← 辛普里丘

亚里士多德《物理学》注释

§64.6-66.3

小于半圆的月牙形求积证明

辛普里修斯引用欧德谟,阐释了在外圆弧小于半圆时希波克拉底对月牙形的化为方,并补充了辅助性的几何作图与定理证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#6

“Εἰ δὲ ἐλάττων ἡμικυκλίου εἴη, προγράψας τοιόνδε τι ὁ Ἱπποκράτης τοῦτο κατεσκεύασεν· ἔστω κύκλος οὗ διάμετρος ἐφ’ ᾗ [ἡ] ΑΒ, κέντρον δὲ αὐτοῦ ἐφ’ ᾧ Κ· καὶ ἡ μὲν ἐφ’ ᾗ ΓΔ δίχα τε καὶ πρὸς ὀρθὰς τεμνέτω τὴν ἐφ’ ᾗ ΒΚ· ἡ δὲ ἐφ’ ᾗ ΕΖ κείσθω ταύτης μεταξὺ καὶ τῆς περιφερείας ἐπὶ τὸ Β νεύουσα τῶν ἐκ τοῦ κέντρου ἡμιολία οὖσα δυνάμει.1 ἡ δὲ ἐφ’ ᾗ ΕΗ ἤχθω παρὰ τὴν ἐφ’ ᾗ ΑΒ. καὶ ἀπὸ τοῦ Κ ἐπεζεύχθωσαν ἐπὶ τὰ Ε Ζ. συμπιπτέτω δὲ ἐκβαλλομένη ἡ ἐπὶ τὸ Ζ ἐπιζευχθεῖσα τῇ ἐφ’ ᾗ ΕΗ κατὰ τὸ Η καὶ πάλιν ἀπὸ τοῦ Β ἐπὶ τὰ Ζ Η ἐπεζεύχθωσαν. φανερὸν δὴ ὅτι ἡ μὲν ἐφ’ ᾗ ΕΖ ἐκβαλλομένη ἐπὶ τὸ Β πεσεῖται (ὑπόκειται γὰρ ἡ ΕΖ ἐπὶ τὸ Β νεύουσα), ἡ δὲ ἐφ’ ᾗ ΒΗ ἴση ἔσται τῇ ἐφ’ ᾗ ΕΚ.” Τοῦτο δὲ ἴσως μὲν ἄν τις καὶ προχειρότερον δείξειεν, ἐμοὶ δὲ ἐκ τῶν προωμολογημένων οὕτως ἐπῆλθεν δεῖξαι. ὑπόκειται ἡ ΔΓ τὴν ΒΚ δίχα τε καὶ πρὸς ὀρθὰς τέμνειν. ἐπὶ τῆς ΔΓ ἄρα τὸ κέντρον ἐστὶ τοῦ περὶ τὸ τραπέζιον γραφησομένου κύκλου διὰ τὸ πόρισμα τοῦ πρώτου θεωρήματος τοῦ ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. ἐπειδὴ δὲ παράλληλός ἐστιν ἡ ΕΗ τῇ ΚΒ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἡ ΓΔ, τὰς ἐντὸς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιεῖ διὰ τὸ κθ τοῦ πρώτου. ὀρθαὶ δὲ αἱ πρὸς τῷ Γ. ὀρθαὶ ἄρα καὶ αἱ πρὸς τῷ Δ. ἡ οὖν ΓΔ 〈ἡ〉 διὰ τοῦ κέντρου τὴν ΕΗ [μὴ διὰ τοῦ κέντρου] πρὸς ὀρθὰς τέμνουσα καὶ δίχα τέμνει διὰ τὸ τρίτον τοῦ τρίτου τῶν Στοιχείων. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΗ τῇ ΔΕ, κοινὴ δὲ ἡ ΔΖ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Δ, καὶ βάσις ἄρα ἡ ΖΗ βάσει τῇ ΖΕ ἴση. ἀλλὰ καὶ ἡ ΒΖ τῇ ΖΚ ἐστὶν ἴση, διότι καὶ ἡ ΒΓ τῇ ΓΚ, κοινὴ δὲ ἡ ΓΖ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Γ. ἐπεὶ οὖν δύο αἱ ΗΖ ΖΒ δυσὶ ταῖς ΚΖ ΖΕ ἴσαι καὶ γωνίαι αἱ κατὰ κορυφὴν ἴσαι, καὶ βάσις ἡ ΗΒ βάσει τῇ ΕΚ ἴση. “Περιγεγράφθω δὴ περὶ τὸ ΕΖΗ τρίγωνον τμῆμα κύκλου [τὸ ΕΖΗ] ὅμοιον ἑκάστῳ τῶν ΕΚ ΚΒ ΒΗ τμημάτων.” “Τούτων οὖν οὕτως ἐχόντων τὸ τραπέζιόν φημι ἐφ’ οὗ ΕΚΒΗ περιλήψεται κύκλος. τὸ μὲν γὰρ ΕΚΗ τρίγωνον περιλήψεται κύκλος· ἔχομεν γὰρ ἐν τῷ πέμπτῳ τοῦ τετάρτου τῶν Στοιχείων περὶ τὸ δοθὲν τρίγωνον κύκλον περιγράψαι. “ἐὰν οὖν δείξω τῇ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Κ ἴσην τὴν ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Β, δῆλον ὅτι τὸ γραφόμενον τμῆμα κύκλου διὰ τοῦ ΕΚΗ ἥξει καὶ διὰ τοῦ Β, καὶ περιλήψεται κύκλου τμῆμα τὸ τραπέζιον.” ὅπερ τμῆμα καὶ τὸ τρίγωνον περιέξει τὸ ἐφ’ οὗ ΕΖΗ. ληφθέντος οὖν κέντρου οἷον τοῦ Λ καὶ ἐπιζευγνυμένων τῶν ΛΕ ΛΗ ΛΚ ΛΒ, ἐπειδὴ ἰσοσκελές ἐστι τὸ ΕΛΗ τρίγωνον (ἐκ κέντρου γὰρ ἴσαι), 〈ἴσαι〉 εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι ἡ ὑπὸ ΛΗΕ τῇ ὑπὸ ΛΕΗ διὰ τὸ πέμπτον τοῦ πρώτου τῶν Εὐκλείδου. ἔστι δὲ ἡ ὑπὸ ΒΗΕ ἴση τῇ ὑπὸ ΚΕΗ, διότι καὶ ἡ ΕΒ ἴση τῇ ΚΗ ὡς ἐδείχθη. καὶ ὅλη ἄρα ἡ ὑπὸ ΒΗΛ ὅλῃ τῇ ὑπὸ ΚΕΛ ἐστὶν· ἔστι δὲ καὶ ἡ ΚΕ τῇ ΒΗ ἴση. καὶ βάσις ἄρα ἡ ΚΛ τῇ ΛΒ ἴση ἐστίν·2 ἴση ἄρα τῇ ἀπὸ τοῦ κέντρου τῇ ΛΚ ἡ ΛΒ. γεγράφθω οὖν τὸ τμῆμα. “Τούτων οὕτως ἐχόντων ὁ γενόμενος μηνίσκος οὗ ἐκτὸς περιφέρεια ἡ ΕΚΒΗ ἴσος ἔσται τῷ εὐθυγράμμῳ τῷ συγκειμένῳ ἐκ τῶν τριῶν τριγώνων τῶν ΒΖΗ ΒΖΚ ΕΚΖ. τὰ γὰρ ἀπὸ τῶν εὐθειῶν ἐφ’ αἷς ΕΖ ΖΗ ἀφαιρούμενα ἐντὸς τοῦ μηνίσκου ἀπὸ τοῦ εὐθυγράμμου τμήματα ἴσα ἐστὶ τοῖς ἐκτὸς τοῦ εὐθυγράμμου τμήμασιν ἀφαιρουμένοις ὑπὸ τῶν ΕΚ ΚΒ ΒΗ. ἑκάτερον γὰρ τῶν ἐντὸς ἡμιόλιόν ἐστιν ἑκάστου τῶν ἐκτός. ἡμιολία γὰρ ὑπόκειται ἡ ΕΖ τῆς ἐκ τοῦ κέντρου, τουτέστι τῆς ΕΚ καὶ ΚΒ καὶ ΒΗ.” ἐδείχθη γὰρ καὶ αὕτη ἴση τῇ ΕΚ.

