- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:656.4-657.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德对虚空的第二种规定(没有物体性实体之所在)与第一种规定(没有触觉物体之所在)之间的差异,解释了这一规定如何导致将质料等同于虚空,以及亚里士多德如何通过第二格三段论对其加以反驳。
" Ἄλλον δὲ τρόπον, ἐν ᾧ μὴ τόδε τί ἐστιν ἕως τοῦ τὸ δὲ κενὸν ζητοῦσιν ὡς χωριστόν." Ἄλλην ἔννοιαν τοῦ κενοῦ παραδίδωσι κενὸν λέγουσαν, ἐν ᾧ μή ἐστιν οὐσία σωματική· τὸ γὰρ τόδε τι ἐξηγούμενος ἐπήγαγε μηδὲ οὐσία σωματική· διαφέροι δὲ ἂν αὕτη τῆς προτέρας ἡ σημασία τῷ ἐκεῖ μὲν κενὸν λέγεσθαι,1 ἐν ᾧ μηδὲν ἐστι σῶμα αἰσθητὸν ἁφῇ, κατὰ τὴν ἀντιτυπίαν χαρακτηριζομένου τοῦ τοιούτου σώματος, ἣν τῷ ἀέρι μὴ ἐνορῶντες κενὸν ἔλεγον τὸ διάστημα ἐν ᾧ ἀήρ· ἐνταῦθα δὲ λέγεται κενόν, ἐν ᾧ μηδεμία ἐστὶν οὐσία σωματική, ἡ δὲ σωματικὴ οὐσία οὐ μόνον βάρος ἔχει καὶ κουφότητα, ἀλλὰ καὶ χρώματα καὶ σχήματα καὶ μεγέθη. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν τὸ διάστημα, ἐν ᾧ ὁ οὐρανός, κενὸν ἂν εἴη, ὅτι τὸ οὐράνιον σῶμα οὔτε βάρος ἔχει οὔτε κουφότητα· κατὰ δὲ ταύτην τὴν ἀπόδοσιν οὐκ ἂν εἴη κενόν, εἴπερ κενὸν μέν ἐστιν ἐν ᾧ μή ἐστι σώματος οὐσία, τὸ δὲ οὐράνιον σώματος οὐσία ἐστί· καὶ μήποτε τῷ ὄντι ἡ μὲν προτέρα ἀπόδοσις ἐκείνων ἦν2 τῶν βουλομένων τὸν ἀέρα μὴ εἶναι σῶμα διὰ τὸ μὴ εἶναι ἀντίτυπον καὶ διὰ τοῦτο τὸ διάστημα ἐν ᾧ ἐστιν ὁ ἀὴρ κενὸν οἰομένων, πρὸς οὓς καὶ Ἀναξαγόρας ἀντιλέγων ἠρκεῖτο δεικνύναι σῶμα τὸν ἀέρα. εἰ γὰρ κενὸν ἔλεγον ἐν ᾧ μηδὲν ἦν σῶμα ἀντίτυπον, ὁ δὲ ἀὴρ κἂν μὴ ἀντίτυπον ἀλλ’ ὅμως σῶμά ἐστι, καὶ τὸ ἐν ᾧ ἐστιν οὐ κενόν, δῆλον ὅτι οὐκ ἂν εἴη κενὸν νῦν λεγόμενον τὸ ὑπ’ αὐτῶν ἀποδεδομένον. ὑποθέμενος δὲ τοὺς τὸ κενὸν λέγοντας, ἐν ᾧ μή ἐστιν οὐσία τις σωματική, καὶ ταύτῃ δοκοῦντας ἀκριβέστερον λέγειν τῶν τῷ σώματι τὸ ἁπτὸν προσθέντων καὶ διὰ τοῦτο ἀτόπῳ περιπεσόντων, ἀπάγει καὶ τούτους εἰς τὸ τὴν ὕλην τὸ κενὸν λέγειν ὅταν καθ’ αὑτὴν ᾖ, διότι αὕτη ἐστὶν ἐν ᾗ τὸ σωματικὸν εἶδος ἐγγίνεται. οἱ οὖν ταύτην ἔχοντες ἔννοιαν τοῦ κενοῦ τὴν ὕλην λέγουσι τὸ κενόν. οἱ δὲ αὐτοὶ οὗτοι καὶ τόπον αὐτὴν λέγουσιν, ὥσπερ καὶ τὸ κενὸν λέγουσι τόπον, ὥστε κενὸν καὶ ὕλην καὶ τόπον ταὐτὸν τῷ ὑποκειμένῳ λέγειν. καὶ πρότερον μὲν ἐν τοῖς περὶ τόπου λόγοις ἤλεγξε τοὺς τόπον τὴν ὕλην λέγοντας. νῦν δὲ προχειρισάμενος τοὺς τὸ κενὸν ὕλην λέγοντας ἐπάγει καὶ τούτοις τὸ αὐτὸ ἄτοπον τὸ τὴν ὕλην καὶ τὸ κενὸν ταὐτὸν λέγειν, τὰς ἐναντίας αὐτῶν ἐννοίας παραδεικνύς, καθ’ ἃς ἡ μὲν ὕλη οὐκ ἔστι χωριστὴ τῶν πραγμάτων, ὧν ἔστιν ὕλη. τὸ δὲ κενὸν οἱ λέγοντες ὡς χωριστὸν ζητοῦσιν ἐκείνου τοῦ ἐν αὐτῷ πεφυκότος γίνεσθαι σώματος, ὡς ἐν δευτέρῳ σχήματι καὶ ἐνταῦθα δείκνυσθαι τὸ κενὸν μὴ ὂν ὕλην,3 τὸ δὲ τόπον πως ὑπὸ τοῦ ὀνόματος τοῦ κενοῦ σημαίνεσθαι συγχωρεῖ.
