← 辛普里丘

亚里士多德《物理学》注释

§659.29-661.15

基于压缩与增长对虚空的驳斥

针对亚里士多德驳斥基于压缩与增长来证明虚空存在的论证(214a32–214b1),辛普里丘解释了前者乃是更细微物体逸出所致的凝缩,并就以水变为空气的体积膨胀为例的增长概念及其与《论灵魂》的表观分歧,探讨并评述了亚历山大的解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.67

" Ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἕως τοῦ οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα." Δεύτερος ἦν λόγος τῶν δοκούντων δεικνύναι, ὅτι ἔστι τὸ κενόν, ὁ ἀπὸ τῆς πιλήσεως. οὗ παράδειγμα ἦν τὸ κατὰ τοὺς ἀσκούς, οὓς ὁ πίθος δέχεται μετὰ τοῦ οἴνου διὰ τὴν τοῦ οἴνου πίλησιν οὐδὲν ἄλλο οὖσαν ἢ συνίζησιν εἰς τὰ ἐνυπάρχοντα κενά. λέγει οὖν πρὸς τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀνάγκη τὸ πιλούμενον τῷ κενὰ ἔχειν ἐν ἑαυτῷ εἰς αὐτὰ συστελλόμενον πυκνοῦσθαι.1 δύναται γὰρ ἐκθλιβομένου καὶ ἐκπυρηνιζομένου λεπτοτέρου τινὸς σώματος συνιζάνειν τὰ λοιπὰ μόρια εἰς ὄγκον ἐλάττονα. καὶ γίνεται ἡ πίλησις ἐξιόντος μὲν τοῦ λεπτομερεστέρου καὶ ἀραιοτέρου οἷον ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ ὅλως τῶν λεπτοτέρων ἀπὸ τῶν παχυτέρων, τοῦ δὲ παχυμερεστέρου συνιζάνοντος. διὸ οὐ μόνον βραχύτερον τῷ ὄγκῳ ἐστὶ τὸ πυκνούμενον, ἀλλὰ καὶ τῇ ὅλῃ οὐσίᾳ παχυμερέστερον· τὸ δὲ ἐκπυρηνίζειν εἴρηται ἀπὸ τῶν τοὺς πυρῆνας τῶν ἐλαιῶν τοῖς δακτύλοις συμπιλουμένους ἐξακοντιζόντων διὰ τὸ μυουρίζον σχῆμα.

“并且凝缩也可能不是进入虚空……直到‘正如水被压挤时挤出其中含有的空气那样’。” 那些看似证明虚空存在的论证中的第二个,是基于压缩的论证。其例证就是关于皮囊的例子:由于酒的压缩——这无非是向内部存在的虚空塌缩——大酒坛能够容纳酒连同皮囊。因此,他针对这一论证指出,被压缩的物体通过自身具有虚空并向其中收缩而变密,这并非必然。因为当某种更细腻的物体被挤压和弹射出去时,剩余的各部分完全可能塌缩成更小的体积。当构成更细微、更稀疏的物体(例如空气、火、水,以及普遍而言较致密者中的较细腻者)逸出,而构成较粗大的部分塌缩时,压缩便发生了。因此,被凝缩之物不仅在体积上变小,而且在其整个实体上也变得更为粗实。“弹射”这一说法源自于人们用手指夹压橄榄核时,因其渐细的形状而将其射出的情形。

