- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:664.30-666.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德(214b19–24),阐明将场所视作独立间隔的观点与主张虚空者同样面临困境(因无差别性而无法说明自然运动与静止),并结合异文引申了关于全体与其连续部分在场所关系上的种种荒谬。
" Ὁ δὲ αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους ἕως τοῦ 〈τὸ〉 γὰρ κενὸν τόπον ποιοῦσιν οἱ εἶναι φάσκοντες." Πρότερον μὲν κατὰ τὴν πρὸς τὸ ἄπειρον ὁμοιότητα τὸ κενὸν ἀνεῖλε, νῦν δὲ ἀπὸ τῆς πρὸς τὸ τοπικὸν διάστημα ὁμοιότητος ἐπιχειρεῖ. ὃς γὰρ ἂν ἁρμόσῃ λόγος πρὸς τοὺς διάστημα κεχωρισμένον τὸν τόπον λέγοντας, οὗτος, φησίν, ἁρμόσει καὶ πρὸς τοὺς τὸ κενὸν τοῦτο διάστημα εἰσάγοντας ἡμῖν. πῶς γὰρ ἐπὶ τὸν τοιοῦτον τόπον οἰσθήσεται τῶν φυσικῶν ἕκαστον σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, λεκτέον. οἱ μὲν γὰρ τὸ πέρας τοῦ περιέγοντος λέγοντες τὸν τόπον, ἐπειδὴ μὴ πέρας οὕτως ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν λαμβάνουσιν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι, οὗ καὶ τῆς ἰδιότητος μετέχει τὸ πέρας, εἰκότως ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω τῶν κάτω, διαφέρει καὶ τὰ πέρατα αὐτῶν. καὶ αἱ πρὸς ταῦτα φυσικαὶ φοραὶ τῶν σωμάτων διάφοροί εἰσι, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω ἐπὶ τούτου; τί δὲ διοίσει πυρὸς ἐπιτηδειότης ἐπὶ τούτου ἤπερ ὕδατος; οὕτω δὲ καὶ ἐπὶ τοῦ κενοῦ. καὶ γὰρ τὸ κενὸν οὐδὲν ἄλλο ἢ διάστημα χωριστὸν ἡγοῦνται, ὥσπερ καὶ τὸν τόπον οἱ καὶ τοῦτον διάστημα λέγοντες. εἰ οὖν τὸ τοπικὸν διάστημα μὴ ἔστι κινήσεως αἴτιον, δῆλον ὅτι οὐδὲ τὸ κενόν. ὁμοίως δὲ οὐδὲ μονῆς. τί γὰρ μᾶλλον τῇδε τοῦ τόπου ἢ τοῦ κενοῦ ἢ τῇδε; ὁ δὲ Ἀλέξανδρος τὸ πῶς γὰρ οἰσθήσεται τὸ τεθὲν ἢ μενεῖ;1 καταλληλότερόν φησιν ἂν ἔχειν οὕτω· πῶς οἰσθήσεται ἢ τὸ τεθὲν μενεῖ ὡς τῆς θέσεως τῇ μονῇ οἰκείας. καίτοι καὶ τὰ κινούμενα, εἴπερ ἐν τόπῳ κινεῖται, πῶς οὐκ ἂν λέγοιτο καὶ θέσιν ἔχειν ἐν ἐκείνῳ; ἀκριβεστέρα οὖν ἡ τοῦ Ἀριστοτέλους ἑρμηνεία ἂν εἴη.
