- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:649.1-650.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了亚里士多德提出的支持虚空存在的第一个论证(即位置运动需要虚空),解释了若运动在充满之物中发生则最小之物将容纳最大之物这一荒谬推论,并讨论了麦里梭等爱利亚学派在论述理知存在时如何运用了这种逻辑。
" Λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη ἕως τοῦ ἕνα μὲν οὖν τρόπον ἐκ τούτου δεικνύουσιν ὅτι ἔστι τὸ κενόν." Τέτταρα τίθησιν ἐπιχειρήματα τῶν τὸ κενὸν εἶναι λεγόντων ἓν μὲν κατὰ τὴν ἔννοιαν τοῦ χωριστοῦ κενοῦ, τὰ δὲ τρία κατὰ τὴν τοῦ παρεσπαρμένου ἐν τοῖς σώμασι, καὶ πέμπτον ἐπ’ αὐτοῖς ἐπάγει τὸ παρὰ τοῖς Πυθαγορείοις δοξαζόμενον· τῶν δὲ τεττάρων τὸ πρῶτον τοιοῦτόν τί ἐστιν ἐκ διαιρετικοῦ τινος ὡρμημένον τοῦ λέγοντες,1 ὅτι ἡ κατὰ τόπον κίνησις, ἥτις ἔν τε τῇ φορᾷ θεωρεῖται καὶ ἐν τῇ αὐξήσει, ἢ διὰ κενοῦ τοῦ μεταξὺ γίνεται ἢ διὰ πλήρους· ἀλλὰ μὴν οὐ διὰ πλήρους, ὡς δειχθήσεται· διὰ κενοῦ ἄρα, καὶ ἔστι τὸ κενόν. καὶ ὅτι μὲν διά τινος τοῦ μεταξὺ τὴν κίνησιν ἀνάγκη γίνεσθαι, αὐτόπιστον δοκεῖ τοῖς ἐννοοῦσιν, ὅτι ἡ ἀπό τινος ἐπί τι τοπικὴ μετάστασις τοῦ τε ἀφ’ οὗ καὶ τοῦ εἰς ὃ διεστηκότων ἀλλήλων διά τινος τοῦ μεταξὺ γίνεται διαστήματος. ὅτι δὲ πᾶν διάστημα ἢ πλῆρες ἢ οὐ πλῆρες ἀνάγκη εἶναι, πρόδηλον· ἀντιφατικὴ γάρ ἐστιν ἡ διαίρεσις· τὸ δὲ οὐ πλῆρες πάντως κενόν. ὅτι δὲ διὰ πλήρους ἀδύνατον γίνεσθαι τὴν κίνησιν, δι’ ὑποθετικοῦ δείκνυσι συλλογισμοῦ οὕτως· εἰ διὰ πλήρους ἡ τῶν σωμάτων κατὰ τόπον γίνεται κίνησις, σῶμα διὰ σώματος χωρήσει, καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον· ἀλλὰ μὴν τοῦτο ἀδύνατον τὸ ἐν κυαθιαίῳ ὕδατι χωρηθῆναι τὴν θάλασσαν· ἀδύνατον ἄρα καὶ τὸ ἡγούμενον τὸ διὰ πλήρους γίνεσθαι τὴν κίνησιν. καὶ τὸ μὲν συνημμένον, ὅτι τὸ μικρότατον δέξεται τὸ μέγιστον, δείκνυσι διὰ τοῦ ‘εἰ δέχεται ὅλως ἄλλο σῶμα τὸ ἐξ ἀρχῆς ὡς δύνασθαι ἐν τῷ αὐτῷ διαστήματι δύο εἶναι