- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:650.15-651.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了主张虚空存在的第二至第四个论证,它们分别基于物体的压缩(酒与皮囊的例子)、增长(养料的渗入)以及灰烬容水现象,并在考察亚历山大的诠释的同时阐明了压缩的机理。
" Ἄλλον δὲ ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα ἕως τοῦ συνιόντος τοῦ πυκνουμένου σώματος." Δεύτερον τίθησι λόγον τὸν ἀπὸ τῆς τῶν σωμάτων πιλήσεως. εἰ γὰρ τῆς αὐτῆς οὐσίας μενούσης συνιζάνει καὶ ἐκτείνεται τὰ σώματα, δῆλόν φασιν ὅτι κενῶν ὄντων μεταξὺ διαστημάτων ἡ κατ’ αὐτὰ σύμπτωσις γίνεται. τούτου δὲ τεκμήριον παρατίθεται τὸ τὸν πίθον μετὰ τῶν ἀσκῶν δέχεσθαι τὸν οἶνον· τοῦτο δὲ ὁ μὲν Ἀλέξανδρος ἤκουσεν, ὡς τοῦ πίθου, κἂν εἰς ἀσκοὺς ἐμβληθῇ ὁ πληρῶν αὐτὸν οἶνος, δέχεσθαι αὐτὸν μετὰ τῶν ἀσκῶν. μήποτε δὲ τοῦτο μὲν περιττὸν καὶ διὰ τὴν δυσκολίαν τῆς συνθέσεως· ἀλλ’ ὅτι1 ὁ αὐτὸς πίθος μεστὸς ὢν οἴνου καὶ τοὺς ἀσκοὺς τοὺς δεχομένους τὸν ἐν αὐτῷ οἶνον προσεμβληθέντας δέχεται καὶ οὐχ ὑπερχεῖται· ὃ ἀδύνατον ἦν, φασί, μὴ τοῦ οἴνου συμπιλουμένου· τοῦτο δὲ οὐκ ἂν ἐγένετο μὴ κενῶν ὄντων μεταξὺ διαστημάτων, ὧν συμπιπτόντων ἡ πίλησις ἀποτελεῖται. οἱ δὲ τὸ κενὸν τῆς πιλήσεως αἰτιώμενοι καὶ τὰ βαρέα τῶν κούφων ταύτῃ διαφέρειν φασὶ τῷ τὰ μὲν πλέον ἔχειν, τὰ δὲ ἔλαττον.
“又一[论证]是,某些东西显见结合并被压缩……[直到]……当被浓缩的物体紧缩时[为止]。” 他提出了第二个论证,即来自物体压缩的论证。因为他们说,如果相同的实体保持不变,而物体发生收缩与扩张,那么显而易见的是,由于中间存在虚空间隙,沿着这些间隙的塌缩得以发生。而作为这一点的证据,有人提出瓮连同皮囊一起容纳酒;亚历山大将此理解为:哪怕充满瓮的酒被装入皮囊中,瓮也能连同皮囊一起容纳它。然而,这或许是多余的,且因组合上的困难[而不甚可能];不如说,这是指同一个装满酒的瓮,当额外投入盛装其中酒的皮囊时也能容纳它们,并且不会溢出;他们说,如果酒没有被压缩,这是不可能的。而如果中间不存在虚空间隙(通过其塌缩而完成压缩),这也是不会发生的。至于那些将压缩归因于虚空的人,也说重物与轻物在这方面有所区别,即后者具有较多的[虚空],前者具有较少的[虚空]。
"Ἔτι δὲ καὶ ἡ αὔξησις δοκεῖ γίνεσθαι πᾶσι διὰ κενοῦ ἕως τοῦ δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι." Εἰπὼν ὅτι ἡ κατὰ τόπον κίνησις οὐκ ἂν γένοιτο μὴ ὄντος κενοῦ καὶ ὅτι τῆς κατὰ τόπον κινήσεως ἡ μέν ἐστι κατὰ αὔξησιν, ἡ δὲ κατὰ φοράν, καὶ δείξας ἐπὶ τῆς κατὰ φορὰν τὸ εἰρημένον, νῦν λέγει, πῶς ἐδείκνυον ὅτι οὐδὲ ἡ κατὰ αὔξησιν κίνησις γένοιτο ἂν κενοῦ μὴ ὄντος. εἰ γὰρ ἡ μὲν αὔξησις γίνεται διὰ τροφῆς πάντῃ διούσης, ἡ δὲ τροφὴ σῶμα, ἀνάγκη ἢ διὰ πλήρους γίνεσθαι ἢ διὰ κενοῦ· ἀλλὰ διὰ πλήρους ἀδύνατον, ὡς δέδεικται (σῶμα γὰρ διὰ σώματος οὐ χωρεῖ, ὥστε ἅμα εἶναι δύο σώματα)· δῆλον 〈οὖν〉 ὅτι εἰς τὰ κενὰ τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος πανταχῆ παρεσπαρμένα2 ποιεῖ πανταχόθεν αὔξεσθαι τὸ τρεφόμενον. τὸ δὲ δοκεῖ γίνεσθαι πᾶσι τὸ ἔνδοξον ἐνδείκνυται τῆς ἐπιχειρήσεως.
