- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:661.16-662.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》214b3及以下的内容,指出论敌关于通过虚空附聚养料来实现增长的学说会导致自相矛盾(迫使物体相互穿透或使整个物体成为虚空),并解析了亚里士多德原文中的析取结构与插入成分所导致的文句晦涩。
" Ὅλως δὲ ὅ τε περὶ τῆς αὐξήσεως λόγος ἕως τοῦ ἐξ ὧν δεικνύουσι τὸ κενὸν εἶναι λύειν ῥᾴδιον, φανερόν." Εἰ μὲν ἀδιορίστως ἀκούοι τις τὴν αὔξησιν ἐπὶ τῶν εἰς μεῖζον μέγεθος ἐπιδιδόντων, ἀρκεῖ προφέρειν αὐτοῖς τὴν ἀπὸ ὕδατος εἰς ἀέρα μεταβολὴν καὶ ὅλως ἀπὸ τοῦ βραχυτέρου τῷ ὄγκῳ σώματος εἰς τὸ μεῖζον· εἰ δὲ ὡς ἐπὶ τῆς κυρίως αὐξήσεως τῆς γινομένης διὰ τὴν πρόσκρισιν τῆς τροφῆς, οὐκέτι ὑπὸ ἄλλων ἀνατραπήσονται λόγων οἱ τὸ κενὸν εἰσάγοντες διὰ τὴν τῆς τροφῆς πάροδον, ἀλλὰ τοῖς ἑαυτῶν πτεροῖς κατὰ τὴν παροιμίαν ἁλίσκονται,1 ἢ ὅπερ κυριώτερον ὁ Ἀριστοτέλης εἶπεν αὐτὸς ἑαυτὸν ὁ λόγος ἐμποδίζει· ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν τὴν περὶ τῆς τροφῆς, τὸ κενὸν εἰσάγει μὴ λύων ἀλλὰ μᾶλλον ἀπορωτέραν τὴν ἀπορίαν ποιῶν· εἰ γὰρ διούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς ἡ πρόσκρισις γίνεται καὶ οὕτως ἡ αὔξησις ἐπιτελεῖται, ὥς φασιν, ἢ οὐ διὰ σώματος γίνεται ἡ τροφή (καὶ τίς ἦν χρεία τῆς τοῦ κενοῦ ὑποθέσεως, ἣν ὑπέθεντο διὰ τὸ μὴ σῶμα διὰ σώματος χωρεῖν τὸ τρέφον διὰ τοῦ τρεφομένου;) ἢ εἰ σῶμα ἡ τροφή, ἢ οὐ κατὰ πᾶν μέρος τραφήσεται καὶ αὐξηθήσεται (ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· κατὰ πᾶν γὰρ μέρος τρέφεται καὶ αὔξεται τὰ σώματα) ἢ εἰ πάντῃ τρέφοιτο καὶ αὔξοιτο, ἤτοι σῶμα διὰ σώματος χωρήσει, ὃ φεύγοντες ὑπέθεντο τὸ κενόν, ἢ πᾶν ἔσται τὸ σῶμα κενόν, εἴπερ αὔξεται μὲν πᾶν, ἡ δὲ αὔξησις διὰ κενοῦ γίνεται, ὥστε μηκέτι σῶμα ἔχειν ἐν ἑαυτῷ κενόν, ἀλλ’ αὐτὸ κενὸν εἶναι· ὡς ταὐτὸν εἶναι σῶμά τε καὶ κενόν. ὥστε οἱ τὸ κενὸν ὑποτιθέμενοι οὐχ ὅτι ἔστι κενὸν δεικνύουσιν, ἀλλὰ τὴν περὶ τῆς τροφῆς ἀπορίαν κοινὴν οὖσαν λύειν ἐπιχειροῦντες διὰ τοῦ κενοῦ ἀπορωτέραν αὐτὴν ποιοῦσι· μεταξὺ δὲ τοῦ διαιρετικοῦ βαλὼν τὸ ἀπορίαν οὖν ἀξιοῦσι κοινὴν λύειν, ἀλλ’ οὐ κενὸν δεικνύουσιν ὡς ἔστιν, εἶτα τὸ λοιπὸν ἐπαγαγὼν2 τὸ ἢ πᾶν εἶναι τὸ σῶμα ἀναγκαῖον κενὸν ἀσάφειαν ὀλίγην ἐνεποίησε τῷ ῥητῷ. ταύτας δὲ τὰς ἀπορίας καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς πραγματείᾳ περὶ τῆς τροφῆς ἀπορήσας διέλυσε λέγων μὴ ὁτῳοῦν μέρει παντὶ προσγίνεσθαι, ἀλλὰ τὸ μὲν ὑπεκρεῖν τὸ δὲ προσέρχεσθαι· ὅταν δὲ πλέον ᾖ τὸ ἐπιρρέον τοῦ ἀπορρέοντος, τότε γίνεται αὔξησις. ὥσπερ ὅταν πλέον ᾖ τὸ ἀπορρέον τοῦ ἐπιρρέοντος γίνεται φθίσις· γίνεται μὲν γὰρ ἐν τοῖς τῶν σωμάτων πόροις ἡ τροφὴ καὶ ἐξομοιωθεῖσα προσφύεται.
