- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:646.15-647.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德为何认为关于虚空的可信性与不可信性同场所类似,辨析了间隔、虚空、充满与场所在底层载体与定义上的区别,并根据共同概念以及获得状态优先于缺失的原则论证了场所本性上先于虚空。
παραπλησίαν δὲ ἔχει τὴν πίστιν καὶ τὴν ἀπιστίαν τῷ τόπῳ τὸ κενόν φησιν, ἐπειδὴ οἱ τὸ κενὸν τιθέντες τόπον ἔλεγον αὐτὸ σώματος ἐστερημένον καὶ ἀπὸ τῶν κατὰ τόπον κινουμένων μάλιστα καὶ οὗτοι τὴν πίστιν ἐποιοῦντο τοῦ κενοῦ ὥσπερ καὶ τοῦ τόπου. οἱ οὖν διάστημα κενὸν τὸν τόπον λέγοντες ταὐτὸν λέγοντες τὸ κενὸν καὶ τὸν τόπον τὴν αὐτὴν πίστιν καὶ ἀπιστίαν ἔχουσιν ἐπιφερομένην τῇ ἑαυτῶν θέσει. ὅτι δὲ καὶ αὐτὸς διὰ τοῦτο παραπλησίαν ᾠήθη τὴν πίστιν καὶ τὴν ἀπιστίαν, ἐδήλωσεν ἐπαγαγὼν οἷον γὰρ τόπον καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες. ἐφιστάνει δὲ καλῶς, ὅτι τὸ αὐτὸ ἔχον μὲν ἐν ἑαυτῷ τὸ σῶμα, οὗ δεκτικόν ἐστι, πλῆρες λέγεται, ἐστερημένον δὲ αὐτοῦ, κενόν· τόπος δὲ τὸ αὐτὸ καθόσον δεκτικός· ὥστε τὸ αὐτὸ τῷ ὑποκειμένῳ καὶ κενόν ἐστι καὶ πλῆρες καὶ τόπος, τῷ δὲ λόγῳ διαφέρουσι. δῆλον δὲ ὅτι οὐ τὸ πλῆρες ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τῷ τε κενῷ καὶ τῷ τόπῳ, ἀλλὰ τὸ διάστημα. τοῦτο γὰρ ποτὲ μὲν πλῆρές ἔστι, ποτὲ δὲ κενόν. καὶ τόπος τὸ αὐτὸ ὡς δεκτικόν, ἀλλ’ οὐχ ᾗ πεπληρωμένον, οὐδὲ ᾗ κενόν. δεῖ δέ, φησί, τὸν ζητοῦντα εἰ ἔστιν ἢ μὴ καὶ τί ἔστιν, ἐπισκέψασθαι πρῶτον ἃ λέγουσιν οἱ λέγοντες εἶναι, εἶτα ἃ λέγουσιν οἱ λέγοντες μὴ εἶναι. ἐκ τούτων γὰρ ἔσται δῆλον, εἴτε ἔστιν εἴτε μή, τοῖς ἀληθέστερα λέγουσι προστιθεμένων ἡμῶν διὰ τοῦ τὰς κοινὰς ἐννοίας ἤτοι τὰς δόξας ἀνερευνήσασθαι1 περί τε τοῦ τόπου καὶ τοῦ κενοῦ καὶ τοῦ διαστήματος ἁπλῶς· ἔθος γὰρ αὐτῷ ταῖς κοιναῖς ἐννοίαις κριτηρίῳ χρωμένῳ πρὸς ταύτας παραβάλλειν καὶ βασανίζειν τὰς ἀντικειμένας δόξας· ὅτι δὲ καὶ φύσει προηγούμενός ἐστιν ὁ περὶ τόπου λόγος τοῦ περὶ κενοῦ, δῆλον, εἴπερ ὁ τόπος κοινότερός ἐστι τοῦ τε πλήρους καὶ τοῦ κενοῦ· καὶ γὰρ τόπος ὁ μὲν κενός ἐστιν, ὁ δὲ πλήρης. προηγεῖται δὲ τὰ κοινὰ τῶν ἰδίων. καὶ μέντοι ὁ μὲν τόπος ἕξει ἔοικε κατὰ τὸ δεκτικὸν ἀφωρισμένος,2 εἴτε ἔχει τι εἴτε μή, τὸ δὲ κενὸν στερήσει· ὑστέρα δὲ πανταχοῦ τῆς ἕξεως ἡ στέρησίς ἐστιν. οὔτε οὖν ταὐτόν ἐστι τόπος καὶ κενόν· οὔτε γὰρ ὁ τόπος ἐστὶ κενόν, εἴπερ τόπος ὁ μὲν κενός ἐστιν, ὁ δὲ πλήρης, κενὸν δὲ καὶ πλῆρες οὐκ ἂν εἴη τὸ αὐτό, οὔτε τὸ κενὸν τόπος καθὸ κενόν, ἀλλὰ καθὸ δεκτικόν ἐστι καὶ ἐπιτηδείως ἔχει πρὸς τὴν ὑπὸ τοῦ σώματος πλήρωσιν.
