← 辛普里丘

亚里士多德《物理学》注释

§663.9-664.29

论证虚空非位置运动之原因

辛普利丘注解了亚里士多德驳斥分离虚空存在的论述:虚空不可能是位置运动的致动原因,因为由物体的自然倾向(本性)才是运动的原因;虚空亦无法作为运动在其中发生的场所,因为虚空的完全无差别性使得物体无论运动还是静止都无法确定方向,从而反倒阻碍了运动与静止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.70

" Ὅτι δὲ οὐκ ἔστι κενὸν οὕτω κεχωρισμένον ἕως τοῦ δοκεῖ γὰρ αἴτιον εἶναι κινήσεως τῆς κατὰ τόπον, ταύτης δὲ οὐκ ἔστιν." Δείξας ὅτι οἱ τιθέναι δοκοῦντες τὸ κενὸν λόγοι οἱ μὲν οὐδὲν ἔχουσιν ἀναγκαῖον, οἱ δὲ ὅτι δοκοῦντες ἀπορίαν λύειν μείζονι περιπίπτουσι, προέθετο λοιπὸν καὶ προηγουμένως δεῖξαι μὴ οὖσαν ὅλως ὑπόστασιν τοῦ τοιούτου κενοῦ. ἐπεὶ οὖν, ὡς εἴρηται πρότερον, οἱ μὲν κεχωρισμένον τι καθ’ αὑτὸ φασιν εἶναι διάστημα κενὸν ἄπειρον αἴτιον τοῖς σώμασι τῆς κατὰ τόπον κινήσεως, οἱ δὲ παρεσπαρμένον καὶ μεμιγμένον τοῖς σώμασι τὸ κενὸν ὑποτίθενται, πρὸς τὴν πρώτην ὑπαντᾷ δόξαν πρῶτον λέγων, ὡς εἰ διὰ τοῦτο κενὸν κεχωρισμένον λέγουσιν εἶναι, διότι αἴτιόν ἐστιν αὐτὸ τοῖς σώμασι τῆς κατὰ τόπον κινήσεως, μὴ ἔστι δὲ τούτου αἴτιον τὸ κενόν, οὐδ’ ἂν εἴη κεχωρισμένον κενόν· ἀλλὰ μὴν οὐκ ἔστι τὸ κενὸν αἴτιον τῆς κατὰ τόπον κινήσεως· οὐκ ἄρα ἔστι τὸ κενόν· τούτου δὴ τοῦ ὑποθετικοῦ τὸ μὲν συνημμένον πᾶς ἂν ὁμολογήσειεν, τὴν δὲ πρόσληψιν δείκνυσι δυνάμει οὕτω·1 τὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως ἡ φύσις ἐστί· τὸ κενὸν οὐκ ἔστιν ἡ φύσις, ταύτην ὡς σαφῆ παραλιπὼν τὴν πρότασιν· τὸ κενὸν οὐκ ἔστιν ἄρα αἴτιον τῆς κατὰ τόπον κινήσεως. δυνατὸν δὲ καὶ ὑποθετικῶς οὕτω τὴν πρόσληψιν κατασκευάζειν· εἰ τοῖς σώμασι τῆς κατὰ τόπον φορᾶς ἣν ἐξ αὑτῶν κινοῦνται ἡ φύσις αἰτία, τὸ κενὸν οὐκ ἂν αἴτιον εἴη τῆς τοιαύτης κινήσεως· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. ὅτι δὲ ἡ φύσις αἰτία τῆς κατὰ τόπον κινήσεώς ἐστι, δείκνυσιν ἐναργῶς ἀπὸ τῆς φυσικῆς τῶν σωμάτων ῥοπῆς. εἰ γάρ ἐστι κατὰ φύσιν τῷ μὲν πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορά, τῇ δὲ γῇ ἡ ἐπὶ τὸ κάτω, τοῖς δὲ μεταξὺ ἡ ἐπὶ τὰ μέσα, δῆλον ὅτι ἡ φύσις καὶ οὐχὶ τὸ κενὸν αἴτιόν ἐστι τῆς κατὰ τόπον κινήσεως. ὥστε δοκεῖ μάτην τισὶ τὸ κενὸν αἴτιον ὑπάρχειν ταύτης.

