- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:647.10-648.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在213a22处的论述,阐明阿那克萨哥拉派试图借助空气实验(皮囊与水钟)否定虚空的做法未能触及虚空的真正概念(独立于物体的广延),并结合波菲利的异读对早期各派关于虚空的学说进行了梳理与辨析。
" Οἱ μὲν οὖν πειρώμενοι δεικνύναι ὅτι οὐκ ἔστιν ἕως τοῦ ἀλλ’ οἱ φάσκοντες εἶναι μᾶλλον." Προθέμενος εἰπεῖν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι τὸ κενὸν καὶ ἃ λέγουσιν οἱ μὴ εἶναι φάσκοντες, καὶ πρώτους τοὺς φάσκοντας εἶναι ὁρμήσας προχειρίσασθαι καὶ παραστῆναι τῷ λόγῳ, καὶ πιθανὸν αὐτὸν ὥσπερ εἴωθεν ἐπιδεῖξαι πρὸ τοῦ τὰ ἐπιχειρήματα θεῖναι τὰ τοιαῦτα, τοὺς ἐπιχειροῦντας μὲν ἐλέγχειν αὐτά, μὴ καλῶς δὲ πρὸς αὐτὰ ὑπαντῶντας διελέγχει.1 καὶ οὕτως πρώτους παράγει τοὺς μὴ φάσκοντας εἶναι ἅμα καὶ δεικνύς, πρὸς ποίαν ἔννοιαν τοῦ κενοῦ χρὴ διαμάχεσθαι, ὅτι οὐχ ἣν λέγουσιν οἱ πολλοί, μόνα νομίζοντες εἶναι σώματα τὰ ἀντιτυποῦντα, τὸν δὲ τοῦ λεγομένου ἀέρος τόπον πάντα κενὸν λέγοντες ὡς τοῦ ἀέρος μηδὲν ὄντος· οἱ γοῦν περὶ Ἀναξαγόραν ἀναιρεῖν οἴονται τὸ εἶναί τι κενόν, εἰ μόνον δείξαιεν, ὅτι ἔστι τι ὁ ἀήρ· καὶ ἐδείκνυον ὅτι καὶ σῶμά ἐστι καὶ ἀντίτυπον σῶμα εἰς τοὺς ἀσκοὺς συνθλίβοντες αὐτόν. ἢ καταλληλότερον ἔστιν ἀκούειν τοῦ Ἀριστοτέλους λέγοντος ὡς τοὺς πεφυσημένους παραφερόντων καὶ δεικνύντων ὅπως δύσκολόν ἐστι τὸ στρεβλοῦν αὐτοὺς ἐγκειμένου τοῦ ἀέρος, καίτοι τοὺς μὴ πεφυσημένους στρεβλοῦν πάνυ ῥᾴδιόν ἐστι. καὶ μέντοι καὶ τὰς κλεψύδρας ἐπιδεικνύντες, τουτέστι τοὺς ἅρπαγας, ὅταν μὲν ἔχωσιν ἀέρα μὴ δεχομένας ὕδωρ· ἐκμυζηθέντος δὲ αὐτοῦ εὐθέως ἁρπάζουσι τὸ ὕδωρ, καὶ οὐ πρότερον ἀφιᾶσι, πρὶν τὸν ἐπιπωματίζοντα τὴν ὀπὴν δάκτυλον ἀφελών τις τῷ ἐξιόντι ὕδατι ἀνάλογον εἰσελθεῖν ἀέρα συγχωρήσῃ· οἱ οὖν οὕτως ἀντειπόντες τῷ κενῷ, ὅτι μὲν ἠπατῶντο οἱ τὸν τοῦ ἀέρος τόπον κενὸν λέγοντες, ἤλεγχον2 αὐτούς· ὅτι δὲ μὴ ἔστι κενόν (τοῦτο γὰρ οἴονται κενὸν οἱ ἄνθρωποι τὸ διάστημα, ἐν ᾧ μηδέν ἐστιν αἰσθητὸν σῶμα), 〈οὐκ ἤλεγχον〉. ἐπειδὴ δὲ τὸ ὂν ἅπαν σῶμα εἶναι νομίζουσιν, ὑποβεβληκότες ὡς ταὐτὸν ὂν τὸ μηδὲν καὶ τὸ μὴ σῶμα, κενὸν λέγουσι τὸ διάστημα, ἐν ᾧ μηδέν ἐστι, ταύτην ἔχοντες ἔννοιαν περὶ τοῦ κενοῦ. τὸ δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα, καὶ διὰ τοῦτο μηδὲν εἶναι ἐν τῷ διαστήματι τῷ τὸν ἀέρα