← 辛普里丘

亚里士多德《物理学》注释

§653.1-654.7

虚空的名称定义与容纳物体的能力

辛普里丘基于《后分析篇》的认识论,解释了亚里士多德在探讨虚空时何以要求在存在性问题(“是否存在”)之前先界定词义(“名称意味着什么”),并阐释了将虚空视作“其中无物之场所”的通俗定义如何被精炼为“可容纳触觉物体之延伸”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.62

" Πρὸς δὲ τὸ ποτέρως ἔχει δεῖ λαβεῖν, τί σημαίνει τοὔνομα1 ἕως τοῦ δεῖ γὰρ τόπον 〈εἶναι〉, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ." Καὶ τοὺς μὴ εἶναι τὸ κενὸν καὶ τοὺς εἶναι λέγοντας παραθέμενος εἰκότως λοιπὸν καιρὸν φησὶ διαιτᾶν αὐτοῖς, πότερον οὕτως ἢ ἐκείνως ἔχει τὸ πρόβλημα. ἀλλ’ ἐπειδὴ καὶ οἱ μὴ εἶναι, τάχα δὲ καὶ οἱ εἶναι δεικνύντες ἀδιάρθρωτον ἐφαίνοντο τὴν περὶ αὐτοῦ ἔννοιαν ἔχοντες, διὰ τοῦτο πρότερόν φησι δεῖν τί σημαίνει τοὔνομα διορίσασθαι· δῆλον γὰρ ὅτι τοῦτο τὸ πρόβλημα καὶ τοῦ εἰ ἔστι προηγεῖται, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μεμαθήκαμεν. οὐ γὰρ δυνατὸν ζητεῖν εἰ ἔστι τι, οὗ μὴ πρότερον ἔννοιαν προὐβαλλόμεθα, ὥσπερ οὐδὲ τὸ τί ἐστι ζητεῖν δυνατὸν μὴ πρότερον ὅτι ἔστι πεισθέντας. διαφέρει δὲ τοῦ τί ἐστι τὸ τί σημαίνει τοὔνομα, ὅτι τοῦτο μὲν ἀπὸ τῶν τῇ περὶ αὐτοῦ ἐννοίᾳ ὑπαρχόντων εἴληπται εἴτε ἔστιν εἴτε μὴ τὸ σημαινόμενον, ὡς ἐπὶ τοῦ κενοῦ νῦν φανήσεται καίτοι μὴ ὄντος, τὸ δὲ τί ἐστιν ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὑπαρχόντων. διὸ καὶ πάντως εἶναι χρὴ ἐκεῖνο ἐφ’ οὗ τὸ τί ἐστι σκοποῦμεν. καὶ προηγεῖται τὸ εἰ ἔστι πρόβλημα τοῦ τί ἐστιν. ὁ δὲ Ἀλέξανδρος “ὡς ἐπὶ τοῦ τόπου, φησί, πρῶτον ἐξέθετο τί ἐσήμαινε τὸ ἔν τινι ὄν, οὕτως καὶ ἐνταῦθα ζητεῖ τί σημαίνει τὸ κενόν.” μήποτε δὲ ἐπὶ τοῦ τόπου διὰ τὸ ὁμολογεῖσθαι τὴν ἔννοιαν οὐκ ἐδεήθη προλαβεῖν τὸ τί σημαίνει τοὔνομα,2 οὐδὲ πρὸς τοῦτο προελήφθη ἡ τῶν σημαινομένων τοῦ ἔν τινι ἀπαρίθμησις, ἀλλὰ πρὸς τὸ διορίσαι καὶ τὸ γένος τοῦ ἐν τόπῳ καὶ τὸ ἐν τόπῳ τῶν ἄλλων τοῦ ἔν τινι σημαινομένων καὶ μάλιστα τοῦ ὡς ἐν ὅλῳ. λέγει οὖν πρῶτον, τί δοκεῖ σημαίνειν τὸ τοῦ κενοῦ ὄνομα, ὅτι τόπος εἶναι δοκεῖ κατὰ κοινὴν δόξαν ἐν ᾧ μηδέν ἐστι. τί δὲ αἴτιον τοῦ οὕτως δοκεῖν, ἀλλὰ μὴ ἐν ᾧ μηδέν ἐστι σῶμα, ἐπάγει· ἐπειδὴ γὰρ πᾶν τὸ ὂν σῶμα λέγουσιν οἱ φυσιολογοῦντες ἢ οἱ μήπω τὴν ἀσώματον θεασάμενοι φύσιν, δῆλον ὅτι τὸ μὴ σῶμα ὂν οὐδὲν εἶναί φασι. ταὐτὸν οὖν ἔστιν εἰπεῖν ἐν ᾧ μηδέν ἐστι σῶμα καὶ ἐν ᾧ μηδέν ἐστι. καὶ οὐδὲ τούτῳ ἀρκοῦνται. ἀλλ’ ὥσπερ πᾶν τὸ ὂν σῶμα εἶναι λέγουσιν, οὕτως καὶ πᾶν σῶμα ἁπτὸν εἶναί φασι. διὸ τὸν ἀέρα οὔτε σῶμα οὔτε ὂν ἔλεγον. ἐπεὶ οὖν ἁπτόν ἐστι πᾶν ὅπερ βάρος ἔχει ἢ κουφότητα, ἐκ συλλογισμοῦ συμβαίνει λέγειν αὐτοὺς κενὸν εἶναι, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. ὥστε καὶ ἐν ᾧ ἐστιν ἀήρ. καὶ εἴπερ οὕτω λέγοιεν ἀδιορίστως τὸ ἐν ᾧ τιθέντες, ἕπεται καὶ τὸ σημεῖον αὐτοὺς καὶ τὴν γραμμὴν καὶ τοὺς ἀριθμοὺς κενὸν λέγειν. οὐ γάρ ἐστί τι βαρὺ ἢ κοῦφον ἐν τούτοις, κἂν ἄλλα τινὰ αὐτοῖς ἐνυπάρχῃ. ἀλλ’ οὕτως οὐ συνέσονται τῇ τοῦ κενοῦ ἐννοίᾳ. τόπος γὰρ εἶναι3 βούλεται καὶ διάστημα τὸ κενόν, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ. ἀλλ’ οὐ τότε ἐστὶ κενόν, ὅτε ἐν αὐτῷ ἐστι τὸ σῶμα, ἀλλ’ ὅταν οὕτως ἔχῃ, ὡς δύνασθαι εἶναι ἐν αὐτῷ σῶμα. οὐκ ἔστι δὲ τὸ σημεῖον τοιοῦτον. καὶ δῆλον ὅτι τὸ ἄτοπον συνήχθη ἀπὸ τοῦ ἀδιορίστως εἰπεῖν ἐν ᾧ, μὴ συνεκφήναντας, ὅτι διάστημά τι χρὴ εἶναι. διὸ καταφρονήσας τῆς τῶν οὕτως ὑποθεμένων εὐκολίας, καὶ πρὸς τὴν ἔννοιαν τραπεὶς τοῦ κενοῦ οὕτως τὰ ἐφεξῆς ἐπάγει διάστημα αὐτὸ ὑποτιθέμενος.