§4.68

"Καὶ αὔξεσθαι οὐ μόνον εἰσιόντος τινός, ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γένοιτο ἀήρ." Τρίτος ἦν λόγος ἀπὸ τῆς αὐξήσεως δεικνύς, ὅτι ἔστι τὸ κενὸν διά τινος συνημμένου τοιοῦδε ‘εἰ ἔστιν αὔξησις, ἔστι τὸ κενόν, ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον’, κατασκευάζων δὲ τὸ συνημμένον ἐκ τοῦ τὴν τροφὴν διοδεύουσαν διὰ κενοῦ προστίθεσθαι τοῖς τρεφομένοις διὰ τὸ μὴ σῶμα διὰ σώματος χωρεῖν. λέγει οὖν μὴ εἶναι ἀναγκαῖον πάντως, εἴ τι αὔξεται εἰσιόντος τινὸς σώματος, καὶ προσκρινόμενον αὔξεσθαι.2 πολλὰ γὰρ αὔξεται καὶ μείζω γίνεται πρὸς τὸν ὄγκον ἐξ ἐλαττόνων, οὐ προσκρινομένου τινὸς αὐτοῖς, ἀλλὰ ἀλλοιούμενα καὶ μεταβάλλοντα εἴς τι τῶν λεπτομερεστέρων σωμάτων, ὡς ὅταν ἐξ ὕδατος ἀὴρ γένηται. μείζων γὰρ ὄγκος ὁ τοῦ γενομένου ἀέρος ἐκ τοῦ ὕδατος ἐκείνου τοῦ ὕδατος, ἐξ οὗ γέγονεν ἀήρ. ὥστε οὐκ ἀληθὲς τὸ εἰ ἔστιν αὔξησις, ἔστι κενόν. ἐν δὴ τούτοις τὸ μὲν ἀλλοίωσιν εἰπεῖν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολήν, καίτοι γένεσιν μὲν οὖσαν ἀέρος φθορὰν δὲ ὕδατος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῆς αὐξήσεως πλειονός ἐστιν ἐπιστάσεως ἄξιον. πρῶτον μὲν πῶς ἐπὶ τῶν ἀψύχων αὔξησιν εἶναί φησι καὶ πῶς τροφῆς χωρὶς αὐξάνεσθαι λέγει, καίτοι αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς σαφῶς λέγων ὅτι μόνα αὔξεται τὰ τρεφόμενα, τρέφεται δὲ τὰ ἔμψυχα; τὰ γὰρ τῆς φυτικῆς μετέχοντα ψυχῆς ταῦτα τρέφεσθαί τε καὶ αὔξεσθαι μόνα φησί. πῶς οὖν καὶ χωρὶς τροφῆς εἰσιούσης νῦν αὔξεσθαί φησιν; ἵνα τὸ ἑκατέρωθεν ἐπαγόμενον ἄτοπον ἐκφύγῃ τῆς ἐρωτήσεως τῆς λεγούσης, ἢ διὰ πλήρους ἢ διὰ κενοῦ διιέναι τὴν τροφήν· λύων δὲ ταύτας τὰς ἐνστάσεις ὁ Ἀλέξανδρος “διὰ τὸ μήπω δῆλον εἶναι, φησί, πῶς τοῖς τρεφομένοις καὶ αὐξομένοις ἡ πρόσκρισις γίνεται, καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, περὶ ὧν ἐν τοῖς Περὶ γενέσεως ζητήσει τε καὶ διαιρήσει, καὶ δείξει πῶς ἡ αὔξησις γίνεται καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, διὰ τοῦτο νῦν κοινότερον τὴν αὔξησιν λαβὼν οὕτως ἐνέστη τῇ ἀπὸ ταύτης κατασκευῇ τοῦ κενοῦ.” ἀλλ’ εἰ πρὸς αὔξησιν ὅλως καὶ τροφὴν ὑπήντα, πῶς εἶχε λόγον παρὰ θύρας ἀπαντᾶν, κἂν μήπω περὶ τούτων ἐδίδαξε; μήποτε οὖν ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ὑπήντησεν, ὡς ἀδιορίστως πάσης κινήσεως αἴτιον λεγόντων τὸ κενόν εἶτα καὶ ὡς τῆς κατὰ τόπον κινήσεως, οὕτω καὶ νῦν πρῶτον μὲν ὑπαντᾷ ὡς αὔξησιν τὴν ὁποιανοῦν ἐπίδοσιν λεγόντων καὶ δείκνυσιν ὅτι δυνατὸν εἰς μεῖζον ἐπιδιδόναι μέγεθος καὶ μὴ κατὰ διάδοσιν τροφῆς, εἶτα οὕτως ἐφεξῆς ὡς μαθησόμεθα τὴν κυρίως αὔξησιν τὴν κατὰ διάδοσιν τροφῆς ὑποθέμενος λέγειν αὐτοὺς καὶ ἀπὸ ταύτης τὴν ἀπορίαν τοῦ λόγου κινεῖν, περιτρέπειν αὐτοῖς πειρᾶται τὴν ἀπορίαν λέγων·3

