相似者的居中位置被放置的处于平衡状态之物。”因为如果它对自己周围的每一个部分都具有类似的关系,那么它究竟为什么朝向这个部分运动胜过朝向那个部分呢?只要它自身对一切部分都具有均等的倾向,且环绕着它的全体也从各处对它具有类似的关系。因为究竟为什么它朝向这边倾斜胜过朝向那边呢?因此,如果虚空也是全然无差别的,并且它自身对置于其中的事物具有类似的关系,而该事物对它所在的全体也具有类似的关系,那么在这一方面便处于平衡,因此不发生运动。但我认为应当提请注意的是,从这个论证来看,如果虚空存在,他似乎是要取消依本性的运动。因为“并不存在它将在此处运动更多或更少的地方”正是适用于这一点的,除非他也连带取消了反本性的运动。因为反本性的运动是依本性运动的相反者。亚历山大说:“应当指出的是,在某些抄本中并没有记载这一论据,或许是因为它已经被讲过了,而是记载了其后的论据。”

语法注2 条
  1. 4.74οὗπερ ἐβούλοντο

    关系代词 οὗπερ 呈现为属格,这是因为省略了依存于主句 τοὐναντίον 的属格指示代词先行词(τούτου),即 τοὐναντίον τούτου ὅπερ ἐβούλοντο(“与他们所期望之事的正相反者”)的紧缩结构。

  2. 4.74ἀξιῶ δὲ ἐπιστῆσαι

    不定式 ἐπιστῆσαι 用作不及物意义的“倾注(注意力)/留意”,是注解家辛普里修用来提醒读者注意随后 ὅτι 从句内容的常用惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:666.13-667.5