← 辛普里丘

亚里士多德《物理学》注释

§655.7-656.3

依触觉性质定义虚空与异文考辨

辛普利丘总结了亚历山大关于将虚空等同于空气之观点的论证,考察了虚空定义的第三种异文(“充满在触觉上不可感觉的物体”),并指出了仅凭触觉性质定义虚空所导致的后果(即天体所在的延伸也将成为虚空)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.63#2

εἰ μὲν γὰρ ἔτι κενὸν λέγοιεν, οὐκ ἂν εἴη κενὸν τὸ πλῆρες αἰσθητοῦ κατὰ τὴν ἁφήν, ὡς ἐλέγετο, εἴπερ καὶ ἄλλα αἰσθητὰ ἔχον κενὸν ἔτι μεμένηκεν· εἰ δὲ μηκέτι κενὸς ὁ ἀὴρ εἴη τούτων τι προσλαβών, εἴη ἂν ποιοτήτων οὐ σωμάτων δεκτικὸν τὸ κενόν. οὕτως δὲ καὶ ἐν τόπῳ ἂν οὐ τὰ σώματα, ἀλλ’ αἱ ποιότητες γίγνοιντο”. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἔοικεν οὐκ ἀποδέχεσθαι ταύτην τὴν ἐξήγησιν. τοιγαροῦν καὶ τὸ ἐφεξῆς τὸ ἢ δῆλον εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μὴ οὔ οὐ τῷ ἀέρι καὶ τῷ κατ’ αὐτὸν κενῷ ἐφαρμόζειν φησίν, ἀλλὰ τῷ διαστήματι. καὶ γὰρ καὶ οἱ τὸν ἀέρα κενὸν λέγοντες τὸ διάστημα, ἐν ᾧ ὁ ἀήρ, κενὸν ἔλεγον ὡς τοῦ ἀέρος μηδὲν ὄντος, ὡς εἴ γε τὸν ἀέρα σῶμα αἰσθητὸν ἁφῇ ἐνόμιζον, οὐκ ἂν εἶπον κενὸν τὸ ἔχον αὐτὸν διάστημα. οὐδ’ ἂν οἱ περὶ Ἀναξαγόραν ἀνῄρουν τὸ κενὸν δεικνύντες εἶναι σῶμα τὸν ἀέρα καὶ ἰσχυρόν. διὰ γὰρ τοῦτο τὸ κενὸν ὁρίζεσθαι1 διάστημα πληροῦσθαι πεφυκὸς σώματος αἰσθητοῦ κατὰ τὴν ἁφήν, ἵνα τὸ τοῦ ἀέρος δεκτικὸν κενὸν ἀναφανῇ, τοῦ ἀέρος μὴ ὄντος σώματος αἰσθητοῦ κατὰ τὴν ἁφήν, ὡς ἐνόμιζον. Λέγει δὲ ὁ Ἀλέξανδρος καὶ τρίτην τινὰ φέρεσθαι γραφὴν τὴν λέγουσαν τὸ πλῆρες ἀναισθήτου σώματος κατὰ τὴν ἁφήν. καὶ εἴη ἂν ἀναίσθητον σῶμα τὸ διάστημα λέγων2 τὸ τρεῖς ἔχον διαστάσεις καὶ διὰ τοῦτο σῶμα λεγόμενον καὶ πλῆρες, ἐπειδὴ σώματος ὁρισμὸς εἶναι δοκεῖ τὸ τὰς τρεῖς ἔχον σχεδὸν διαστάσεις. οὐδὲ ταύτῃ δὲ τῇ γραφῇ συνᾴδειν φησὶ τὴν ἐπαγομένην λύσιν ὁ Ἀλέξανδρος, οὐκ οἶδα διὰ τί, εἴπερ ὡς διάστημα εἴληπται· ἀλλὰ κατάλληλος ἡ προφορὰ διάστημα κενὸν εἰπεῖν τὸ πλῆρες ἀναισθήτου σώματος κατὰ τὴν ἁφήν. τὸν δὲ ἀέρα φησὶν Ἀλέξανδρος τῇ αὑτοῦ φύσει ἄλλαις μὲν αἰσθήσεσιν αἰσθητῶν ποιοτήτων μὴ μετέχειν, ἁπτὸν δὲ μόνον εἶναι· οὐ γὰρ ἂν ταῖς ἄλλαις αἰσθήσεσι διηκονεῖτο δι’ αὑτοῦ γινομέναις, εἰ παρενέφαινέ τινα αὐταῖς οἰκείαν ποιότητα.3 μέλας γὰρ ὢν εἰ τύχοι πῶς ἂν πρὸς τὴν τοῦ λευκοῦ διακομιδὴν ὑπηρετοῖτο; δῆλον δὲ ὅτι κατὰ ταύτην τὴν ἀπόδοσιν τοῦ κενοῦ τὴν λέγουσαν κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητὸν ἁφῇ, τουτέστιν ἢ βαρὺ ἢ κοῦφον, καὶ εἴ τι διάστημα ἔστιν, ἐν ᾧ ὁ οὐρανός, κενὸν ἂν εἴη. τὸ γὰρ θεῖον καὶ κυκλοφορητικὸν σῶμα, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, οὔτε βαρύ ἐστιν οὔτε κοῦφον. ἔοικε δὲ τὸ μὲν πρῶτον συναχθὲν ἄτοπον τὸ τὴν στιγμὴν κενὸν εἶναι συνῆχθαι ἀπὸ τοῦ ἀδιορίστως ληφθῆναι τὸ ἐν ᾧ, τοῦτο δὲ ἀπὸ τοῦ ἁφῇ μόνῃ διορισθῆναι ἐκεῖνο ὃ μή ἐστιν ἐν τῷ κενῷ καὶ διὰ τοῦτο λέγεσθαι κενόν.