“此外,增长在所有人看来也是通过虚空发生的……[直到]……但两个物体不可能同在〔一处〕[为止]。” 在说明了若不存在虚空则位置运动不可能发生,以及位置运动的一种是依据增长、另一种是依据位移,并在位移的情形下表明了上述论断之后,他现在说明他们以前是如何表明若不存在虚空则依据增长的运动也不可能发生的。因为如果增长是通过遍及各处的养料而发生的,而养料是物体,那么它必然要么通过充满之物发生,要么通过虚空发生;然而正如已经表明的那样,通过充满之物是不可能的(因为物体并不穿透物体,以致两个物体同在〔一处〕);因此显而易见,养料进入被滋养物中散布在各处的虚空之中,使得被滋养物从四面八方增长。“在所有人看来发生”这一措辞指明了该论证具有通行的公认性。
"Μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, εἰ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον κενὸν ὄν." Τοῦτο κεῖται μὲν ὡς τέταρτον ἐπιχείρημα κατασκευαστικὸν τοῦ κενοῦ. ἔστι δὲ ταὐτόν πως τῷ περὶ τοῦ οἴνου καὶ τῶν ἀσκῶν ἀπὸ τῆς πιλήσεως τῶν σωμάτων καὶ αὐτὸ προσαγόμενον· ὡς γὰρ ὁ πίθος πρὸς τῷ οἴνῳ δέχεται τοὺς ἀσκοὺς διὰ τὸ πεπιλῆσθαι τὸν οἶνον, οὕτω τὸ τέφρας μεστὸν ἄγγος ἐπὶ τῇ τέφρᾳ ὕδωρ δέχεται συνιζανόντων τῶν ἐν τῇ τέφρᾳ κενωμάτων. διαφέρει δὲ τοῦτο τὸ παράδειγμα τοῦ κατὰ τὸν οἶνον, ὡς οἶμαι, ὅτι ἐκεῖ μὲν πρὸς τῷ οἴνῳ καὶ τοὺς ἀσκοὺς ἐδέχετο τὸ αὐτὸ χώρημα οὐκ ἔχοντας ἴσον ὄγκον τῷ οἴνῳ, ἐνταῦθα δὲ καὶ ἡ τέφρα καὶ τὸ ὕδωρ ἱκανὰ καὶ καθ’ αὑτά ἐστι πληροῦν τὸ ἀγγεῖον, συμπιπτόντων δηλονότι τῶν ἐν ἑκατέρῳ πόρων, μᾶλλον δὲ τῶν μὲν ἐν τῷ ὕδατι συμπιπτόντων, τῶν δὲ ἐν τῇ τέφρᾳ τῶν μὲν συνιζανόντων, τῶν δὲ τὸ ὕδωρ δεχομένων ἐν ἑαυτοῖς.3
“他们还把关于灰烬的事作为证据,如果它容纳的水与容器空着时一样多。” 这被列为确立虚空的第四个论证。而它在某种程度上与关于酒和皮囊的论证是相同的,其本身也是从物体的压缩中引出的;因为正如瓮由于酒被压缩而在酒之外还容纳皮囊一样,装满灰烬的容器也因灰烬中的空隙塌缩而在灰烬之外容纳水。我认为,这个例子与关于酒的例子的不同之处在于:在那里,同一个容量在酒之外还容纳并不具有与酒相等体积的皮囊;而在这里,灰烬和水各自都足以单独充满容器,这显然是因为两者之中的孔道都塌缩了,或者说水中的孔道塌缩,而灰烬中的孔道则一部分塌缩,另一部分将水接纳于自身之中。
- 4.57μήποτε δὲ τοῦτο μὲν περιττὸν καὶ διὰ τὴν δυσκολίαν τῆς συνθέσεως· ἀλλ’ ὅτι...
μήποτε 引导一种委婉的质疑或推测(“或许……”)。前半句 τοῦτο μὲν περιττόν 补足省略的系动词(如 ἐστί),而随后的 ἀλλ' ὅτι 则引导与亚历山大的理解(ἤκουσεν, ὡς...)相对立的替代性解释从句(“不如说是指……”)。
- 4.58εἰς τὰ κενὰ τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος πανταχῆ παρεσπαρμένα
此处出现分离修饰(hyperbaton):中性复数被动分词 πανταχῆ παρεσπαρμένα(到处散布的)越过插入的名词短语 τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος,直接修饰介词短语中的名词 τὰ κενά(虚空间隙)。
- 4.59τῶν δὲ ἐν τῇ τέφρᾳ τῶν μὲν συνιζανόντων, τῶν δὲ τὸ ὕδωρ δεχομένων ἐν ἑαυτοῖς
这是一个省略了核心名词(πόρων)的属格独立结构。与前面的 τῶν μὲν ἐν τῷ ὕδατι συμπιπτόντων 相对照,τῶν δὲ ἐν τῇ τέφρᾳ 作为总体性的部分属格,随即在同格分配结构中被划分为两个并列分词分句:τῶν μὲν συνιζανόντων 与 τῶν δὲ τὸ ὕδωρ δεχομένων。