“然而并不存在如此分离的虚空”至“因为虚空似乎是位置运动的原因,但它并不是此种运动的原因。” 在表明了那些似乎设定虚空的论证中,有的毫无必然性,有的虽看似解决了困难却陷入更大的困难之后,[亚里士多德]接下来便提出来要首要地证明这种虚空根本没有任何实存。因此,正如前面所说,既然有些人声称存在一种自身独立的、无限的分离虚空距离,它是物体位置运动的原因,而另一些人则假定虚空是散布并掺杂在物体之中的,所以他首先迎战第一种观点,说道:如果他们之所以说存在分离的虚空,是因为它是物体位置运动的原因,但虚空并不是此种运动的原因,那么分离的虚空也就不会存在;然而虚空确实不是位置运动的原因;所以虚空不存在。对于这个假言推理,任何人都会同意其相联命题[大前提],而他潜在地通过如下方式证明其附加命题[小前提]:本性是位置运动的原因;虚空不是本性——他把这个命题当作显而易见的而略去——;所以虚空不是位置运动的原因。也可以假言地这样来确立小前提:如果对于物体由其自身而运动的位置移位而言,本性是其原因,那么虚空就不会是此类运动的原因;然而前者属实,因此后者成立。而本性是位置运动的原因,他从物体的自然倾向中清楚地证明了这一点。因为如果向上移位对火而言是合乎本性的,向下对土而言是合乎本性的,向中间对居间者而言是合乎本性的,那么显然本性而非虚空才是位置运动的原因。因此,有些人认为虚空是这种运动的原因,乃是徒劳的妄想。

§4.71

"Ἔτι εἰ ἔστι τι οἷον τόπος ἐστερημένος σώματος ἕως τοῦ οὐ γὰρ δὴ εἰς ἅπαν." Δείξας πρότερον, ὅτι ὡς ποιητικὸν τῆς κινήσεως οὐκ ἔστιν αἴτιον τὸ κενόν, ἐπειδὴ καὶ οἱ τιθέντες αὐτὸ οὐχ ὡς ποιητικὸν ἐτίθεσαν, ἀλλ’ ὡς τὸ ἐν ᾧ καὶ ὡς τόπον, ἐν ᾧ τὰ σώματα ἦν ἀνάγκη κινεῖσθαι καὶ δι’ οὗ κινεῖσθαι, εἰκότως μεταβὰς ἀποδείκνυσιν, ὅτι οὐδὲ οὕτως αἴτιον ἢ συναίτιόν ἐστι τὸ κενὸν ὡς τόπος, ἐν ᾧ κινεῖται τὸ κινούμενον καὶ μένει· εἰ γὰρ ἔστιν οἷον τόπος τις τὸ κενόν, προσειληφὼς τὸ κενὸν εἶναι παρὰ τὸν τόπον τῷ μηδὲν ἔχειν ἐν αὑτῷ σῶμα,2 ἀλλ’ ἐν στερήσει εἶναι ἐκείνου οὗ δεκτικόν ἔστιν, εἰ οὖν ἔστι τοιοῦτον ἄπειρόν τι ὡς λέγουσι, τὸ τεθὲν ἐν αὐτῷ σῶμα ποῦ οἰσθήσεται; ποίαν γὰρ διαφορὰν κινήσεως ἐνδώσει τὸ κενὸν κενὸν ὑπάρχον; οὔτε γὰρ τὴν ἄνω οὔτε τὴν κάτω ἀφωρισμένως· εἰ δὲ ἐπὶ πάντα ἅμα, ἢ διασπασθήσεται ἢ μονῆς ἂν μᾶλλον ἢ κινήσεως εἴη· μᾶλλον δὲ οὐδὲ μονῆς· τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε μενεῖ; τῷ δ’ αὐτῷ ἐπιχειρήματι καὶ ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τοῦ ἀπείρου λέγων ἐχρήσατο· εἰ γὰρ ἔσται σῶμα, φησί, ἄπειρον ὁμοειδὲς ὄν, ἔσται αὐτοῦ ἄπειρος ὁ οἰκεῖος τόπος, ὁ δὲ αὐτὸς καὶ ἑκάστου τῶν μορίων αὐτοῦ· ὁ γὰρ αὐτὸς κατὰ φύσιν τοῦ ὅλου καὶ τῶν μορίων. τὰ οὖν μόρια τοῦ ἀπείρου, ἐπεὶ ἄπειρος ὁ οἰκεῖος αὐτῶν τόπος, ἐπὶ ποῖον κινηθήσεται ἢ ἐν ποίῳ αὐτοῦ μέρει; οὔτε γὰρ ἐπὶ πᾶν αὐτὸ κινηθῆναι δύναται ἅμα (διασπασθήσεται γάρ) οὐδὲ ἐπὶ τόδε μᾶλλον ἢ τόδε. ὁμοίως δὲ οὐδὲ μένει. τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε; τὸ αὐτὸ οὖν ἄτοπον προσάγει καὶ τοῖς λέγουσιν ἄπειρον κενὸν ἐκεῖ μὲν ἀπὸ τῆς τῶν μερῶν τοῦ ἀπείρου πρὸς τὸ ὅλον ὁμοιότητος, ἐνταῦθα δὲ ἀπὸ τῆς τοῦ κενοῦ ἀδιαφορίας· ἀδιαφόρου γὰρ ὄντος τί μᾶλλον ἐπὶ τόδε ἢ τόδε κινηθήσεται τὸ ἐν αὐτῷ τεθέν;3 ὥστε οὐ μόνον οὐκ ἂν εἴη αἴτιον κινήσεως τὸ κενὸν ὡς τὸ ἐν ᾧ ἡ κίνησις, ἀλλὰ καὶ τοὐναντίον κωλυτικόν ἐστι καὶ τῆς κατὰ φύσιν κινήσεως τῶν σωμάτων, δῆλον δὲ ὅτι καὶ τῆς κατὰ φύσιν μονῆς· ἀδιαφόρου γὰρ ὄντος τί μᾶλλον ἐνταῦθα μὲν ἡ γῆ μένει, τὸ δὲ πῦρ πρὸς τὸ ἄνω;