因为如果他们仍然说它是虚空,那么正如所说的那样,‘充满在触觉上可感觉之物’的东西就不会是虚空,如果它在具有其他可感觉之物的同时仍然保持为虚空的话;但如果空气在获得了这些[性质]中的某一种后就不再是虚空,那么虚空就将是容纳诸性质而非物体的了。而这样一来,进入处所的也将不是物体,而是诸性质了”。而亚历山大自己似乎也不接受这种解释。因此他说,接下来的那句“或者显然,如果它容纳有触觉的物体,它就是虚空,如果不是,则不是”,所适用的也不是空气以及依空气而定的虚空,而是延伸。因为就连那些将空气称为虚空的人,也是将空气处于其中的延伸称为虚空,其理由是空气不算什么;因为假若他们认为空气是在触觉上可感觉的物体,他们就不会说含有它的延伸是虚空了。阿那克萨戈拉派的人也不会通过表明空气是物体且具有力量来驳斥虚空了。因为正是为了这个缘故,虚空被定义为天生能够被在触觉上可感觉的物体充满的延伸,以便容纳空气的东西可以显现为虚空,既然如他们所认为的那样,空气不是在触觉上可感觉的物体。亚历山大还说,有第三种异文流传,说道“充满在触觉上不可感觉的物体”。而他所说的“不可感觉的物体”,指的将是具有三个维度的延伸,并因此被称为物体且充满,因为物体的定义看来差不多就是具有三个维度的东西。但亚历山大说,接下来的解决方案与这一异文也不一致——我不知道为什么会这样,假若它确实被理解为延伸的话;倒不如说,将“充满在触觉上不可感觉的物体”称为虚空的延伸,是十分贴切的说法。亚历山大说,空气依其本性并不分有其他感觉所感知的性质,而仅仅是有触觉的;因为如果空气同时显现出某种属于其他感觉所特有的性质,它就不会为通过它自身而发生效用的其他感觉效劳了。因为如果碰巧它是黑色的,它又怎能为白色的传递提供服务呢?而且显而易见,根据虚空的这一表述——即虚空是其中没有任何在触觉上可感觉的物体(也就是或沉重或轻微的物体)之所在——如果存在天处于其中的某种延伸,那它也就会是虚空。因为正如在《论天》中所证明的那样,神圣且作圆周运动的物体既非沉重也非轻微。看来,最初推导出的荒谬结论(即点是虚空)是由于无限定地理解了“在其中”,而这一[荒谬结论]则是因为仅仅根据触觉来规定不在虚空之中的东西、并因此称其为虚空而推导出来的。

语法注3 条
  1. 4.63διὰ γὰρ τοῦτο τὸ κενὸν ὁρίζεσθαι

    宾格加不定式结构(τὸ κενὸν ὁρίζεσθαι)在上下文中充当间接引语的不定式,用以解释该论证背后的理据。它依赖于语境中暗含的言说或思考动词,使由 διὰ τοῦτο ... ἵνα 引导的解释从句带有引述推理的色彩。

  2. 4.63καὶ εἴη ἂν ἀναίσθητον σῶμα τὸ διάστημα λέγων

    由 εἴη ἄν 与现在分词 λέγων 构成的迂说法潜在希求语气(相当于 λέγοι ἄν),主语是前句的亚历山大,意为“他说‘不可感觉的物体’指的将是延伸”。其中 ἀναίσθητον σῶμα 作谓语宾格,τὸ διάστημα 为直接宾格。

  3. 4.63οὐ γὰρ ἂν ταῖς ἄλλαις αἰσθήσεσι διηκονεῖτο ... εἰ παρενέφαινέ τινα αὐταῖς οἰκείαν ποιότητα

    由未完成过去时(归结从句带 ἄν 的 διηκονεῖτο,条件从句的 παρενέφαινε)构成的与现在事实相反的非真实条件句。表明空气实际上并不显现特有性质,从而能够为其他感觉效劳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:655.7-656.3