- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:657.4-658.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏了亚里士多德将虚空的各种定义归结为“被剥夺了物体的延伸或处所”这一统合概念的过程,指出反驳处所作为独立延伸的论据同样适用于否定虚空,并探讨了亚历山大的相关见解。
" Ἐπεὶ δὲ περὶ τοῦ τόπου διώρισται ἕως τοῦ οἷον τὸν τόπον φασί τινες εἶναι." Τὰς διαφόρους τοῦ κενοῦ δοκούσας ἐννοίας ἐκθέμενος πάσας εἰς ἓν τὸ αὐτὸ τείνειν ὑπέδειξε, τὸ τόπον τινὰ εἶναι τὸ κενὸν ἐστερημένον σώματος. εἴτε γὰρ τόπος ἐν ᾧ μηδέν ἐστιν, εἴτε διάστημα τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, εἴτε τὸ ἐν ᾧ μὴ τόδε τι μηδὲ οὐσία σωματική, κατὰ πάσας ταύτας τὰς ἀποδόσεις τὸ κενὸν διάστημά τι καὶ τόπος ἐστὶ σώματος ἐστερημένος· καὶ γὰρ τὸν μὲν τόπον ὡς τόπον, ἐπειδή τινος ὁ τόπος, ὅταν δέξηται σῶμα, τότε νοοῦμεν, τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα. τὸ μέντοι εἶναι διαστήμασι κεχωρισμένοις τῶν σωμάτων ἀμφοτέροις ὑπάρχει καὶ τῷ κατ’ αὐτὸν τόπῳ καὶ τῷ κενῷ.1 ἐπεὶ οὖν δέδεικται περὶ τοῦ τόπου, ὅτι ὡς μὲν πέρας τοῦ περιέχοντος ἔστιν, ὡς δὲ διάστημά τι καθ’ αὑτὸ οὐκ ἔστι, τότε μὲν σύμμετρον ἐδείχθη τῷ περὶ τόπου λόγῳ, ὅτι οὐκ ἔστι τοῦτο διάστημα· νῦν δὲ ἐπειδὴ αὐτὸ τοῦτο πρόκειται σκοπεῖν, λοιπὸν μετὰ τὸ τί σημαίνει τοὔνομα τοῦ κενοῦ, εἰ ἔστιν ὅλως τὸ κενόν, τουτέστι τὸ διάστημα τὸ εἰρημένον, χρὴ δεῖξαι λοιπὸν ὅτι οὐκ ἔστι τι τοιοῦτον2 οὔτε μὴ ἔχον ἐν ἑαυτῷ σῶμα, ὅπερ σημαίνει τὸ κεχωρισμένον, οὔτε ἔχον ὅπερ τὸ ἀχώριστον· καὶ γὰρ τῶν λεγόντων τὸ κενὸν οἱ μὲν οὕτως ἔλεγον ὡς εἶναί τι καθ’ αὑτό, τὸ μὲν ἀεὶ μηδὲν ἔχον σῶμα ὡς τὸ ἔξω τοῦ οὐρανοῦ, τὸ δὲ ποτὲ ὡς τὸ ἐν τοῖς μανοῖς καὶ τὸ διαλαμβάνον τὰ σώματα πρὸς τὸ μὴ συνεχισθῆναι· οἳ δὲ ὡς ἔχον μέν τινα καὶ καθ’ αὑτὸ φύσιν τοῦτο τὸ διάστημα, ἀεὶ δὲ σώματος πεπληρωμένον. δύναται δὲ κεχωρισμένον μὲν τὸ εἰρημένον ἔξω τοῦ οὐρανοῦ παρ’ αὐτῶν λέγειν, ἀχώριστον δὲ τὸ τοῖς σώμασιν ἐμφερόμενον,3 ἀλλ’ οὐχὶ τὸ ἀεὶ ἔχον σῶμα. αὕτη γὰρ ἡ ὑπόθεσις μετ’ αὐτὸν ἐν τοῖς Πλατωνικοῖς σαφῶς ἐπεπόλασεν· ὅτι