他说,虚空具有与场所相似的可信性与不可信性,因为设定虚空的人将其称为剥夺了物体的场所,而且他们也同场所的情形一样,主要是从依据场所而运动的事物中获得对虚空的信任。因此,那些主张场所是虚空间隔、主张虚空与场所同一的人,在其自身的论点上也招致了同样的相信与不信。而他自己也是因此认为可信性与不可信性是相似的,这一点他通过补充“因为谈论它的人将虚空设定为某种场所和容器似的东西”而表明了。而且他恰当地指出,同一事物在自身中具有它所能接纳的物体时被称为满,而剥夺了该物体时被称为虚;同一事物只要作为接纳性的,就是场所;因此,就底层载体而言,同一事物既是虚也是满也是场所,但在定义上它们彼此相异。然而显然的是,就底层载体而言,与虚空及场所同一的并不是满,而是间隔。因为这[间隔]有时是满,有时是虚。并且同一事物作为接纳性的乃是场所,但并非就其被充满而言,也非就其为空虚而言。他说,探究它是否存在以及是什么的人,必须首先考察那些主张它存在的人所说的,其次考察那些主张它不存在的人所说的。因为根据这些就会明了它是否存在,只要我们通过探究关于场所、虚空以及单纯间隔的共同概念即意见,从而归向于说得更真实的人;因为他的习惯就是以共同概念为准则,将对立的意见与之对比并加以检验。再者,关于场所的论述在本性上先于关于虚空的论述,这一点也是显然的,只要场所比满和虚两者都更为普遍;因为场所其一是虚,其二是满。而普遍的事物先于特殊的事物。此外,场所依接纳性而被规定,无论其是否保有某种事物,都类似于获得状态,而虚空则类似于缺失;而缺失在任何情况下都后于获得状态。因此,场所与虚空并不是同一的;因为,如果场所其一是虚而其二是满,而虚与满不可能同一,那么场所就不是虚空;虚空只要是作为虚空,它也不是场所,而是只要作为接纳性的且适于被物体所充满,它才是场所。
- 4.54προστιθεμένων ἡμῶν διὰ τοῦ τὰς κοινὰς ἐννοίας ἤτοι τὰς δόξας ἀνερευνήσασθαι
προστιθεμένων ἡμῶν 是属格独立结构,相对于主句 δῆλον ἔσται 表示条件或手段。介词短语 διὰ τοῦ ... ἀνερευνήσασθαι 带定冠词不定式,修饰该分词,表示我们“归向于/赞同”(προστίθεσθαι)那些说得更真实的人的具体途径与手段。
- 4.54ὁ μὲν τόπος ἕξει ἔοικε κατὰ τὸ δεκτικὸν ἀφωρισμένος
完成体被动分词 ἀφωρισμένος 与主语 ὁ τόπος 一致,带有介词短语 κατὰ τὸ δεκτικόν(依接纳性),作主语的限定/表语性修饰(“依接纳性而被规定”)。动词 ἔοικε 支配与格 ἕξει(“类似于获得状态”),构成本句的句法核心。