“总的说来,关于增长的论证……直到‘用以证明存在虚空的那些论据是容易反驳的’,是清楚明白的。” 如果有人将增长无限定地理解为扩展成更大体量的事物,那么向他们指出由水到空气的转变,以及普遍而言由容积较小的物体向较大容积的转变就足够了。但如果是指严格意义上的、通过养料的附聚而发生的增长,那么那些为了养料的通过而引入虚空的人,就不再会被其他论证所推翻,而是如谚语所说“被自己的羽毛所捕获”,或者如亚里士多德更恰当地说的那样,这个论证自绊其足。因为为了解决关于养料的共同难题,它引入了虚空,却不仅未能解决难题,反而使之更为棘手。因为正如他们所说,如果附聚是通过养料穿过虚空而发生的,且增长是以这种方式完成的,那么要么养料并非穿过物体发生(那他们又何需设定虚空的假说呢?他们之所以做此假说,原本正是因为物体不能穿过物体,即滋养者不能穿过受滋养者);或者,如果养料是物体,要么它不会在每个部分都受到滋养和增长(这有悖于明见的事实,因为物体在每个部分都受到滋养和增长);或者,如果它在每一处都受到滋养和增长,要么物体穿过物体(为了避开这一点他们才设定了虚空),要么整个物体都将是虚空——既然整体都在增长,而增长是通过虚空发生的——以至于物体不再是在自身内部含有虚空,而是其自身就是虚空,从而物体与虚空成了同一事物。因此,设定虚空的人不仅没有证明虚空存在,反而在企图通过虚空来解决关于养料这一共同难题时,使难题变得更加难以索解。然而,他在析取判断的中间插入了“因此他们要求解决一个共同难题,却没有证明虚空存在”这一从句,随后又补上剩余的部分“或者必然整个物体都是虚空”,这给原文造成了些许晦涩。亚里士多德在《论生成与消灭》这部著作中也曾就养料提出这些难题并予以化解,指出附聚并非发生在任意每一个部分上,而是某些部分流出,另一些部分进入;当流入者多于流出者时,增长便发生,正如当流出者多于流入者时便发生消瘦衰竭那样;因为养料进入物体的孔道之中,并在同化之后与之紧密结合在一起。
- 4.69τοῖς ἑαυτῶν πτεροῖς κατὰ τὴν παροιμίαν ἁλίσκονται
成语“被自己的羽毛所捕获”(源自被用自己羽毛做成之箭射中的鸟的寓言),意指被自身提出的论据所反驳。紧接其后的 ἢ ὅπερ κυριώτερον ὁ Ἀριστοτέλης εἶπεν αὐτὸς ἑαυτὸν ὁ λόγος ἐμποδίζει(或者如亚里士多德本人更恰当地说的那样,这个论证自绊其足)将其与亚里士多德原文的具体表述对应并加以阐发。
- 4.69μεταξὺ δὲ τοῦ διαιρετικοῦ βαλὼν ... εἶτα τὸ λοιπὸν ἐπαγαγὼν
辛普里丘对亚里士多德原文(214b6–9)句法结构的分析。他指出亚里士多德在构造析取式(τὸ διαιρετικόν: ἢ ... ἢ ...)时,在第一选言肢与第二选言肢(“或者必然整个物体都是虚空”)之间插入了一句评注(“因此他们要求解决一个共同难题,却没有证明虚空存在”),这一插叙隔断了句法连贯性,从而在文本中造成了“些许晦涩”(ἀσάφειαν ὀλίγην)。
