- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:658.21-659.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德对早期学派“若有运动则有虚空”这一论证的反驳,指出即便没有虚空,质变以及物体间的相互对换(如旋转和液体运动)依然能够发生。
" Οὐδεμία δὲ ἀνάγκη ἕως τοῦ ὥσπερ ἐν ταῖς τῶν ὑγρῶν." Διακρίνας τὸ τοῦ ὀνόματος τοῦ κενοῦ σημαινόμενον, ὅτι ἔστι διάστημα καὶ τόπος ἐστερημένος σώματος, λοιπὸν ὅτι μὴ ἔστι τοῦτο μήτε χωριστὸν μήτε ἀχώριστον προτίθεται δεῖξαι. καὶ πρῶτον τοὺς ἐπιχειροῦντας λόγους εἰσάγειν τὸ κενὸν ὅτι μηδὲν ἔχουσιν ἀναγκαῖον δείκνυσι· καὶ πρῶτον τὸν πρῶτον ἐρωτηθέντα1 καὶ τῶν ἄλλων δοκοῦντα πραγματειωδέστερον, ὃς ἔλεγεν, εἰ ἔστι κίνησις, ἔστι τὸ κενόν. καὶ νῦν μὲν ὅτι οὐκ ἀναγκαίως ἠρώτηται δείκνυσιν, ὀλίγον δὲ ὕστερον ὅτι καὶ πᾶν τοὐναντίον, εἰ ἔστι κίνησις, οὐκ ἔστι κενόν, καὶ εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. νῦν δὲ τέως μὲν ἀπὸ τοῦ ἀδιορίστου τὸν λόγον ἐλέγχει· εἰ γὰρ καὶ ἔστι κινήσεως αἴτιον τὸ κενόν, οὔτι γε πάσης· οὐ γὰρ δὴ καὶ ἀλλοιώσεως· δύναται γάρ τι θερμαίνεσθαι καὶ λευκαίνεσθαι καὶ ὅλως ἀλλοιοῦσθαι καὶ πλῆρες ὂν καὶ μηδὲν προσδεόμενον κενοῦ. καὶ μέμφεται Μελίσσῳ ἀδιορίστως ἀκίνητον τὸ πᾶν λέγοντι διὰ τὸ μὴ εἶναι τὸ κενόν. ἀγνοῆσαι γὰρ δοκεῖ, ὅτι ἀλλοίωσιν οὐδὲν ἐκώλυεν εἶναι, κἂν μὴ ᾖ κενόν. ποῖον δὲ πᾶν ὁ Μέλισσος ἀκίνητον ἔλεγε διὰ τὸ μὴ εἶναι κενόν, εἴρηται πρότερον. ἔδει οὖν, εἴπερ ἄρα, ἐρωτᾶν ‘εἰ ἔστιν ἡ κατὰ τόπον κίνησις, ἔστι κενόν’, ἀλλὰ μὴ ἁπλῶς ‘εἰ ἔστι κίνησις’. ᾐτιάσατο δὲ τοῦτο Μελίσσου ὡς ἄν τις εἴποι τὸ παρόραμα καὶ ἐν τῷ πρώτῳ βιβλίῳ λέγων “ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη;” λύσας οὖν τὸ συνημμένον διὰ τῆς τοῦ ἀδιορίστου ἐρωτήσεως,2 ἑξῆς δείκνυσιν, ὅτι οὐδὲ τῆς κατὰ τόπον κινήσεως αἴτιον τὸ κενόν· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα, καὶ οὕτω κινεῖσθαι κατὰ τόπον τοὺς ἀλλήλων τόπους ἀμείβοντα καὶ μηδενὸς ὄντος κενοῦ, ὅπερ εἶπε κεχωρισμένον διάστημα, τουτέστι τὸ μὴ σώματος ὂν ἀλλ’ αὐτοῦ καθ’ αὑτό. καὶ ὅτι δυνατὸν τοῦτο, ἔδειξεν ἐπὶ τῶν περιδινουμένων καὶ τὸν αὐτὸν ἀεὶ τόπον κατεχόντων συνεχῶν σωμάτων· καὶ γὰρ οἱ στρόμβοι κινοῦνται κατὰ τόπον οὐ δεόμενοι κενοῦ· καὶ τὸ ὕδωρ, ὅταν ἐν τῷ ἀγγείῳ κινῆται περιφερόμενον, τὸ μὲν ὅλον τὸν αὐτὸν κατέχει τόπον, τὰ δὲ μόρια αὐτοῦ ἀλλήλοις ἀντιμεθίσταται κινούμενα τοπικῶς. καὶ οὔτε κενὸν προσλαμβάνει οὔτε σῶμα διὰ σώματος χωρεῖ. ἐχρήσατο δὲ τούτῳ τῷ παραδείγματι καὶ ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς τὸ τοῦ Μελίσσου ἀκίνητον ὑπαντῶν· ἀλλ’ ἴσως ἄν τις λέγοι τὰ τοιαῦτα μηδὲ κινεῖσθαι κατὰ τόπον καθ’ ἡμᾶς, ὅσα τὸν αὐτὸν φυλάττει τόπον κατὰ τὴν ὁλότητα, εἴπερ καὶ τὸν ὅλον οὐρανὸν ἀκίνητον κατὰ τόπον λέγομεν· καὶ μέντοι ἐπὶ τούτων μόνων δόξει τὸ κενὸν μὴ εἶναι αἴτιον τῆς κατὰ τόπον κινήσεως τῶν κατὰ τὸ ὅλον ἐν τῷ αὐτῷ τόπῳ μενόντων ἀεί. προσφυέστερον οὖν ἐστι τὸ τοῦ Στράτωνος παράδειγμα ταύτας τὰς ὑπονοίας ἐκφεῦγον· ἐὰν γὰρ εἰς ἀγγεῖόν τις πεπληρωμένον ὕδατος ψηφῖδα ἐμβαλὼν καταστρέψῃ τὸ ἀγγεῖον ἐπὶ στόμα ἐπέχων τὴν ἔκροιαν,3 ἡ ψηφὶς ἐπὶ τὸ στόμα τοῦ ἀγγείου φέρεται ἀντιμεθισταμένου τοῦ ὕδατος εἰς τὸν τῆς ψήφου τόπον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν νηχομένων συμβαίνει καὶ ἰχθύος καὶ οὑτινοσοῦν. ἐρεῖ δὲ καὶ αὐτὸς Ἀριστοτέλης πλείονα περὶ ταύτης τῆς ἀντιμεταστάσεως.
