← 辛普里丘

亚里士多德《物理学》注释

§651.23-652.32

毕达哥拉斯派虚空论与肯定论总结

辛普里丘探讨了亚里士多德所引毕达哥拉斯派关于虚空的学说(宇宙的呼吸与数的区分),从新柏拉图主义的差异性与非存在视角阐释其深意,并介绍了斯特拉托对论证的归纳及磁石的例子;最后阐明了亚里士多德对主张与否定虚空论证的总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.60

" Εἶναι δέ φασι καὶ οἱ Πυθαγόρειοι κενὸν ἕως τοῦ τὸ γὰρ κενὸν διορίζειν τὴν φύσιν αὐτῶν." Διὰ τὸ τῶν Πυθαγορείων ἔνδοξον ὡς πέμπτον ἐπιχείρημα τὴν δόξαν αὐτῶν παρατίθεται πρὸς τὸ εἶναι κενόν. ἔλεγον γὰρ ἐκεῖνοι τὸ κενὸν ἐπεισιέναι τῷ κόσμῳ οἷον ἀναπνέοντι ἤτοι εἰσπνέοντι αὐτῷ ὥσπερ πνεῦμα ἀπὸ τοῦ ἔξωθεν περικεχυμένου· χρείαν δὲ παρέχεσθαι πρὸς τὸ μὴ συνεχῆ πάντα εἶναι τὰ σώματα ἀλλήλοις, ὡς ὁ Ἀλέξανδρος ἀκούει. ὁ μέντοι Ἀριστοτέλης οὐκ ἐπὶ σωμάτων ἤκουσεν, ἀλλὰ διορίζει, φησί, τὰς φύσεις, ὡς αἰτίου ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ τῆς διορίσεως αὐτῶν· τὰ γὰρ ἐφεξῆς ἀλλήλοις, ὧν μηδέν ἐστι μεταξύ, ταῦτα διορίζει τὸ κενόν· ὅσα γὰρ ὑπ’ ἄλλων μεταξὺ διαλαμβάνεταί τινων, ταῦτα οὐχ ὑπὸ τοῦ κενοῦ ἀλλ’ ὑπ’ ἐκείνων χωρίζεται. τὴν δὲ τοῦ κενοῦ τοιαύτην δύναμιν ἐν τοῖς ἀριθμοῖς εἶναί τε καὶ φαίνεσθαι πρώτοις διορίζουσαν τὴν φύσιν αὐτῶν.1 τί γὰρ ἄλλο ἐστὶ τὸ διορίζον τὴν μονάδα τῆς δυάδος καὶ ταύτην τῆς τριάδος πλὴν τοῦ κενοῦ μηδεμιᾶς οὔσης μεταξὺ ὑποστάσεως; Ἀλλὰ τίνα ἂν εἴη ταῦτα τὰ τῶν Πυθαγορείων αἰνίγματα; ἢ ὅτι ἡ ὑπὲρ τὸν σωματικὸν κόσμον διακριτικὴ τῶν ἐκεῖ εἰδῶν ἑτερότης ὑπὸ τοῦ κόσμου μετασχεθεῖσα τῶν ἐν αὐτῷ εἰδῶν τὴν διάκρισιν ἀπειργάσατο καὶ τὸν χωρισμόν,2 ἐκεῖ μὲν μὴ οὖσα κενόν (τὸ γὰρ καλὸν εἰ τύχοι ἕτερον τοῦ δικαίου, οὐχ ὅτι οὐκ ἔστι δίκαιον, ἀλλ’ ὅτι πάντα ἐστὶ κατὰ τὸ καλὸν διὰ τὴν ἐκεῖ ἕνωσιν, καὶ ὅτι ἐν τῷ παντελῶς ὄντι οὐκ ἔστι τὸ μὴ ὄν), ἐνταῦθα δὲ ὁ χωρισμὸς γίνεται διὰ τὴν τοῦ μὴ ὄντος παρείσδυσιν. ἡ γὰρ μονὰς οὐκ ἔστι δυὰς καὶ ἡ δυὰς οὐκ ἔστι μονάς, καὶ τὸ μεταξὺ τοῦτο μὴ ὂν τοῦτό ἐστι τὸ κενόν, ὃ χωρίζει τὰ ἐν τῷ κόσμῳ εἴδη ὥσπερ τὰ ὑπὲρ τὸν κόσμον ἡ ἑτερότης ἡ ἐκεῖ ὂν οὖσα καὶ αὐτὴ καὶ μὴ λεγομένη μὴ ὂν (διὸ οὐδὲ κενόν), αἴτιον δὲ ὂν τοῦ ἐνταῦθα κενοῦ. διὸ καὶ ἐκεῖνό πως μὴ ὂν ἐκάλεσεν ὁ ἐν Σοφιστῇ Πλάτων. ταῦτα μὲν οὖν τὰ ἐπιχειρήματα τέθεικεν ὁ Ἀριστοτέλης τῶν λεγόντων εἶναι τὸ κενόν. ὁ δὲ Λαμψακηνὸς Στράτων ταῦτα μὲν εἰς δύο συνήγαγε τὰ τέτταρα εἴς τε τὴν κατὰ τόπον κίνησιν καὶ εἰς τὴν τῶν σωμάτων πίλησιν, τρίτον δὲ προστίθησι τὸ ἀπὸ τῆς ὁλκῆς· τὴν γὰρ σιδηρῖτιν λίθον ἕτερα σιδήρια δι’ ἑτέρων ἕλκειν συμβαίνει, ὅταν ἐπισπάσηται τὸ ἐκ τῶν πόρων τοῦ σιδήρου ἡ λίθος, ᾧ σώματι καὶ συνέλκεται ὁ σίδηρος,3 〈καὶ〉 οὗτος πάλιν τοῦ ἐφεξῆς ἕλκει καὶ οὗτος ἄλλου, καὶ οὕτως ὁρμαθὸς σιδηρίων ἀποκρεμάννυται τῆς λίθου.