“并且增长不仅发生在有某物进入时,也可通过质变发生,例如由水生成空气。” 第三个论证是基于增长来证明虚空存在的论证,它依赖如下假言推论:“如果存在增长,就存在虚空;但确实有前者,因此有后者”,并通过如下理由来确立这一假言命题:由于物体不能穿过物体,养料必须穿过虚空才能添加至受滋养者。因此他指出,即使某物随着某种物体的进入而增长,它也绝非必然通过附聚而增长。因为许多事物并不是通过某种东西附聚于其上,而是通过自身发生质变并转化成某种构成更为细微的物体,从而由较小者在体积上增长并变得更大,正如从水生成空气时那样。因为从水生成的空气的体积,大于生成空气的那部分水的体积。因此,“如果存在增长,就存在虚空”并不是真的。在这些说法中,把从水到空气的转变称为质变,尽管这本是空气的生成和水的消灭,这并不令人奇怪;但关于增长的说法则值得更多的注意。首先,他怎么能说无生命物中存在增长,又怎么能说无需养料就能增长呢?尽管他自己在《论灵魂》中明确说过,只有受滋养的事物才会增长,而受滋养的是有生命物。因为他说,只有分有植物性灵魂的事物才受滋养并增长。那么,他现在怎么又说无需养料进入也能增长呢?难道是为了避开那个假定养料要么穿过实满要么穿过虚空的问题所必然从两方面带来的荒谬吗?在化解这些质疑时,亚历山大说:“由于在受滋养和增长的事物中附聚如何发生,以及究竟是什么在增长——是形式还是质料——尚未明了,对于这些他在《论生成》中将进行探讨和区分,并说明增长如何发生以及增长的究竟是形式还是质料,正是为此,他现在从更通泛的意义上来理解增长,从而反驳了由之确立虚空的论据。”但是,如果他完全是在应对增长和养料,即使尚未就这些讲授过,他又有什么理由给出不切题的回应呢?难道不是这样吗:正如在关于运动的论证中,他首先针对他们无限定地称虚空为一切运动的原因予以驳斥,接着又针对作为处所运动的原因予以驳斥,同样地,在当前这里,他也首先针对他们将任何一种增大都称为增长予以驳斥,并表明即便不通过养料的输送也能够扩展成更大的体量;随后,正如我们将学到的那样,假定他们指的是严格意义上的增长,即通过养料输送的增长,并由此引发论证的困难,进而试图将困难逆转回他们身上,说道:

语法注3 条
  1. 4.67οὐκ ἀνάγκη τὸ πιλούμενον τῷ κενὰ ἔχειν ἐν ἑαυτῷ εἰς αὐτὰ συστελλόμενον πυκνοῦσθαι

    带冠词不定式短语 τῷ κενὰ ἔχειν 作表示方式或原因的与格,分词 συστελλόμενον 与主格性质的宾语 τὸ πιλούμενον 一致。全句由无人称句式 οὐκ ἀνάγκη 支配带宾语的不定式结构(宾语为 τὸ πιλούμενον,不定式为 πυκνοῦσθαι)。

  2. 4.68μὴ εἶναι ἀναγκαῖον πάντως, εἴ τι αὔξεται εἰσιόντος τινὸς σώματος, καὶ προσκρινόμενον αὔξεσθαι

    受 λέγει ... μὴ εἶναι ἀναγκαῖον 支配,条件从句 εἴ τι αὔξεται... 插入在前,紧随其后的 καὶ προσκρινόμενον αὔξεσθαι 作实质上的主语不定式短语。καί 呼应条件从句,起强调作用(“也”或“必定”)。

  3. 4.68μήποτε οὖν ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ὑπήντησεν ... οὕτω καὶ νῦν ... περιτρέπειν αὐτοῖς πειρᾶται τὴν ἀπορίαν λέγων

    由 μήποτε 引导的表示委婉断定的长疑问句(“难道不是……吗?”)。其骨架在 ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ... εἶτα ... 与 οὕτω καὶ νῦν πρῶτον μὲν ... εἶτα ... 之间构成对称呼应,主句的核心动词是句末的 πειρᾶται 以及伴随分词 λέγων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:659.29-661.15