“为了[判断]情况究竟属于哪一方面,必须把握该名称意味着什么……[直到]……因为必须是存在着有触觉的物体的延伸的场所[为止]。” 在列举了主张虚空不存在的人与主张虚空存在的人[的论证]之后,他合情合理地说,此后正是为他们裁决问题究竟是这样还是那样的时机。然而,由于表明其不存在的人,或许也包括表明其存在的人,看起来对其所持的概念都是未经分节的,因此他说,首先必须界定该名称意味着什么;因为显而易见,正如我们在《后分析篇》中所学到的那样,这个问题甚至先于“是否存在”的问题。因为若不先提出某物的概念,就不可能探讨它是否存在,正如若不先确信其存在,就不可能探讨它“是什么”一样。而“该名称意味着什么”与“是什么”是不同的,因为前者是从属于关于它的概念的事物中把握的,无论被意指者存在与否(正如现在对于虚空将显明的那样,尽管它并不存在),而“是什么”则是从属于事情本身的事物中[把握的]。因此,凡是我们考察其“是什么”的对象,必定是必须存在的,并且“是否存在”的问题先于“是什么”。而亚历山大说:“正如对于场所,他首先阐述了‘在某物之内’意味着什么,同样在这里,他也探讨虚空意味着什么。”然而,或许对于场所而言,由于其概念是无可争议的,他并不需要预先把握该名称意味着什么,而且列举“在某物之内”的诸种含义也并非为了这个目的而预先提出的,而是为了界定“在场所之内者”的属,以及将“在场所之内者”与“在某物之内”的其他含义、尤其是“如在整体之内”区分开来。因此,他首先说明了虚空这一名称被认为意味着什么,即根据通俗的意见,它被认为是“在其中没有任何东西的场所”。至于为何被如此认为,而不是被认为“在其中没有任何物体”,他接着指出:因为探讨自然者,或者那些尚未观照非物体本性的人,主张一切存在者都是物体,显而易见他们断言不是物体的就什么也不是。因此,说“在其中没有任何物体”与说“在其中没有任何东西”是一回事。并且他们甚至不以此为足,而是正如他们说一切存在者都是物体一样,他们也断言一切物体都是有触觉的。因此他们过去曾说空气既非物体亦非存在者。那么,既然一切具有重量或轻量的事物都是有触觉的,通过三段论推论,他们必然会说虚空就是“在其中没有任何沉重或轻微之物的东西”。以至于在其中有空气的东西也是[虚空]。而如果他们毫无界定地设定“在其中”并这样说,那么接踵而至的就是他们也会将点、线和数称为虚空。因为在这些东西中没有任何沉重或轻微之物,即使有某些其他东西内在存在于它们之中。但这样一来,他们就无法与虚空的概念相契合。因为虚空意欲是场所与延伸,在其中存在着有触觉的物体的延伸。然而并不是在物体处于其内之时它是虚空,而是在它处于能够有物体在其内的状态之时[才是虚空]。但点却并非如此。显而易见,这一荒谬的结论之所以被引出,是因为他们毫无界定地说“在其中”,而没有同时指明它必须是某种延伸。因此,他蔑弃了那些如此设想者的浮浅,转向虚空的概念,从而在假定它〔虚空〕为延伸的前提下,引出了随后的论述。