σώματα, δέξεται καὶ ταῦτα τρίτον ἄλλο διὰ τοῦ διπλοῦ χωροῦν καὶ τὸ ὅλον πάλιν ἄλλο τέταρτον καὶ ἐφεξῆς ὁποσαοῦν’. οὐ γὰρ ἄν τις αἰτίαν εἴποι, δι’ ἣν ἓν μὲν ἐδέξατο, πλείω δὲ οὔ (πλῆρες γὰρ τὸ ἓν ἦν ὡς καὶ τὰ δύο)· δέξεται ἄρα καὶ τὸ μέγιστον, ἐπειδὴ τὸ μέγα δύναται εἰς πολλὰ ἴσα τῷ μικρῷ τῷ ἐξ ἀρχῆς ὑποκειμένῳ διαιρεθῆναι. πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν, ὥς φησιν, ἑκάστου τῶν ἐν τῷ μεγάλῳ μικρῶν τῶν ἴσων τῷ ὑποκειμένῳ γινομένου ἐν τῷ ἐξ ἀρχῆς μικρῷ, καὶ τὸ ὅλον ἂν ἐν αὐτῷ γένοιτο2 καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον, ὅπερ ἐστὶν ἐναργῶς ἄτοπον· δῆλον δὲ ὅτι εἰ τὰ ἴσα δέχοιτο ἑαυτῷ καὶ τὰ ἄνισα δέξεται· τὰ γὰρ πλείονα ἴσα ἄνισον ποιεῖ. δέχεται οὖν καὶ τὰ ἄνισα, ὥστε καὶ τὰ μέγιστα. καίτοι καὶ αὐτὸ τὸ τὰ ἄνισα δέχεσθαι ἄτοπον. διὸ οὐδὲ αὐτὸ παρῆκεν. ὅτι δὲ παλαιὸς οὗτος ὁ λόγος ἦν ὁ τὸ κενὸν ἐκ τῆς κινήσεως εἰσάγων, πιστοῦται διὰ τοῦ καὶ Μέλισσον ὡς ἐναργεῖ χρώμενον τῷ συνημμένῳ τῷ λέγοντι, εἰ κινεῖται τὸ ὄν, διὰ κενοῦ κινεῖσθαι, εἶτα προσλαμβάνοντα τὸ ‘ἀλλὰ μὴν οὐκ ἔστι κενόν’ ἐπάγειν τὸ ‘οὐ κινεῖται ἄρα τὸ ὄν’. καὶ ὅτι μὲν οὕτω πως ἐρωτᾷ τὸν λόγον ὁ Μέλισσος, δῆλον. ἐρωτᾷ δὲ αὐτὸν οὐ περὶ τοῦ σωματικοῦ οὐδὲ περὶ τοῦ μερικοῦ ὄντος, ἀλλὰ περὶ τοῦ νοητοῦ καὶ ὁλοτελοῦς. ἐκεῖνο γὰρ καὶ ἓν καὶ ἀκίνητον εἶναι βούλεται, τὸ ἀκίνητον οἶμαι δεικνὺς διὰ τοῦ πάντα αὐτὸ εἶναι καὶ μηδὲν εἶναι παρ’ αὐτό, ἐφ’ οὗ ἐκστήσεται διὰ κενοῦ·3 οὐ γάρ ἐστι τὸ κενὸν ἐκεῖ, τάχα δὲ οὐδὲ ἑτερότης, εἴπερ πάντα αὐτό ἐστι. καὶ τὸ μὴ ὂν ἐν τῷ παντελῶς ὄντι χώραν οὐκ ἔχει. κἂν γὰρ ἑτερότης ᾖ ἐκεῖ, καθ’ ἣν τὰ εἴδη διακέκριται ἀλλήλων, ἀλλὰ καὶ ἡ ἑτερότης ὄν. καὶ τὸ κενὸν οὐκ ἔχει χώραν ἐν τῷ παντελῶς ὄντι, ὥσπερ οὐδὲ τὸ μὴ ὄν. ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα, φησὶν ὁ μέγας Παρμενίδης.