“毕达哥拉斯派的人也说存在虚空……[直到]……因为虚空规定着它们的本性[为止]。” 由于毕达哥拉斯派的人享有盛誉,他将他们的意见列为确立存在虚空的第五个论证。因为他们过去说,虚空进入宇宙之中,正如宇宙在呼吸或者说吸入一样,犹如来自从外部环绕之物的气;而且正如亚历山大所理解的那样,虚空提供了使一切物体不致相互连续的功用。然而亚里士多德并未将其理解在物体之上,而是说它“规定着诸本性”,因为虚空是接续之物的某种分离及其划分的原因;因为彼此接续之物,在它们之间没有任何东西,虚空划分了这些东西;因为凡是被中间某些其他东西隔开的,都不是被虚空而是被那些东西所分离。并且[他们说],虚空的这种效能在数之中最先存在并显现,规定着它们的本性。因为除了虚空之外,在中间没有任何实在根据存在的情况下,区分一与二、又区分二与三的还能是什么呢?然而毕达哥拉斯派的这些谜语可能意味着什么呢?难道不是指:在物体宇宙之上的、区分那里的形式的“差异性”,被宇宙分有之后,造成了宇宙内部形式的区分与分离,尽管在那里它并不是虚空(因为假若美与正义不同,这并不是因为美不是正义,而是因为由于那里的合一,一切事物都依据美而存在,并且在完全存在者之中不存在非存在),而在这里,分离则是由于非存在的潜入而发生的。因为一不是二,二也不是一,而这中间的非存在就是这个虚空,它分离了宇宙之中的形式,正如那里的差异性分离了宇宙之上的事物一样;那里的差异性本身也是存在者,不被称为非存在(因此也不是虚空),却是这里虚空的原因。因此柏拉图在《智者篇》中也把那[差异性]在某种意义上称为非存在。那么,这些就是亚里士多德所列出的主张虚空存在之人的论证。而拉姆萨库斯的斯特拉托则将这四个论证归结为两个,即位置运动和物体的压缩,并且作为第三个增加了来自吸引的论证;因为当磁石吸取从铁的孔道中散出的东西时,铁也与这物体一同被吸引,而它又吸引相接的铁,这个又吸引另一个,于是磁石就通过某些小铁片吸引另一些小铁片,小铁片串就这样悬挂在磁石上。