“如果[外圆弧]小于半圆,希波克拉底先作出如下图形,然后构造了这一点:设有一圆,其直径为ΑΒ,其圆心为Κ;令ΓΔ垂直平分ΒΚ;令ΕΖ位于此线与圆周之间,趋向于Β,且在二次方上为半径的一倍半。令ΕΗ平行于ΑΒ引出。从Κ向Ε与Ζ连接各线。令连接到Ζ的线延长后与ΕΗ相交于Η,再从Β向Ζ与Η连接各线。显然,ΕΖ延长后将落在Β上(因为假定ΕΖ趋向于Β),而ΒΗ将等于ΕΚ。” 对此也许有人能更简捷地证明,但在我看来根据前述公认之点可以如下证明:假定ΔΓ垂直平分ΒΚ。因此,根据欧几里得《原本》第三卷第一定理的系理,围绕梯形所作之圆的圆心在ΔΓ上。既然ΕΗ平行于ΚΒ,且ΓΔ落于其上,根据第一卷第二十九定理,它使同旁内角等于两直角。而在Γ处的角是直角。因此在Δ处的角也是直角。因此,过圆心的ΓΔ垂直于[不过圆心的]ΕΗ,也平分它,根据《原本》第三卷第三定理。既然ΔΗ等于ΔΕ,ΔΖ是共有的,且在Δ处的角是直角,所以底边ΖΗ也等于底边ΖΕ。但ΒΖ也等于ΖΚ,因为ΒΓ也等于ΓΚ,ΓΖ是共有的,且在Γ处的角是直角。既然两边ΗΖ与ΖΒ等于两边ΚΖ与ΖΕ,且对顶角相等,所以底边ΗΒ也等于底边ΕΚ。 “那么,围绕三角形ΕΖΗ外接一个圆弓形[ΕΖΗ],使其相似于弓形ΕΚ、ΚΒ、ΒΗ中的每一个。” “既然这些情况如此,我主张一个圆将包容梯形ΕΚΒΗ。因为一个圆将包容三角形ΕΚΗ;我们在《原本》第四卷第五定理中已经有了围绕给定三角形外接圆的方法。“那么,如果我证明从圆心到Β的[线段]等于从圆心到Κ的[线段],显然,通过Ε、Κ、Η所作的圆弓形也将通过Β,而一个圆弓形将包容该梯形。” 该弓形也将包含三角形ΕΖΗ。因此,若取一个圆心如Λ,并连接ΛΕ、ΛΗ、ΛΚ、ΛΒ,既然三角形ΕΛΗ是等腰三角形(因为从圆心出发的线相等),根据欧几里得第一卷第五定理,底角角ΛΗΕ等于角ΛΕΗ。而角ΒΗΕ等于角ΚΕΗ,因为正如所证明的,ΕΒ也等于ΚΗ。因此整个角ΒΗΛ也[等于]整个角ΚΕΛ。并且ΚΕ也等于ΒΗ。因此底边ΚΛ也等于ΛΒ;因此ΛΒ等于从圆心出发的线段ΛΚ。那么,设该弓形已被作出。 “既然这些情况如此,所产生的以外圆弧为ΕΚΒΗ的月牙形,将等于由三个三角形ΒΖΗ、ΒΖΚ、ΕΚΖ所组成的直线图形。因为由直线ΕΖ与ΖΗ在月牙形内部从直线图形切下的诸弓形,等于由ΕΚ、ΚΒ、ΒΗ在直线图形外部切下的诸弓形。因为内部的每一个弓形都是外部每一个弓形的一倍半。因为假定ΕΖ是半径(即ΕΚ、ΚΒ与ΒΗ)的一倍半。”因为此线[ΒΗ]也被证明等于ΕΚ。

语法注2 条
  1. 1.11τῶν ἐκ τοῦ κέντρου ἡμιολία οὖσα δυνάμει

    ἡμιολία(一倍半的)带属格补足语 τῶν ἐκ τοῦ κέντρου(诸半径),而与格 δυνάμει(在二次方上)限定了该比例成立的维度(即在直线的正方形面积上,而非线段长度本身)。

  2. 1.11καὶ ὅλη ἄρα ἡ ὑπὸ ΒΗΛ ὅλῃ τῇ ὑπὸ ΚΕΛ ἐστίν·

    句末省略了表语形容词 ἴση。由前文并列的等量关系(ἴσαι εἰσὶν... 和 ἔστι δὲ ἡ ὑπὸ ΒΗΕ ἴση...)可知,此处必须补入“相等的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:64.6-66.3