“他们一方面说,位置运动将不可能存在……直到……因此,他们依据这一条以一种方式表明虚空存在。” 他提出了主张虚空存在的人的四个论证,一个依据分离的虚空的概念,其余三个则依据散布在物体之中的[虚空]的概念,并在它们之外引入了第五个,即在毕达哥拉斯学派中所持的见解。在这四个论证中,第一个是出自某种选言判断的这样一种论证:他们说,无论在位移还是在增长中被观察到的位置运动,要么是通过介于其间的虚空发生,要么是通过充满之物发生;然而并不通过充满之物发生,正如将被表明的那样;因此是通过虚空发生,并且虚空存在。而运动必然通过介于其间的某种东西发生,这在那些考虑到从某物到某物的位置移动(起点与终点彼此间隔开)乃是通过某种介于其间的间隔发生的人看来,是自明的。至于每一个间隔必然要么是满的要么不是满的,则是显而易见的,因为这一划分是矛盾对立的;而未满的则完全是虚空。然而运动不可能通过充满之物发生,他通过如下假言三段论加以表明:如果物体的位置运动是通过充满之物发生的,那么物体将穿透物体,最小之物将容纳最大之物;然而海水被容纳于一勺水之中这是不可能的;因此前件即运动通过充满之物发生也是不可能的。至于其连带命题,即最小之物将容纳最大之物,他是通过以下命题来表明的:“如果原初的物体全然容纳另一个物体,以至于在同一个间隔中能够有两个物体,那么这两个物体也将容纳穿过双重物体的第三个物体,而整体又将容纳第四个物体,并依序容纳任意多数的物体。”因为没有人能够说出为什么它容纳了一个却不能容纳更多的原因(因为一个物体如同两个物体一样是满的);因此它也将容纳最大之物,因为大物能够被分割为许多与最初作为底层的细小物相等的部分。因为正如他所说,大物是许多小物,随着大物之中与底层之物相等的每一个小物进入原初的细小物之中,整体也将进入其中,最小之物将容纳最大之物,这显然是荒谬的。显然,如果它能容纳与自身相等之物,它也将容纳不等之物;因为多个相等之物构成不等之物。因此它也容纳不等之物,从而也容纳最大之物。尽管容纳不等之物本身也是荒谬的,所以他也并未忽略这一点。而这一从运动引入虚空的论证自古有之,这一点通过麦里梭也是如此得到证实:麦里梭把“如果存在者运动,它就通过虚空运动”这一条件陈述作为显然的前提,随后附加小前提“然而虚空不存在”,从而得出结论“因此存在者不运动”。麦里梭大致如此提出这一论证,这是清楚的。但他提出这一论证并不是关于物体的或部分的存在的,而是关于理知的和完全的存在者的。因为他意图使那是唯一的且不动的,我认为他是通过它是万物且在它之外没有任何东西(可以供它通过虚空避让于其中)来表明其不动的;因为那里不存在虚空,甚至倘若它就是一切的话,或许连相异性也不存在。非存在者在全然的存在者之中没有容身之地。因为即便那里有相异性,形式依据它彼此区分开来,但相异性本身也是存在。并且虚空在全然的存在者之中没有容身之地,正如非存在者也没有一样。“但你当使思想远离这条探求之途”,伟大的巴门尼德说。
- 4.56τοῦ λέγοντες
属格冠词 τοῦ 之后反常地接了主格复数分词 λέγοντες,构成了破格句(anacoluthon)。在功能上,它相当于定冠词与不定词构成的名词短语(如 τοῦ λέγειν),或是受前面 διαιρετικοῦ τινος 支配本应为属格分词(τοῦ λέγοντος)的变异,用以引出主张虚空存在者所陈述的内容。
- 4.56καὶ τὸ ὅλον ἂν ἐν αὐτῷ γένοιτο
在属格绝对结构(ἑκάστου... γινομένου...)之后的 καί 并非单纯的并列连词,而是起主句引出作用的归结性 καί(apodotic καί),用以引出假定前提下的结论:“那么整体也将进入其中”。
- 4.56ἐφ’ οὗ ἐκστήσεται διὰ κενοῦ
动词 ἐξίσταμαι(退让、让位)与介词短语 ἐφ’ οὗ(ἐπὶ 加属格关系代词)连用,指示避让或移动所指向的目的地/处所,即“通过虚空避让于其之中的所在”。