“在另一种方式下,其中没有某个这一个……直到‘但他们把虚空作为可分离之物来探求’。” 他提出了虚空的另一种概念,即把其中没有物体性实体之所在称为虚空;因为他在解释“某个这一个”时,补充了“也不是物体性实体”。这一含义与前一含义的不同之处在于:在那里,虚空被说成是其中没有任何在触觉上可感觉的物体之所在——这类物体以抗阻性为特征,而由于他们在空气中看不到这种抗阻性,便将空气处于其中的延伸称为虚空;而在这里,虚空被说成是其中没有任何物体性实体之所在,但物体性实体不仅具有沉重与轻微,还具有颜色、形状和量度。因此,根据前一种表述,天处于其中的延伸将是虚空,因为天体既不具有沉重也不具有轻微;但根据这一表述,它就不会是虚空,如果虚空确实是其中没有物体的实体之所在,而天则是物体的实体。而且或许事实上,前一种表述属于那些因空气不具抗阻性而主张空气不是物体、并因此认为空气所处的延伸是虚空的人,阿那克萨戈拉在反驳他们时,也仅满足于证明空气是物体。因为如果他们将其中没有任何具抗阻性物体之所在称为虚空,而空气即使不具抗阻性却依然是物体,且它处于其中的所在也不是虚空,那么显然他们所规定的东西就不可能是现在所说的虚空。然而,在假定了那些将其中没有任何物体性实体之所在称为虚空的人——并且在这一点上,这些人看来比那些将“可触的”附加于物体之上并因此陷入荒谬的人说得更为严谨——之后,他也将这些人归结为把处于自身独立状态时的质料称为虚空,因为质料正是物体性形式在其中生成的东西。因此,持有这种虚空概念的人将质料称为虚空。而正是这些人又把质料称为处所,正如他们也把虚空称为处所一样,以至于他们在底层基质的意义上主张虚空、质料与处所是同一的。此前他在关于处所的讨论中驳斥了那些将质料称为处所的人;但现在,他举出那些将虚空称为质料的人,并同样向他们提出把质料与虚空称为同一的同一荒谬,指出了它们相互对立的概念——根据这些概念,质料不可与其作为其质料的事物相分离。而谈论虚空的人,则是把虚空作为与其天生在其中生成的那个物体相分离的东西来探求的;因此在这里也以第二格证明了虚空不是质料,而他容许处所通过虚空之名在某种程度上得到表示。
- 4.64διαφέροι δὲ ἂν αὕτη τῆς προτέρας ἡ σημασία τῷ ἐκεῖ μὲν κενὸν λέγεσθαι
带冠词不定式的与格 τῷ λέγεσθαι 表示差异所在的方面或原因(“在于……被称为……”)。在对应的后半句 ἐνταῦθα δὲ λέγεται 中,句式发生破格,由依赖性的不定式转变为独立的直陈式动词。
- 4.64καὶ μήποτε τῷ ὄντι ἡ μὲν προτέρα ἀπόδοσις ἐκείνων ἦν
μήποτε 与未完成式直陈式 ἦν 连用,在此并非表达疑虑或惧怕,而是哲学注疏中常见的委婉肯定推测(“或许事实上前一种规定正是属于……”)。
- 4.64ὡς ἐν δευτέρῳ σχήματι καὶ ἐνταῦθα δείκνυσθαι τὸ κενὸν μὴ ὂν ὕλην
ὡς 接不定式 δείκνυσθαι,表示由前面的前提(质料不可分离,虚空可分离)推导出的结果或逻辑结论(“以至于在这里也以第二格证明了虚空不是质料”)。