“同样的论证也适用于那些认为场所[是间隔]的人”至“因为那些声称虚空存在的人把虚空当作场所。” 先前他是依据虚空与无限的相似性取消了虚空,现在则从它与场所性间隔的相似性展开论驳。他说,凡是适用于那些主张场所是分离间隔者的论证,这一论证也将适用于向我们引入这间隔之虚空的人。因为必须说明,各类自然物体将如何运行到这样的场所,或者将如何留存在其中。因为那些主张场所是包围者之界限的人,既然不是把界限理解为数学的面,而是理解为自然物体之中的界限——这界限也分有了该物体的特性——,那么合乎情理的是,既然上方的物体不同于下方的物体,它们的界限也就不同。而且物体朝向这些界限的自然移位也是有差别的,然而间隔却是处处无差别的。因为在此[间隔]之中,上方凭什么不同于下方呢?在此[间隔]之中,火的适宜性又凭什么不同于水的适宜性呢?对于虚空而言也是如此。因为他们认为虚空无非就是分离的间隔,正如那些同样说场所也是间隔的人一样。因此,如果场所性间隔不是运动的原因,显然虚空也不是。同样地,它也不是静止的原因。因为凭什么在场所或虚空的这一处留存胜过在那一处呢?另一方面,亚历山大认为,“因为被放置之物将如何运行或留存呢?”这句文句若作如下安排会更协调:“它将如何运行,或者被放置之物将如何留存呢?”理由是“放置”与“留存”相适应。然而,既然运动之物是在场所中运动,难道不也可以说它在其中具有位置吗?因此亚里士多德的表达应当更为精确。
"Καὶ πῶς δὴ ἐνέσται ἐν τόπῳ ἢ ἐν τῷ κενῷ;" Εἰ μὲν αὕτη μόνη ἡ λέξις ἕπεται τοῖς προειρημένοις, οὐδὲν ἀσαφὲς ἔσται. εἰπὼν γὰρ ὅτι τὸ τεθὲν ἐν τῷ κενῷ σῶμα οὔτε κινηθήσεται οὔτε μενεῖ, εὐλόγως ἐπιφέρει τὸ πῶς δὴ ἐνέσται ἐν τόπῳ ἢ ἐν τῷ κενῷ; πῶς γὰρ ὅλως ἔσται ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ ἐν τούτῳ, ἐν ᾧ μήτε κινεῖσθαι μήτε ἠρεμεῖν δύναται, καίτοι καὶ τῶν κινουμένων καὶ τῶν ἠρεμούντων ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ κινεῖσθαι δοκούντων ἢ ἠρεμεῖν. ἐπειδὴ δὲ ἔν τισιν ἀντιγράφοις μετὰ τὴν εἰρημένην λέξιν ἐπάγεται ταῦτα· οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σώματι·2 τὸ γὰρ μέρος ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλ’ ἐν τῷ ὅλῳ, εἴη ἄν τι καὶ τοῦτο ἐπιχείρημα πρὸς τὸ μὴ εἶναι τὸ χωριστὸν τοῦτο διάστημα μήτε ὡς τόπον μήτε ὡς κενόν· πῶς γὰρ ἔσται, φησί, τὸ σῶμα ἐν τῷ τοιούτῳ διαστήματι ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ, ταὐτὸν δὲ εἰπεῖν πάλιν ὡς ἐν τόπῳ; οὐ γὰρ συμβαίνει, τουτέστιν οὐ κατὰ λόγον ἀπαντᾷ, ἂν ᾖ ὁ τόπος ὑπομένουσα τις φύσις τριχῇ διαστατὴ καὶ ἐν αὐτῷ ὑποτεθῇ σῶμά τι. ἀλλὰ τί ἀπαντᾷ παρὰ λόγον τῷ οὕτω λέγοντι, ἐπιφέρει. δοκεῖ γὰρ ὅταν ὅλον τι σῶμα τεθῇ ἐν τόπῳ, τὸ μὲν ὅλον κατέχειν τὸν τόπον, τὰ δὲ μόρια αὐτοῦ τὰ συνεχῆ ἐν ὅλῳ εἶναι ἐκείνῳ τῷ ὄντι ἐν τόπῳ, ἀλλ’ οὐ καθ’ αὑτὰ ἐν τόπῳ· τότε γὰρ τὰ μόρια ἐν τόπῳ, ὅταν χωρισθῇ τοῦ ὅλου καὶ τῆς πρὸς αὐτὸ συνεχείας ἀπολυθῇ. ἕως δ’ ἂν ᾖ συνεχῆ τῷ ὅλῳ, ἐν ὅλῳ ἐστὶν ὁ τόπος, καὶ τὰ συνεχῆ τῷ ὅλῳ μέρη καὶ αὐτὰ καθ’ αὑτὰ οὐδὲν ἧττον τοῦ ὅλου ἐν τόπῳ ἔσται· ὁμοίως γὰρ καὶ ταῦτα ἴσον ἑαυτοῖς κατέχει διάστημα. τὰ δὲ τούτῳ ἑπόμενα ἄτοπα ἐν τοῖς περὶ τόπου λόγοις εἶπεν· ὅτι ἐὰν τὰ μέρη καθ’ αὑτὰ ᾖ ἐν τόπῳ, καὶ κινηθήσεται ὁ τόπος καὶ ὁ τόπος ἐν τόπῳ ἔσται καὶ πλείους τόποι ἅμα ἔσονται. τούτων δὲ ἐπὶ τοῦ τόπου συναχθέντων τῶν ἀτόπων, ἐὰν διάστημα ὑποτεθῇ ὁ τόπος, ἐπήγαγε τοῖς δεδειγμένοις καὶ τοῦτο, ὅτι εἰ μηδὲ τόπος ἐστί τι τοιοῦτον διάστημα, οὐδὲ κενὸν ἔσται, διότι καὶ τὸ κενὸν διάστημα ὁ τόπος ὑποτίθεται, καθάπερ εἴρηται πολλάκις.