“再者,如果存在某种如同剥夺了物体的场所之物”至“因为决不可能是向着一切方向。” 在先前指明了虚空并非作为运动的致动者而成为原因之后,既然设定虚空的人们本身也不是将其设定为致动者,而是将其设定为“运动在其中发生者”,并且设定为诸物体必然在其中运动并通过其运动的场所,因而他顺理成章地转而论证:即使作为被运动者在其中运动和静止的场所,虚空在这一层面上也既不是原因,亦非协动原因。因为如果虚空是某种类似于场所的东西——在此补充设定虚空不同于场所之处在于其自身中不含任何物体,而是处于对其所能接纳者的剥夺状态——,如果真如他们所言存在这样一个无限之物,那么被置于其中的物体将向何处运行呢?因为虚空作为虚空,能赋予运动以何种差别呢?因为它既不能明确地赋予向上,也不能明确地赋予向下;而如果同时向所有方向,它要么被撕裂,要么将处于静止而非运动之中;或者说,甚至也不会处于静止;因为为什么它留在这个地方而不是那个地方呢?他在第三卷谈论无限时也使用了同样的论证法:他说,如果存在一个同质的无限物体,它的本有场所将是无限的,其各个部分的场所也是同一个无限场所;因为全体与部分的自然场所是同一个。那么,由于无限物体的固有场所是无限的,它的各个部分将向哪个部分运动,或者在其哪个部分中运动呢?因为它们既不可能同时向其全部运动(因为会被撕裂),也不可能向这个部分运动胜过向那个部分运动。同样地,它们也不会静止。因为为什么在这一处留着胜过在那一处呢?因此,他也把同样的荒谬加诸那些主张无限虚空的人:在那一处是根据无限各部分对全体的相似性,而在这里则是根据虚空的无差别性;因为在无差别的情况下,置于其中的物体为什么向这里运动胜过向那里运动呢?因此,虚空不仅不可能作为“运动在其中发生者”而成为运动的原因,而且相反,它还会阻碍物体的自然运动,并且显而易见地也会阻碍其自然静止;因为在无差别的情况下,凭什么土留在此处,而火则奔向上方呢?

语法注3 条
  1. 4.70τούτου δὴ τοῦ ὑποθετικοῦ τὸ μὲν συνημμένον πᾶς ἂν ὁμολογήσειεν, τὴν δὲ πρόσληψιν δείκνυσι δυνάμει οὕτω

    此处使用了古希腊逻辑学术语。τοῦ ὑποθετικοῦ 指假言三段论整体;τὸ συνημμένον 指其大前提,即连接前件与后件的“相联命题(条件命题)”;τὴν πρόσληψιν 则指小前提(附加命题)。δυνάμει(“潜在地/含蓄地”)表明亚里士多德并未以完备的三段论形式明言,而是隐含地证明了这一小前提。

  2. 4.71προσειληφὼς τὸ κενὸν εἶναι παρὰ τὸν τόπον τῷ μηδὲν ἔχειν ἐν αὑτῷ σῶμα

    分词 προσειληφώς 的主语是亚里士多德。它是 προσλαμβάνω(作为补充设定/附加假定)的完成时分词,在结构上修饰前面的条件句 εἰ γάρ ἐστιν οἷον τόπος τις τὸ κενόν,补充指出了虚空有别于场所的定义特征(自身不含物体却具容纳能力)。παρὰ τὸν τόπον 意为“与场所不同/相区别”。

  3. 4.71ἀδιαφόρου γὰρ ὄντος τί μᾶλλον ἐπὶ τόδε ἢ τόδε κινηθήσεται τὸ ἐν αὐτῷ τεθέν;

    独立属格结构 ἀδιαφόρου γὰρ ὄντος(“因为虚空是无差别的”)修饰整个反问句。τί μᾶλλον ... ἢ ...(“为什么向这个运动胜过向那个运动?”)是古典反驳中用来指出理由不充分或对称无差别的标准句式。主语为带冠词的中性分词短语 τὸ ἐν αὐτῷ τεθέν(“置于其中的物体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:663.9-664.29