ἔχοντι, τοῦτο ἀπατώμενοι λέγουσιν. ἔδει οὖν οὐ πρὸς ἐκεῖνο ὑπαντᾶν, ὅπερ ἀπατώμενοι λέγουσιν, ἀλλὰ πρὸς αὐτὴν τὴν περὶ τοῦ κενοῦ ἔννοιαν δεικνύντας, ὅτι οὐκ ἔστι τι διάστημα ἄλλο παρὰ τὸ ἐν αὐτοῖς τοῖς σώμασι (τοῦτο γὰρ δηλοῖ τὸ οὔτε χωριστόν. κἂν γὰρ πλῆρες ᾖ, ἄλλο δὲ παρὰ τὰ σώματα, χωριστὸν τῶν σωμάτων ἐστί), καὶ ὅτι τοῦτο ἐν ὑποστάσει οὐκ ἔστιν, ἀλλὰ κατὰ μόνην ἐπίνοιαν, ὅπερ δηλοῖ τὸ οὔτε ἐνεργείᾳ ὄν. ἐκεῖνοι γὰρ ἔλεγον ἐνεργείᾳ τι τοιοῦτον εἶναι διάστημα, ὃ μεταξὺ τῶν σωμάτων ὑπάρχον οὐκ ἐᾷ συνεχῆ εἶναι τὰ σώματα, ὡς οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ἔλεγον, οὐ μόνον ἐν τῷ κόσμῳ κενὸν εἶναί τι λέγοντες, ἀλλὰ καὶ ἔξω τοῦ κόσμου, ὅπερ δῆλον ὅτι τόπος μὲν οὐκ ἂν εἴη, αὐτὸ δὲ καθ’ αὑτὸ ὑφέστηκε. ταύτης δὲ τῆς δόξης γέγονε καὶ Μητρόδωρος ὁ Χῖος, καὶ τῶν Πυθαγορείων τινές, ὡς μετ’ ὀλίγον αὐτὸς ἐρεῖ· ὕστερον δὲ καὶ Ἐπίκουρος. ὁ μέντοι Πορφύριος οὐ γράφει οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ἀλλ’ οὔτε ἀχώριστον αὐτῶν οὔτε χωριστόν. “ἀχώριστον μὲν γὰρ ἔθεντο, φησίν, αὐτὸ οἱ περὶ τὸν Δημόκριτον, διόπερ μηδὲ συνεχὲς τὸ πᾶν μεσολαβουμένων τῶν σωμάτων ὑπὸ τοῦ κενοῦ· χωριστὸν δὲ οἱ λέγοντες ἔξω τοῦ κόσμου κενόν, συνεχὲς δὲ ἀπολείποντες τὸ πᾶν, ὡς οἱ Πυθαγορικοί.” ἀμείνων δὲ οἶμαι ἡ προτέρα γραφή· ἔχει δὲ καὶ αὕτη λόγον· καὶ γὰρ τῶν περὶ τοῦ κενοῦ δοξαζόντων οἱ μὲν χωριστὸν αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον εἶναι δι’ ὅλου τε τοῦ κόσμου χωροῦν καὶ ὑπὲρ τὸν κόσμον ἐκτεινόμενον συνεχὲς ἑαυτῷ ὄν. οἱ δὲ ἐν τοῖς σώμασι πανταχοῦ παρεσπαρμένον κατὰ μικρὰ καὶ ταύτῃ δοκοῦν ἀχώριστον. διὸ καὶ τῶν ἐφεξῆς τεττάρων ἐπιχειρημάτων τὸ μὲν ἀπὸ τῆς κινήσεως καὶ τῆς αὐξήσεως τὸ πρῶτον κενὸν εἰσάγει, τὸ δὲ ἀπὸ τῆς πιλήσεως καὶ τῆς τέφρας τὸ δεύτερον· ὥστε οἱ διὰ τοῦ δεικνύναι ὅτι ἔστι τι ὁ ἀὴρ βουλόμενοι πρὸς τὸ κενὸν ἐνίστασθαι οὐκ ἐπὶ τὰς οἰκείας θύρας καὶ οἷον εἰσόδους πρὸς τὴν ἔννοιαν ταύτην ἔρχονται τοῦ κενοῦ, ἀλλὰ παρὰ θύρας, τουτέστιν ἔξωθεν καὶ ἐπ’ ἄλλας θύρας, ἢ οἷον διὰ τοίχου τινὸς εἰσιέναι πειρῶνται τοῦ μὴ εἰσάγοντος· ἐπὶ τούτων γὰρ καὶ ἡ παροιμία λέγεται· οὗτοι οὖν οὐ κατὰ θύρας ἀπαντῶσιν, ἀλλ’ ἐκεῖνοι μᾶλλόν εἰσι πιθανώτεροι οἱ λέγοντες εἶναι τὸ κενόν, ὧν ἑξῆς τὰ ἐπιχειρήματα τίθησιν.