语法注3 条
  1. 4.62Πρὸς δὲ τὸ ποτέρως ἔχει δεῖ λαβεῖν, τί σημαίνει τοὔνομα

    介词短语 Πρὸς τὸ ποτέρως ἔχει 表示目的,修饰非人称动词 δεῖ。注疏者在后文中补充了 τὸ πρόβλημα 作为 ποτέρως ἔχει 的主语或论题。

  2. 4.62μήποτε δὲ ἐπὶ τοῦ τόπου διὰ τὸ ὁμολογεῖσθαι τὴν ἔννοιαν οὐκ ἐδεήθη προλαβεῖν τὸ τί σημαίνει τοὔνομα

    μήποτε 表达委婉的疑虑或推测(“或许并非……”,“难道不是……”),引导谨慎的反驳或独立见解。此处标志着辛普里丘对前文所引亚历山大观点的修正与反驳。

  3. 4.62ἀδιορίστως εἰπεῖν ἐν ᾧ, μὴ συνεκφήναντας, ὅτι διάστημά τι χρὴ εἶναι

    分词 μὴ συνεκφήναντας 为阳性宾格复数,与不定式 εἰπεῖν 的隐含逻辑主语相一致。冠词引导的不定式短语 ἀπὸ τοῦ ... εἰπεῖν 作为介词 ἀπό 的宾语,说明荒谬结论产生的根源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:653.1-654.7