§4.61

"Ἐξ ὧν μὲν οὖν οἱ μέν φασιν εἶναι οἱ δὲ οὔ φασι, σχεδὸν τοιαῦτα καὶ τοσαῦτά ἐστι." Τῶν λεγόντων εἶναι τὸ κενὸν πλείονα παρέθετο ἐπιχειρήματα, πρὸ δὲ ἐκείνων τὸν τῶν ἀναιρούντων αὐτὸ λόγον ἐξέθετο τῶν περὶ Ἀναξαγόραν, ὃν καὶ παρὰ θύρας ἀπαντᾶν ἔλεγεν, οὐχ ὅτι μὴ ἔστι τὸ κενόν, ἀλλ’ ὅτι ὁ ἀὴρ σῶμά ἐστι δεικνύντα. εἰκότως οὖν νῦν ἄμφω τοὺς λόγους εἶπεν εἰρηκέναι τούς τε εἶναι τιθέντας τὸ κενὸν καὶ τοὺς μὴ εἶναι.

“因此,据以有人说存在有人说不存在的[论据],大致就是这样的和这么多的。” 他从主张虚空存在的人那里引述了较多的论证,但在此之前,他阐述了阿那克萨哥拉一派取消虚空的论述,他也曾说这个论述是“在外门遭遇”,因为它表明的不是虚空不存在,而是空气是物体。因此,他现在说自己已经陈述了主张虚空存在的论述与主张虚空不存在的论述这两者,是合情合理的。

语法注3 条
  1. 4.60τὴν δὲ τοῦ κενοῦ τοιαύτην δύναμιν ἐν τοῖς ἀριθμοῖς εἶναί τε καὶ φαίνεσθαι πρώτοις διορίζουσαν τὴν φύσιν αὐτῶν

    由承前省略的陈述动词(如 ἔλεγον)支配的宾格加不定式结构。不定式 εἶναι 与 φαίνεσθαι 的逻辑主语为宾格短语 τὴν τοῦ κενοῦ τοιαύτην δύναμιν,分词 διορίζουσαν 依性数格与其保持一致(阴性单数宾格)。与格 πρώτοις 修饰 ἐν τοῖς ἀριθμοῖς,既可作名词性理解(“在作为在先者的数之中”),亦可作表语/副词性理解(“首先在数之中”)。

  2. 4.60ἡ ὑπὲρ τὸν σωματικὸν κόσμον διακριτικὴ τῶν ἐκεῖ εἰδῶν ἑτερότης ὑπὸ τοῦ κόσμου μετασχεθεῖσα τῶν ἐν αὐτῷ εἰδῶν τὴν διάκρισιν ἀπειργάσατο καὶ τὸν χωρισμόν

    该从句的骨架结构为:主语是 ἡ ἑτερότης(由介词短语 ὑπὲρ τὸν σωματικὸν κόσμον 及形容词短语 διακριτικὴ τῶν ἐκεῖ εἰδῶν 所修饰),伴随被动分词 μετασχεθεῖσα(“被宇宙分有”),主导动词为 ἀπειργάσατο。宾语为带属格修饰语 τῶν ἐν αὐτῷ εἰδῶν 的 τὴν διάκρισιν καὶ τὸν χωρισμόν。

  3. 4.60ᾧ σώματι καὶ συνέλκεται ὁ σίδηρος

    先行词名词被纳入关系从句的结构(ᾧ σώματι)。其所指为前文的 τὸ ἐκ τῶν πόρων τοῦ σιδήρου(“从铁的孔道中散出之物”)。中性单数与格 ᾧ σώματι 在从句中充当伴随或手段与格,与 συνέλκεται 连用,表示“铁也与此物体一同被拉引”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:651.23-652.32