δὲ οἱ πρὸς τὸ μὴ εἶναι διάστημα τοιοῦτον τὸν τόπον ῥηθέντες λόγοι καὶ πρὸς τὸ τοιοῦτον κενὸν εὐλόγως ἂν λέγοιντο, δείκνυσι διὰ τοῦ τὰ αὐτὰ εἶναι κατασκευαστικὰ τοῦ τοιούτου κενοῦ, ἅπερ καὶ τοῦ τόπου, τὸ ὑποδεκτικὸν καὶ χωριστὸν καὶ ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη. καὶ γὰρ καὶ τὸ κενὸν οὐ σῶμα, ἀλλὰ διάστημα σώματος δεκτικὸν δηλονότι βούλονται εἶναι. καὶ διὰ τοσαύτας αἰτίας καὶ εἶναι δοκεῖ τὸ κενόν, δι’ ἃς καὶ ὁ τόπος. Ὁ δὲ Ἀλέξανδρος· “ἐκ τοῦ λέγειν, φησίν, ὅτι τὸ κενὸν καίτοι τριχῇ διαστατὸν ὂν οὐ σῶμα, ἐλέγχειν ἔστι τοὺς κακῶς οἰομένους ἐν Κατηγορίαις ὑπ’ αὐτοῦ ποσὸν σῶμα τὸ μαθηματικὸν λέγεσθαι διάστημα μόνον ὂν ἄνευ τῆς ὕλης· οὐδαμοῦ γὰρ λέγει τὸ τοιοῦτον ἁπλῶς σῶμα ἀλλ’ ἢ σώματος διάστημα ἢ μαθηματικὸν σῶμα, ἐκεῖ δὲ ἁπλῶς τὸ σῶμα ποσὸν ἔφη· δῆλον δὲ ὅτι τὸ μαθηματικὸν οὐκ ἂν εἴη σώματος διάστημα. καὶ γὰρ ἐνταῦθα τὸ κενὸν οὕτω λέγεται σώματος διάστημα ὡς διάστημα σώματος δεκτικόν, ἀλλ’ οὐχὶ διάστημα σώματος”. ὁ δὲ Ἀλέξανδρος οὕτως ἀκούων συλλογίζεται, ὅτι εἰ μέν ἐστι μὴ σῶμα ἀλλὰ διάστημα σώματος, ἀδύνατον δὲ τοιοῦτον εἶναι διάστημα ἄνευ σώματος, ἀδύνατον εἶναι καὶ κενόν· εἰ μὴ ἄρα σώματος διάστημα λέγει τὸ τριχῇ διεστώς, οἷόν ἐστι καὶ τὸ τοῦ σώματος. οὕτω γὰρ ἂν εἴη λέγων· εἰ πανταχοῦ σώματός εἰσιν αἱ τρεῖς διαστάσεις, 〈οἱ〉 μόνον σώματος ὑποτιθέμενοι τὸ μὴ ὂν ὑποτίθενται.4 πλειόνων δὲ ὄντων, ὡς εἴρηται, τῶν αὐτῶν αἰτίων τῆς τε τοῦ τόπου εἰς τὰ ὄντα εἰσαγωγῆς καὶ τῆς τοῦ κενοῦ, ἐνεδείξατο μὲν τὸ πλῆθος εἰπὼν καὶ διὰ ταὐτά, τὴν δὲ κυριωτάτην δοκοῦσαν ἐπήγαγεν. ἥκει γάρ, φησίν, ἡ κίνησις ἡ κατὰ τόπον καὶ τοῖς τὸν τόπον φάσκουσιν εἶναί τι παρὰ τὰ σώματα ἐμπίπτοντα εἰς αὐτὸν καὶ τοῖς τὸ κενόν. ἐπειδὴ δὲ δυνατὸν τοῦ αὐτοῦ πλείονα καὶ διάφορα αἴτια εἶναι, ὅτι ὡς τὸ αὐτὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως τό τε κενὸν καὶ ὁ τόπος ἔδειξεν, εἰπὼν καὶ τοὺς τὸ κενὸν αἴτιον λέγειν ὡς ἐν ᾧ κινεῖται, οὕτως δὲ ἦν καὶ ὁ τόπος αἴτιος.
