- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:654.8-655.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据《物理学》214a6的词条,考察了将虚空定义为“充满(或未充满)有触觉物体的延伸”时的异文(πλῆρες 与 μὴ πλῆρες),探讨了该延伸若具有颜色、声音等其他可感觉性质所引发的疑难与解答,并介绍了亚历山大将其与空气相联系的诠释。
" Ἀλλ’ οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕως τοῦ εἰ δὲ μή, οὔ." Εἰπὼν τὸ ἑπόμενον τῇ ἀδιορίστως εἰρημένῃ σημασίᾳ τοῦ κενοῦ ἄτοπον ἐπάγει καὶ τοὺς ὡς διάστημα λέγοντας τὸ κενὸν τὸ πλῆρες (ἢ μὴ πλῆρες) αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· γράφεται γὰρ ἑκάτερον.1 τοῦτο δὲ ὡς διάστημα λαμβάνεται, ὡς δηλοῖ καὶ ἡ ἐφεξῆς ἀπορία ἡ λέγουσα εἰ ἔχοι τὸ διάστημα. καὶ εἰ μὲν εἴη γεγραμμένον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, λέγοι ἂν διάστημά τι πεφυκὸς μὲν δέχεσθαι αἰσθητὸν σῶμα κατὰ τὴν ἁφὴν καὶ πληροῦσθαι ὑπ’ αὐτοῦ, μὴ δεδεγμένον δὲ μηδὲ πεπληρωμένον. εἰ δὲ εἴη τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, καὶ οὕτως ὡς πεφυκὸς πληροῦσθαι ἀκουστέον, ἀλλ’ οὐχ ὡς πεπληρωμένον. ὅπερ διεσάφησεν εἰπὼν ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν. εἴτε δὲ οὕτως εἴτε ἐκείνως, τὸ ἐπιφερόμενον ἄπορον τοιοῦτόν ἐστιν· εἰ τὸ διάστημα ἐκεῖνο κατὰ μὲν τὴν ἁφὴν αἰσθητὸν σῶμα μὴ ἔχοι, χρῶμα δὲ ἢ ψόφον ἢ ἄλλην τινὰ ποιότητα κατ’ ἄλλην αἴσθησιν ἀντιληπτὴν ἔχειν ὑποτεθῇ, ἆρα κενόν ἐστι τοῦτο ἢ οὔ; εἰ μὲν γὰρ κενὸν λέγοιτο, πῶς ἂν εἴη κενὸν τὸ ποιότητα αἰσθητὴν ἔχον; πῶς δὲ ἂν εἴη τὸ κενὸν αἰσθητόν; εἰ δὲ μὴ κενόν, 〈ἔσται τι μὴ κενόν〉 καίτοι μὴ ὂν πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. ἰδοὺ γὰρ τὸ διάστημα ἐκεῖνο τὸ χρῶμα ἔχον ἢ ψόφον καὶ πεφυκὸς πληροῦσθαι ἁπτοῦ σώματος, εἴπερ διάστημα καὶ μὴ πεπληρωμένον, ὅμως λέγεται μὴ εἶναι κενόν. αὐτὸς δὲ τὸ ἄπορον εἰπὼν τὴν λύσιν ὡς ἀπ’ ἐκείνων τὴν ἐκείνοις προσήκουσαν ἐπήγαγε λέγων ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μὴ οὔ. τοῦτο δὲ μὴ προσποιουμένων ἐστὶ τὸ ἄτοπον εἶναι τὸ διάστημα ἐκεῖνο, κἂν δεκτικὸν εἴη ἁπτοῦ σώματος, μὴ τοῦτο δ’ ἔχοι, ἀλλὰ χρῶμα ἢ ψόφον ἢ ὅλως αἰσθητὴν ποιότητα, κενὸν λέγεσθαι.2 Ὁ δὲ Ἀλέξανδρος “εἴπερ εἴη, φησί, γεγραμμένον τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν”, δύναται