← 辛普里丘

亚里士多德《物理学》注释

§662.12-663.8

灰烬吸水证明虚空说的反驳与诸解法

辛普里丘补充了关于孔道增大的说明,阐发了亚里士多德对依据灰烬吸水证明虚空的第四个论证的反驳,并提出了欧德谟的解法与关于水自身收缩的己见,最后引述了斯特拉托对引力论证的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.69#2

οὐ πᾶν δὲ τὸ σῶμα πόρος ἐστίν, ἀλλ’ ὅπου νῦν πόρος, ἐκεῖνο γίνεται πλῆρες, καὶ τὸ νῦν πλῆρες ἀπορρέον ποροποιεῖται. Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος ὁ ἀπὸ τῆς τέφρας εἰσάγων τὸ κενόν, εἴπερ τὸ πλῆρες τέφρας ἀγγεῖον τοσοῦτον ὕδωρ ἐγχεόμενον τῇ τέφρᾳ δέχεται, ὅσον ἂν δέξηται καὶ κενὸν ὑπάρχον, (ἢ γὰρ σῶμα, φασί, διὰ σώματος χωρήσει, ὅπερ ἄτοπον, ἢ εἰς τὰ τῆς τέφρας κενὰ χωρηθήσεται τὸ ὕδωρ) καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία.1 φεύγοντες γὰρ τὸ σῶμα διὰ σώματος χωρεῖν ἀναγκασθήσονται τὴν τέφραν ἀσώματον λέγειν καὶ δι’ ὅλης κενόν, ἵνα δέξηται τὸ ἀγγεῖον τὸ αὐτὸ τοῦ ὕδατος ποσόν, ὅσον εἰ καὶ μὴ εἶχε τὴν τέφραν. εἰ γὰρ οὖσα σῶμα ἡ τέφρα δέχοιτο τὸ ἴσον ὕδωρ, ἀκολουθήσει καὶ οὕτως τὸ σῶμα διὰ σώματος χωρεῖν, ὅπερ φεύγοντες ὑπέθεντο τὸ κενόν, ὥστε διὰ τοῦ κενοῦ καὶ οὗτοι λύειν τὴν ἀπορίαν ἐπιχειροῦντες ὑπ’ αὐτοῦ πρὸς τὴν λύσιν ἐμποδισθήσονται· λύει δὲ τὴν τῆς τέφρας ἀπορίαν ὁ Εὔδημος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν λέγων ὅτι “ἐνδέχεται καὶ ἄνευ τῶν κενωμάτων συμβαίνειν τὸ λεγόμενον· θερμὸν γὰρ ἐν τῇ τέφρᾳ περιλαμβάνεσθαί τι δοκεῖ καθάπερ ἐν τῇ τιτάνῳ. δῆλον δέ· ἐπιχεομένου γὰρ ὕδατος ἀμφότερα ταῦτα καίει ἡ μὲν τίτανος αὐτή, ἐπὶ δὲ τῆς τέφρας τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ καίει τὰ σώματα. τούτου δὲ συμβαίνοντος ἀτμὶς ἀποπορεύεται πολλή, ὥστε μειοῦσθαι τοὺς ὄγκους διὰ τὴν ἀτμίδα”. ἀλλ’ εἰ καὶ μειοῦται, οὐ δήπου ἡ ὅλη τῆς τέφρας οὐσία δαπανᾶται. δυνατὸν οὖν οἶμαι καὶ τοῖς τὸ κενὸν ὑποτιθεμένοις καὶ τοῖς τὴν πύκνωσιν βοηθεῖν λέγοντα2 μὴ μόνα τὰ τῆς τέφρας κενὰ λύειν τὸ ζητούμενον, ἀλλὰ καὶ τὰ τοῦ ὕδατος συνιζάνειν, ὑπὸ τοῦ πλήρους τῆς τέφρας ὠθούμενα,3 ὥστε μὴ τὸν αὐτὸν ὄγκον ἴσχειν τῷ καθ’ αὑτὸ ὕδατι τὸ εἰς τὴν τέφραν ἐμβαλλόμενον. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης πρὸς τοὺς ἱστορηθέντας ὑπ’ αὐτοῦ τιθέναι τὸ κενὸν λόγους ἀντείρηκεν· ὁ δὲ Στράτων καὶ τὸν ἀπὸ τῆς ἕλξεως ἀναλύων “οὐδὲ ἡ ἕλξις, φησίν, ἀναγκάζει τίθεσθαι τὸ κενόν· οὔτε γὰρ εἰ ἔστιν ὅλως ἕλξις φανερόν (ὅτε καὶ Πλάτων αὐτὸς τὴν ἑλκτικὴν δύναμιν ἀναιρεῖν δοκεῖ) οὔτε εἰ ἔστιν ἡ ἕλξις, δῆλον, εἰ διὰ τὸ κενὸν ἡ λίθος ἕλκει καὶ μὴ δι’ ἄλλην αἰτίαν· οὐ γὰρ ἀποδεικνύουσιν ἀλλ’ ὑποτίθενται τὸ κενὸν οἱ οὕτω λέγοντες”.