“既然关于处所已经作出了界定……直到‘正如某些人所说处所是的那样’。” 在阐述了关于虚空的各种表面概念之后,他指出它们全都指向同一个事物:虚空是被剥夺了物体的某种处所。因为无论是其中没有任何东西的处所,还是未充满触觉上可感觉物体的延伸,亦或是其中没有某个这一个也没有物体性实体的所在,根据所有这些表述,虚空都是某种延伸和被剥夺了物体的处所。因为事实上,我们将处所作为处所来设想,乃是在它接纳了物体之时,因为处所是某物的处所;而设想虚空,则是在它尚未接纳物体之时。然而,作为脱离物体的延伸而存在,这一特征同时属于二者,即他们所谓的处所和虚空。因此,既然关于处所已经证明,它作为包围者的界限而存在,但作为自身独立的某种延伸并不存在,那么在当时作为适合于关于处所的论说而言,已经表明了这一事物不是延伸;但现在,既然当下的任务是考察这一事物本身,那么在弄清虚空这一名称意味着什么之后,〔关于〕虚空——即上述的延伸——是否全然存在,接下来就应当证明,无论是不在自身中包含物体之物(这指可分离者),还是包含物体之物(这指不可分离者),这类事物都全然不存在。因为在主张虚空的人当中,有些人主张它是某种自身独立之物,或如天外之物那样始终不含任何物体,或如稀疏之物中的空隙以及为防止物体连续而分隔物体的间隙那样时而[不含物体];而另一些人则主张这种延伸自身具有某种本性,却始终充满着物体。但也可以这样理解:他将他们所说的天外之物称为“可分离的”,而将载于物体之中的称为“不可分离的”,并非指始终包含物体之物;因为后一种假说在他之后的柏拉图主义者当中显然盛行开来。至于那些用以证明处所不是这种延伸的论证,也可以合情合理地用来反驳这种虚空,他通过指出那些确立这种虚空的事由与确立处所的事由完全相同——即可容纳性、可分离性以及将不存在处所运动——表明了这一点。因为他们显然也主张虚空不是物体,而是接纳物体的延伸。虚空之所以被认为存在,也正是基于与处所被认为存在同样多的理由。而亚历山大说:“从‘虚空虽具有三维延伸却不是物体’这一说法中,可以驳斥那些错误地认为他在《范畴篇》中所说的数量意义上的物体是指作为脱离质料的单纯延伸的数学之物的人;因为他绝不会把这种东西径直称为物体,而只是称为物体的延伸或数学物体,而在那里他径直称物体为数量;显然,数学的[物体]不会是物体的延伸。因为在这里,虚空也是在作为接纳物体的延伸这一意义上被称为物体的延伸,而非作为物体的延伸”。而亚历山大如此理解并推论道:如果它不是物体而是物体的延伸,而脱离物体存在这种延伸是不可能的,那么虚空的存在也是不可能的;除非他将三维延伸之物(正如物体的延伸那样)称为“物体的延伸”。因为这样一来他的意思就是:如果三维维度在任何地方都属于物体,那么仅仅假定物体[之维度]的人就是在假定非存在之物。此外,如前所述,将处所引入存在之列的原因与引入虚空的原因是相同的且有多个,他通过说“也是为了同样的原因”指明了其多数性,但随后补充了看来最为根本的原因。因为他说,处所运动既成为那些断言处所是独立于落入其中的物体之外的某种事物的人的依据,也成为那些主张虚空的人的依据。既然同一事物可以有多个且不同的原因,他通过说明那些称虚空为原因的人也是在作为“在其中运动”的意义上称其为原因,从而指明了虚空与处所同样是处所运动的原因,而处所先前也正是以这种方式作为原因的。
- 4.65τὸ μέντοι εἶναι διαστήμασι κεχωρισμένοις τῶν σωμάτων ἀμφοτέροις ὑπάρχει καὶ τῷ κατ’ αὐτὸν τόπῳ καὶ τῷ κενῷ
主语为带冠词不定式短语 τὸ εἶναι διαστήμασι κεχωρισμένοις,其中表语名词和分词受到动词 ὑπάρχει 所支配的与格(与 ἀμφοτέροις 一致)同化而变为与格。τῷ κατ’ αὐτόν 指按他们的主张所理解的处所。
- 4.65λοιπὸν μετὰ τὸ τί σημαίνει τοὔνομα τοῦ κενοῦ, εἰ ἔστιν ὅλως τὸ κενόν, τουτέστι τὸ διάστημα τὸ εἰρημένον, χρὴ δεῖξαι λοιπὸν ὅτι οὐκ ἔστι τι τοιοῦτον
由句首的 λοιπόν 与紧接在 χρὴ δεῖξαι 之后的 λοιπόν 冗余呼应构成的句式。介词短语 μετὰ τὸ τί σημαίνει... 作为前提,主句的核心骨架为 χρὴ δεῖξαι ὅτι οὐκ ἔστι τι τοιοῦτον(应当证明不存在任何此类事物)。
- 4.65δύναται δὲ κεχωρισμένον μὲν τὸ εἰρημένον ἔξω τοῦ οὐρανοῦ παρ’ αὐτῶν λέγειν, ἀχώριστον δὲ τὸ τοῖς σώμασιν ἐμφερόμενον
δύναται 既可作无人称动词理解,亦可将亚里士多德作为不定式 λέγειν 的逻辑主语。动词 λέγειν 支配双重宾格结构,其中 κεχωρισμένον 与 ἀχώριστον 为表语宾格,修饰带冠词的宾语短语(τὸ εἰρημένον... 和 τὸ ... ἐμφερόμενον)。
- 4.65〈οἱ〉 μόνον σώματος ὑποτιθέμενοι τὸ μὴ ὂν ὑποτίθενται
经文本校勘补入定冠词 〈οἱ〉 后,分词短语 μόνον σώματος ὑποτιθέμενοι 实词化作主语(“那些仅假定物体[之维度]的人”),主谓动词为 ὑποτίθενται,宾语为 τὸ μὴ ὄν(“非存在之物”)。