“因此,那些试图表明它不存在的人……直到……而是那些主张它存在的人更为如此。” 他打算陈述主张虚空存在的人所说的以及主张它不存在的人所说的,并且在提出这类论证之前,先着手首先处理主张存在的人并在论述中加以展现,并按照他的习惯表明其具有说服力,此时他驳斥了那些试图反驳这些论点却未能恰当应对的人。因此,他首先引出主张不存在的人,同时表明应当针对虚空的何种概念进行辩驳,即并非针对大众所说的那种概念——他们认为唯有具有抗拒性的才是物体,并称所谓空气的整个场所为虚空,视空气如同无物。至少阿那克萨哥拉的门从认为,只要他们能够表明空气是某种东西,他们就消除了虚空作为某种事物的存在;他们通过将空气压缩进皮囊,表明它既是物体也是抗拒性的物体。或者更恰当的做法是理解亚里士多德所说的意思为:他们拿来充了气的皮囊,展示在空气封闭于其中时将其扭曲是多么困难,尽管扭曲未充气的皮囊极为容易。而且他们还展示水钟,即取水器,在含有空气时它们不接纳水;但当空气被吸出时,它们立刻吸入水,并且直到有人移开盖住孔洞的手指、容许与排出的水相应比例的空气进入之前,它们绝不放手。因此,以这种方式反对虚空的人,驳斥了那些把空气之场所称为虚空的人,表明他们受了欺骗;但关于虚空不存在(因为人们认为虚空就是这个:其中没有任何可感物体的间隔),[他们并没有证明]。由于他们认为一切存在者都是物体,假定无与非物体是同一的,因而将其中没有任何东西的间隔称为虚空,对虚空抱有这样的概念。然而空气不是物体,以及因此在含有空气的间隔中没有任何东西,这是他们在受骗中所说的。所以本不应当去应对他们在受骗中所说的那些话,而应当针对关于虚空的概念本身,表明在物体本身的间隔之外并不存在任何别的间隔(因为这正是“既非可分离的”所表明的;因为即便它是满的,若是物体之外的别物,它也是与物体分离的),并且表明这并非实在地存在,而仅仅依从思维存在,这正是“亦非现实存在的”所表明的。因为那些人主张现实中存在某种这样的间隔,它存在于物体之间而不容许物体连续,正如德谟克利特和留基伯的门人所说,他们不仅主张在宇宙之内有某种虚空,而且在宇宙之外也有,显然这不可能构成场所,而是自存的。开奥斯的墨特罗多洛以及某些毕达哥拉斯学派的人也持这一见解,正如他自己不久后将说的;后来伊壁鸠鲁也是如此。然而波菲利并未写“既非可分离的,亦非现实存在的”,而是写成“既非与它们不可分离,亦非可分离的”。他说:“因为德谟克利特等人设定它是不可分离的,所以整个宇宙也不是连续的,因为物体被虚空所阻隔;而那些主张宇宙之外有虚空却保留整体为连续的人,则设定它是可分离的,如毕达哥拉斯学派那样。”但我认为前一种读法更好;然而这一种也是有道理的。因为在对虚空持有意见的人当中,一些人主张它是自存可分离的,贯穿整个宇宙并延伸至宇宙之外,自身是连续的;另一些人则主张它以微小的碎片随处散布在物体之中,依此看似不可分离。因此,在接下来的四个论证中,源自运动与增长的论证引入了第一种虚空,而源自压实与灰烬的论证则引入了第二种虚空。所以,那些企图通过表明空气是某种东西来对抗虚空的人,并未走向通往这一虚空概念的正门和所谓入口,而是走向了门旁,即走向外侧和别的门,或者试图穿过某种无法引人入内的墙壁进入;因为这句谚语正是针对这类事情而说的。因此,这些人并未在正门处交锋,相反,那些主张虚空存在的人更为可信,他接下去便提出了他们的论证。
- 4.55Προθέμενος εἰπεῖν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι τὸ κενὸν καὶ ἃ λέγουσιν οἱ μὴ εἶναι φάσκοντες, καὶ πρώτους τοὺς φάσκοντας εἶναι ὁρμήσας προχειρίσασθαι καὶ παραστῆναι τῷ λόγῳ, καὶ πιθανὸν αὐτὸν ὥσπερ εἴωθεν ἐπιδεῖξαι πρὸ τοῦ τὰ ἐπιχειρήματα θεῖναι τὰ τοιαῦτα, τοὺς ἐπιχειροῦντας μὲν ἐλέγχειν αὐτά, μὴ καλῶς δὲ πρὸς αὐτὰ ὑπαντῶντας διελέγχει.
整个长句的骨干是以亚里士多德为隐含主语的并列分词句 Προθέμενος 与 ὁρμήσας(统领不定式 προχειρίσασθαι、παραστῆναι 与 ἐπιδεῖξαι),最终归结至主要动词 διελέγχει。其直接宾语是分词短语 τοὺς ἐπιχειροῦντας μὲν ... μὴ καλῶς δὲ ... ὑπαντῶντας;其中的 αὐτά 指前文主张虚空存在的论点或论证,而 πιθανὸν αὐτὸν 中的阳性宾格 αὐτόν 指代论述(λόγος)或论点。
- 4.55ὅτι δὲ μὴ ἔστι κενόν ... 〈οὐκ ἤλεγχον〉
此分句与前文的 ὅτι μὲν ἠπατῶντο ... ἤλεγχον αὐτούς 构成对比。校勘本所补充的 〈οὐκ ἤλεγχον〉 是根据与前文 ἤλεγχον 构成的 μέν ... δέ 对应关系,以及整体论证(证明空气是物体并未能证明虚空的不存在)而在句法上必须补出的谓语。