λέγειν τὸ μὴ κατ’ ἄλλην αἴσθησιν ἀλλὰ κατὰ μόνην τὴν ἁφήν· τοιοῦτον δὲ τὸν ἀέρα λέγειν αἰσθητὸν σῶμα κατὰ τὴν ἁφήν, ἐπειδὴ ἦν τις περὶ κενοῦ δόξα λέγουσα κενὸν εἶναι τὸν ἀέρα ἁπτὸν ὄντα τῷ ῥοπήν τινα ἔχειν βάρους ἢ κουφότητος. ταύτην δὲ τὴν δόξαν οἱ περὶ τὸν Ἀναξαγόραν ἀνατρέπειν ἐπεχείρουν στρεβλοῦντες τοὺς ἀσκούς. καὶ εἴπερ εἴη, φησί, περὶ τοῦ ἀέρος λεγόμενον, τὸ ἀπορούμενον ἂν εἴη τοιοῦτον· εἰ οὗτος ὁ ἀήρ, ὃν κενὸν λέγουσι, προσλάβοι χρῶμα ἢ ψόφον ἢ τινα ἄλλῃ αἰσθήσει αἰσθητὴν ποιότητα διάφορον παρὰ τὴν ἁφήν, πότερον ἔτι μένει κενὸν ἢ οὔ;
“无论如何,虚空似乎被说成……[直到]……如果不是,则不是[为止]。” 在指出了随无限定地言说的虚空之意而来的荒谬之后,他又引入了那些将虚空说成“充满(或未充满)在触觉上可感觉的物体”的延伸的人;因为这两种字样都被记载。而这被理解为一种延伸,正如接下来的那条说道“如果延伸具有……”的疑难所表明的那样。如果记载的是“未充满在触觉上可感觉的物体”,那么他所说的将是某种天生能够容纳在触觉上可感觉的物体并被其充满、但尚未容纳也未被充满的延伸。但如果记载的是“充满在触觉上可感觉的物体”,那么即使如此,也必须理解为天生能够被充满,而不是已经被充满。他在说道“或者显然,如果它容纳有触觉的物体,它就是虚空”时澄清了这一点。然而,无论属于前者还是后者,接踵而至的疑难都是这样的:如果那个延伸并不具有在触觉上可感觉的物体,但被假定具有颜色或声音或通过另一种感觉可感知的某种其他性质,那么这究竟是虚空还是不是呢?因为如果说它是虚空,那么具有可感觉性质的东西怎么可能是虚空呢?虚空又怎么可能是可感觉的呢?但如果它不是虚空,那么尽管它没有充满在触觉上可感觉的物体,[却将存在某种不是虚空的东西]。因为看啊,那个具有颜色或声音且天生能够被有触觉的物体充满的延伸,既然是一个延伸且未被充满,却依然被说成不是虚空。他自己在陈述了疑难之后,便如同出自他们自身并适合于他们那样引出了解决方案,说道:“或者显然,如果它容纳有触觉的物体,它就是虚空,如果不是,则不是。”而这是属于那些不在意如下荒谬之处的人的[态度]:那个延伸即使能容纳有触觉的物体,只要它不具有这个,而具有颜色或声音或总括而言具有可感觉的性质,它就被说成是虚空。而亚历山大说:“如果记载的是‘充满在触觉上可感觉的物体’,他可以是指不是根据另一种感觉、而是仅仅根据触觉而言;并且他将空气称为这种在触觉上可感觉的物体,因为曾有一种关于虚空的意见,主张空气就是虚空,因为它通过具有某种沉重或轻微的倾斜度而是有触觉的。而阿那克萨戈拉派的人曾试图通过扭绞皮囊来驳斥这一意见。”并且他[亚历山大]说,如果这是关于空气而言的,那么所质疑的就将是这样的问题:“如果他们称为虚空的这种空气,获得了颜色或声音或某种不同于触觉的、可被另一种感觉感知的性质,它究竟仍然保持为虚空,还是不是呢?”
- 4.63γράφεται γὰρ ἑκάτερον
辛普利丘指出亚里士多德的文本存在两种传抄(异文):τὸ πλῆρες 与 τὸ μὴ πλῆρες。因此,随后的文句通过 εἰ μὲν εἴη γεγραμμένον ... εἰ δὲ εἴη ... 的平行结构,对比性地探讨了这两种读法各自的解释可能。
- 4.63τοῦτο δὲ μὴ προσποιουμένων ἐστὶ τὸ ἄτοπον εἶναι τὸ διάστημα ἐκεῖνο ... κενὸν λέγεσθαι
属格分词 μὴ προσποιουμένων(现在时中间被动态属格复数)与系词 ἐστί 构成述语性属格(所有/归属属格),意为“这是属于那些不在意……的人的[态度/想法]”。προσποιουμένων 的宾语是冠词不定式短语 τὸ ἄτοπον εἶναι(“……是荒谬的”),而充当 ἄτοπον εἶναι 主语的是不定式分句 τὸ διάστημα ἐκεῖνο ... κενὸν λέγεσθαι(“那个延伸被说成是虚空”),其不定式宾格主语为 τὸ διάστημα ἐκεῖνο,中间插入了让步从句 κἂν δεκτικὸν εἴη ... 及伴随条件句 μὴ τοῦτο δ’ ἔχοι ...,形成了句式上的隔开构式(hyperbaton)。