“而且究竟如何会存在于场所或虚空之中呢?” 如果紧接着前文的只有这一句文句,那就没有任何晦涩之处。因为在指出置于虚空之中的物体既不能运动也不能留存之后,他顺理成章地引申出:“而且究竟如何会存在于场所或虚空之中呢?”因为在既不能运动也不能静止的东西之中,它究竟如何能够要么如在场所中、要么如在虚空中那样存在于其中呢?尽管运动之物与静止之物都被认为要么如在场所中、要么如在虚空中那样在运动或在静止。但在某些抄本中,在上述文句之后还附有如下内容:“因为当全体如同在分离的场所中且在持存的物体中被放置时,这并不相合;因为部分若非分开放置,就不会在场所中,而是在全体中”,这一条也可以构成反对这种分离间隔作为场所或作为虚空而存在的论据。因为他说,物体在这样的间隔中究竟如何能要么如在场所中、要么如在虚空中——这无异于再次说如在场所中——而存在呢?因为这并不相合,也就是说,如果场所是一种具有三维延展的持存本性,并且假设有某种物体置于其中,那么得出的结果就不合乎道理。但是,对于这样主张的人,究竟会发生何种背反道理的事情,他接着补充道。因为通常认为,当一个全体物体被置于场所中时,全体占据该场所,而其连续的部分则处于那个处于场所之中的全体内,并非其自身独立地处于场所之中;因为部分处于场所之中,是在它们脱离全体并解除与其连续性的时候。但只要它们与全体保持连续,场所就在全体之中,与全体连续的部分其自身独立地处于场所之中也将丝毫不逊于全体;因为同样地,这些部分也占据着与自身相等的间隔。而随之而来的荒谬,他在关于场所的论述中已经说过:即如果部分其自身独立地处于场所之中,场所也将发生运动,场所将处于场所之中,并且多个场所将同时并存。如果将场所假定为间隔,在关于场所推导出这些荒谬之后,他又在已证明的事项上补充了这一点:如果没有任何这样的间隔是场所,那么它也不会是虚空,因为正如屡次指出的那样,虚空正如场所一样被假定为间隔。
- 4.72ὁ δὲ Ἀλέξανδρος τὸ πῶς γὰρ οἰσθήσεται τὸ τεθὲν ἢ μενεῖ; καταλληλότερόν φησιν ἂν ἔχειν οὕτω· πῶς οἰσθήσεται ἢ τὸ τεθὲν μενεῖ
阿芙洛狄西亚的亚历山大提出调整语序,认为主语分词 τὸ τεθέν(被放置之物)只应与 μενεῖ(留存)搭配,因为“放置”(θέσις)固有地属于静止而非运动,而 οἰσθήσεται 则保留未明说的主语。辛普里丘否定了这种句法割裂,指出在场所中运动的物体同样具有位置(θέσις),因此按照亚里士多德原文将 τὸ τεθέν 作为两个动词的共同主语更为精确。
- 4.73οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σώματι
这是引自某些抄本的异文,其中带否定词的非人称动词 οὐ συμβαίνει 被辛普里丘解释为“不合道理/无法成立”(τουτέστιν οὐ κατὰ λόγον ἀπαντᾷ)。接下来的 ὅταν 引导的从句表明导致荒谬的前提条件,其中 καὶ ὑπομένοντι σώματι 说明场所被假想为像实体性物体一样自立持存。辛普里丘将此异文作为反对将场所或虚空设想为独立间隔的补充论据,主要围绕全体与连续部分在场所占有上的矛盾展开。