但并非整个物体都是孔道,而是现在有孔道的地方会变成实满的,而现在实满的地方流出后便成为孔道。由于还有第四个论证,即根据灰烬而引入虚空的论据,既然盛满灰烬的器皿在将水注入灰烬时,所能容纳的水与它处于空虚状态时所能容纳的水一样多(因为他们说,要么物体将穿过物体,这是荒谬的;要么水将被容纳进灰烬的虚空之中),因此他说,对于这些人来说难题也反转了。因为他们为了避免物体穿过物体,将被迫说灰烬是非物体的并且通体都是虚空,以便该器皿能容纳与未盛灰烬时相同数量的水。因为如果灰烬作为物体而容纳了等量的水,那么即使如此,物体穿过物体这一结论仍将随之而来,而他们当初正是为了避免这一点才设定了虚空;以至于这些人试图通过虚空来解决难题,反而被虚空阻碍了难题的化解。而欧德谟在《物理学》第三卷中解除了关于灰烬的难题,他说:“即使没有空隙,所述现象也可能发生;因为灰烬中似乎也蕴藏着某种热量,正如在生石灰中那样。这很显然:因为当水倒上去时,这两者都会灼热,石灰本身会灼热,而在灰烬的情况下,经过灰烬滤过的水会灼伤物体。当这种情况发生时,大量的蒸汽逸散出去,从而容积由于蒸汽而减小。”但是,即使减小,灰烬的全部实体也绝不会消耗殆尽。因此我认为,也可以这样来帮助那些设定虚空的人以及那些主张凝结的人:不仅是灰烬中的虚空解决了所探究的问题,而且水中的虚空在受到灰烬充实部分的挤压时也会沉陷收缩,从而倒入灰烬中的水不会保持与单独存在的水相同的容积。这些就是亚里士多德针对他所记载的那些设定虚空的论证所提出的反驳;而斯特拉托在消解关于引力的论证时也说:“引力也并不迫使人设定虚空;因为不仅引力是否根本存在并不显然(既然柏拉图本人似乎也取消了吸引力),而且即使引力存在,磁石究竟是由于虚空还是由于其他原因而吸引也是不清楚的;因为这样说的人并没有证明虚空,而只是假定了虚空。”

语法注3 条
  1. 4.69Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος... καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία.

    该句的主干结构为“Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος ... καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία”,在由 Ἐπειδὴ 引导的原因从句中嵌套了 εἴπερ 条件从句和括号中的析取解释句(ἢ γὰρ σῶμα ... ἢ εἰς τὰ ...),随后通过 καὶ ... οὖν 引入主句,形成呼应。

  2. 4.69δυνατὸν οὖν οἶμαι καὶ τοῖς τὸ κενὸν ὑποτιθεμένοις καὶ τοῖς τὴν πύκνωσιν βοηθεῖν λέγοντα

    分词 λέγοντα 为阳性单数宾格,作为无人称句 δυνατὸν [ἐστί] 的不定式结构中未明示的逻辑主语(即“某人/我通过说……”,用宾格表示),后面的与格短语 τοῖς τὸ κενὸν ὑποτιθεμένοις 与 τοῖς τὴν πύκνωσιν 作支配与格的动词 βοηθεῖν 的宾语。

  3. 4.69ἀλλὰ καὶ τὰ τοῦ ὕδατος συνιζάνειν, ὑπὸ τοῦ πλήρους τῆς τέφρας ὠθούμενα

    τὰ τοῦ ὕδατος 为中性复数短语,承前指“水中的虚空/孔隙”,呼应前面的 τὰ τῆς τέφρας κενά;作不定式 συνιζάνειν 的宾格主语,被动分词 ὠθούμενα 与之保持性数格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:662.12-663.8