“绝无必然性……直到‘正如在液体的那些之中那样’。” 在区分了虚空这一名称的含义——即它是被剥夺了物体的延伸和处所——之后,他接下来着手证明,这无论作为可分离的还是作为不可分离的都不存在。首先,他指出那些试图引入虚空的论证并不包含任何必然性;并且首先探讨了那个最先被提出且看来比其余论证更切中实质的论证,该论证声称“如果存在运动,就存在虚空”。现在他表明这一前提的提出并非必然,而在稍后他将表明完全相反的事实:“如果存在运动,就没有虚空”,以及“如果存在虚空,就没有运动”。但目前,他暂且从这一命题缺乏限定这一角度来驳斥该论证。因为即使虚空是运动的原因,也绝不是一切运动的原因;因为它显然不是质变的原因。因为某物即便处于充满状态且丝毫不需虚空,也能够变热、变白以及发生普遍的质变。他责备了麦里梭无限定地宣称由于没有虚空整个宇宙便是不动的;因为麦里梭似乎未曾认识到,即使没有虚空,也丝毫不妨碍质变的存在。麦里梭所谓由于没有虚空而不可动摇的“全”,究竟是指什么,此前已经述及。因此,如果要提出论题,本应当问“如果存在处所运动,就存在虚空”,而不应当单单问“如果存在运动”。他在第一卷中也指责了麦里梭的这一疏忽(若可如此称呼的话),说道:“那么质变为何不可能存在呢?”由此,在通过指出前提缺乏限定而瓦解了这一假言命题之后,他接下来证明,虚空甚至也不是处所运动的原因。因为物体彼此之间能够发生对换,从而即便全然不存在虚空——即他所说的分离的延伸,也就是不属于物体而是自身独立的延伸——物体也能通过互换彼此的处所而在处所中如此运动。而他在那些旋转并始终占据同一处所的连续物体上展示了这种可能性;因为陀螺无需虚空即可发生处所运动;水在器皿中旋转运动时,作为整体占据着同一处所,而其各部分在处所运动中彼此对换。它既不引入虚空,物体也不穿过物体。他在第一卷中针对麦里梭的不动说也曾使用过这一例证。不过,或许有人会说,这类在整体上保持同一处所的事物,按照我们的观点甚至根本算不上在处所中运动,如果我们把整个天空也称为在处所上不动的话;而且事实上,虚空不是处所运动的原因这一点,似乎只适用于那些作为整体始终留在同一处所中的事物。因此,斯特拉图的例子更为贴切,避开了这些疑虑;因为如果有人把一粒石子投入盛满水的器皿中,封住水流的同时将器皿倒扣,那么当水对换进入石子的处所时,石子就会移向器皿口。同样的事情也发生在游动的物体上,无论是鱼还是任何其他东西。亚里士多德本人随后也会就这种相互对换谈论更多。
- 4.66ἐρωτηθέντα
辩证论证中动词 ἐρωτάω 的术语用法,意指在论辩中提出前提或立论。不单指一般的“询问”,而是指提出作为推论出发点的前提命题。随后的 ἠρώτηται 与 ἐρωτήσεως 亦为同义用法。
- 4.66λύσας οὖν τὸ συνημμένον διὰ τῆς τοῦ ἀδιορίστου ἐρωτήσεως
τὸ συνημμένον 是逻辑学术语,指假言命题(“如果A,则B”式的联结命题)。τῆς τοῦ ἀδιορίστου ἐρωτήσεως 意指指出其前提未经限定(缺乏具体规定),从而揭示了通过指出前件含混来瓦解其条件蕴涵关系的句法构造。
- 4.66καταστρέψῃ τὸ ἀγγεῖον ἐπὶ στόμα ἐπέχων τὴν ἔκροιαν
ἐπέχων 是表示附带情况或手段的现在分词,意为“(用手等)堵住流出/防止溢出”,修饰 καταστρέψῃ … ἐπὶ στόμα(将器皿朝口部倒扣)。
