- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:645.20-646.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解《物理学》第四卷第六章开头(213a12),梳理了在讨论运动、无限和场所之后探讨虚空的次序缘由,并针对既然虚空被证明不存在何以还要探究“如何存在/是什么”这一难题提出两种解答(针对对手的设定,或在质料的意义上承认虚空)。
" Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον ἕως τοῦ καὶ τρίτον τὰς περὶ αὐτῶν κοινὰς δόξας." Ἀρχόμενος τοῦ τρίτου βιβλίου καὶ περὶ κινήσεως ὡς ἀναγκαίας τῷ φυσικῷ προθέμενος εἰπεῖν ἐπήγαγεν, ὅτι ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι δοκεῖ· δῆλον οὖν φησιν, ὡς διά τε ταῦτα καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων. εἰπὼν οὖν περὶ κινήσεως καὶ ἐφεξῆς περὶ ἀπείρου, ἐπειδὴ ἡ κίνησις ἢ πεπερασμένη ἢ ἄπειρος δοκεῖ καὶ συνεχὴς οὖσα ἐπ’ ἄπειρόν ἐστι διαιρετὴ ὥσπερ πάντα τὰ συνεχῆ, μετ’ ἐκεῖνα περὶ τόπου διείλεκται. ἐπειδὴ δέ τινες τὸ κενὸν τόπον ἔλεγον ἐστερημένον σώματος καὶ τὸν τόπον διάστημα κενὸν δεκτικὸν σωμάτων, πρὸς μὲν τοὺς διάστημα δεκτικὸν σωμάτων λέγοντας εἶναι τὸν τόπον ἐν τοῖς περὶ τόπου λόγοις ὑπήντησε, πρὸς δὲ αὐτὴν τὴν τοῦ κενοῦ θέσιν, εἴτε τόπος εἴτε ὁτιδήποτέ ἐστι, νῦν ὑπαντήσει, οἰκεῖον καὶ νῦν τοῦ φυσικοῦ τὸν περὶ κενοῦ λόγον ὑποδεικνύς, διότι τόπον τινὰ καὶ οἷον ἀγγεῖον τὸ κενὸν ἐννοοῦσιν οἱ λέγοντες. τὰ δὲ αὐτὰ προβλήματα καὶ περὶ κενοῦ φησιν εἶναι, ἅπερ καὶ περὶ τόπου. πρῶτον μὲν εἰ ἔστιν ἢ μὴ καὶ πῶς ἐστι καὶ τί ἐστι. καὶ ὅτι μὲν ταὐτὸν σημαίνει τὸ πῶς ἐστι 〈καὶ τί ἐστι〉, καλῶς ὁ Ἀσπάσιος ἐπέστησε. καὶ γὰρ καὶ ἐπὶ τοῦ τόπου τὸ εἰ ἔστι καὶ τί ἐστι ζητῶν οὕτως εἶπεν· “εἰ ἔστι τι ἢ μὴ καὶ πῶς ἐστι καὶ τί ἐστιν.” ἀλλὰ δοκεῖ τὸ πῶς ἐστι καὶ τί ἐστιν ἐπὶ τοῦ κενοῦ μὴ ἔχειν χώραν, εἴπερ δείκνυται μηδὲ ὅλως ὂν τὸ κενόν. εἰ μὴ ἄρα τὸ πῶς καὶ τὸ τί οὐ πρὸς τὴν ὑπόστασιν ἀναφέρων τοῦ κενοῦ προβάλλεται, ἀλλὰ πρὸς τοὺς τιθεμένους αὐτό,1 πῶς ἄρα αὐτὸ καὶ τί τίθενται; ἢ ἐπειδὴ αἴτιον τοῦ κινεῖσθαι λεγόντων ἐκείνων τὸ κενόν,2 αὐτὸς αἴτιον τοῦ κινεῖσθαι τὴν ὕλην φησίν, ἣν κενὸν λέγεσθαι συγχωρεῖ, διὰ τοῦτο τρόπον τινὰ εἶναι τὸ κενὸν συγχωρεῖ· καὶ συμπεραινόμενος τὸν περὶ αὐτοῦ λόγον οὕτως εἶπε· “καὶ περὶ μὲν κενοῦ πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω”, ὅτι ὡς μὲν λέγουσιν οἱ τιθέντες αὐτὸ οὐκ ἔστιν, ὡς δὲ ὕλην οὐδὲν κωλύει τὸ κενὸν εἶναι.
“同样必须认为……”直至“以及第三,关于它们的共同意见。” 在第三卷开头,当他提出要讨论运动——因为这对自然哲学家而言是必需的——时,他补充道,没有场所、虚空和时间,运动似乎不可能存在;他说,显然,由于这些原因,也由于这些事物对一切事物而言都是共同且普遍的,我们必须在提出这些事物之后考察其中的每一项。因此,在讨论了运动以及随后讨论了无限之后——因为运动似乎要么是有限的要么是无限的,并且由于是连续的而同一切连续事物一样可无限分割——在那些之后他讨论了场所。但是,由于某些人主张虚空是剥夺了物体的场所,而场所是接纳物体的虚的空间间隔,对于那些主张场所是接纳物体的间隔的人,他在关于场所的论述中予以了回应,而对于虚空本身的设定,无论它是场所还是任何别的东西,他现在将予以回应,并指出关于虚空的论述现在同样适宜于自然哲学家,因为谈论它的人将虚空构想为某种场所和容器似的东西。他说,关于虚空也存在着与关于场所相同的问题:首先是是否存在,以及如何存在和是什么。阿斯帕修斯正确地指出,“如何存在”与[“是什么”]具有相同的含义。因为在场所的情形中,探究是否存在以及是什么时,他也这样说道:“是否存在某种事物,以及如何存在和是什么。”但如果虚空被证明根本不存在,“如何存在”和“是什么”在虚空的情形中似乎就没有立足之地。难道他提出“如何”与“何物”,并非关联于虚空的实在存有,而是关联于设定它的人,即他们究竟如何以及将其设定为何物吗?还是说,因为在那些人主张虚空是运动的原因时,他自己认为质料是运动的原因,并同意将质料称为虚空,因而以此方式承认虚空在某种意义上存在?在结束关于它的论述时他这样说道:“关于虚空如何存在以及如何不存在,姑且作此界定”,因为按照设定它的人所言的方式它并不存在,但没有什么能阻止虚空作为质料而存在。
- 4.54εἰ μὴ ἄρα τὸ πῶς καὶ τὸ τί οὐ πρὸς τὴν ὑπόστασιν ἀναφέρων τοῦ κενοῦ προβάλλεται, ἀλλὰ πρὸς τοὺς τιθεμένους αὐτό
连词短语 εἰ μὴ ἄρα 引入推测性的修正或假设(“难道……并非……”)。中动态动词 προβάλλεται(“自行提出/设定”)的主语是亚里士多德,主格现在分词 ἀναφέρων 与主语一致,表示方式或伴随。随后的分句 πῶς ἄρα αὐτὸ καὶ τί τίθενται 作为解释性疑问句,进一步展开了前面的 πρὸς τοὺς τιθεμένους αὐτό。
- 4.54αἴτιον τοῦ κινεῖσθαι λεγόντων ἐκείνων τὸ κενόν
这是一个带有倒置(hyperbaton)的属格绝对结构。其句法语序相当于 ἐκείνων λεγόντων τὸ κενὸν [εἶναι] αἴτιον τοῦ κινεῖσθαι(“在那些人主张虚空是运动的原因时”),与后文主句的对比项(αὐτὸς αἴτιον τοῦ κινεῖσθαι τὴν ὕλην φησίν)形成严格对照。
