- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:644.4-645.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯总结了前人关于处所的诸种学说,考察了其业师达马斯基奥斯基于“恰当配列”的处所论及其《论处所》中的引文;他批评达马斯基奥斯混淆了位置的尺度与量度的尺度,提出了四种尺度(数、量度、处所、时间),从而结束关于处所的附论,转向关于虚空的讨论。
ὅπερ οὖν ἐξ ἀρχῆς εἶπον, καὶ νῦν ἐρῶ, ὅτι τῶν περὶ τόπου λεγόντων ἕκαστος ἀπεῖδεν εἰς ἀληθῆ τινα περὶ τόπου ἔννοιαν καὶ τοῦ κοινοῦ χαρακτῆρος οὐκ ἀπέπεσεν, εἰ δὲ μὴ πάσαις πάντες ἐπέβαλον ταῖς τοῦ τόπου διαφοραῖς, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ ἀπεικός ἐστι καὶ ἄλλας εἶναί τινας οὔπω γενομένας καταφανεῖς. Προσκείσθω δὲ τοῖς εἰρημένοις καὶ τοῦτο, ὅτι Δαμάσκιος ὁ ἡμέτερος ἥψατο μὲν καλῶς τοῦ κατὰ τὸν εὐθετισμὸν τόπου καὶ διήρθρωσέ γε αὐτὸν πρῶτος ὧν ἡμεῖς ἴσμεν,1 οὐ προσεποιήσατο δὲ καὶ τὰ ἄλλα τοῦ τόπου σημαινόμενα, τά τε ἐπὶ τῶν ἀσωμάτων καὶ τὰ ἐπὶ τῶν σωμάτων λεγόμενα. τὸ μὲν γὰρ ἀφορισμὸν καὶ μέτρον εἶναι θέσεως τὸν τόπον καλῶς οἶμαι λέγεται, θέσις δὲ καὶ ἐν ἀσωμάτοις κατὰ τὴν τάξιν εἴη ἄν, ὡς καὶ ἐν ἀριθμοῖς τὴν δυάδα λέγομεν κεῖσθαι πρὸ τῆς τριάδος καὶ ταύτην πρὸ τῆς τετράδος· ἔστι δὲ καὶ ἐν σώμασι κατὰ τὴν τῆς διαστάσεως διαφοράν. τοῦτό τε οὖν ἐπισημαίνομαι καὶ ὅτι τρία μέτρα ὑποθέμενος τὸ μὲν τῆς διακρίσεως τὸν ἀριθμόν, τὸ δὲ τῆς ἐν τῇ κινήσει παρατάσεως τὸν χρόνον, τὸ δὲ τῆς διαστάσεως τὸν τόπον, οὐ διώρισε τὸ διττὸν τῆς διαστάσεως τὸ μὲν ὡς μεγέθους ὡρισμένου, καθ’ ὃ τὸ μὲν πηχυαῖον τὸ δὲ δακτυλιαῖον εἶναι λέγομεν, τὸ δὲ ὡς θέσιν ἐχούσης, καθ’ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω καλοῦμεν καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερά, ἀλλὰ καίτοι πολλαχοῦ τῆς θέσεως μέτρον εἶναι λέγων τὸν τόπον οὐ διέκρινεν αὐτὸν ἀπὸ τοῦ μέτρου τοῦ μεγέθους. οὐδὲν δὲ ἴσως χεῖρον καὶ τῶν αὐτοῦ λόγων ἀκούειν ἐν τῷ Περὶ τόπου βιβλίῳ γράφοντος ὧδε· “πέφηνεν ἄρα ἡμῖν τρία μέτρα ὄντα τριῶν μερισμῶν. οὔτε δὲ ἄλλος ἐστὶ μερισμὸς ἐν τῇ γενέσει παρὰ τοὺς τρεῖς οὔτε ἄλλο μέτρον· καὶ γὰρ τὸ ἀδιαίρετον τριττόν· μονὰς γὰρ καὶ τὸ νῦν καὶ σημεῖον. τῆς μὲν οὖν μονάδος ἡ κατὰ τὴν ὕλην διαίρεσις, ἢ ἀκριβέστερον φάναι τοῦ ἑνός, ποιεῖ τὸ πλῆθος, ὃ περιγράφει τις ἀριθμός, ὡς τὸ ἓν πρᾶγμα ἡ μονὰς τὸ ἀδιαίρετον τοῦ ἀριθμοῦ. τοῦ δὲ νῦν ἡ ῥύσις ποιεῖ παράτασιν· λέγω δὲ νῦν τὸ ἐν τῷ νῦν τοῦ ῥέοντος ἄρρευστον, οἷον τὸ κίνημα πρὸς τὴν κίνησιν ὡς ἀρχὴ κινήσεως· τοῦτο δὴ οὖν μετρεῖν εἴληχε τὸ τοῦ χρόνου νῦν καὶ τὴν ῥύσιν ὁ χρόνος, καθάπερ τὸ πλῆθος ὁ ἀριθμός. τοῦ δὲ σημείου ἡ ἔκτασις ποιεῖ τὴν διάστασιν, ᾗ μέτρον σύνεστιν ὁ τόπος ἀφοριστικὸν2 τῆς τε τοῦ ὅλου θέσεως ἁπάσης, μέχρις ὅσου διαστᾶσα τριχῇ, ὅ ἐστι πανταχῇ, εὖ ποιήσει κεῖσθαι τὸ ὅλον κατὰ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸ πανταχῇ θέσιν καὶ τὰ ἐν αὐτῷ μέρη πάντα, καὶ ἔτι τῆς πάντων τῶν μερῶν θέσεως ἐν τῷ παντὶ τόπῳ καὶ τῆς ἑκάστου ἑκάστης· ὥστε καὶ εἰ σφαῖρα εἴη, ἢ ἄλλως ἔχοι τι μέσον ἢ πέρας ἄλλο καὶ τοῦ τόπου κεῖσθαι ὅπου κείμενον εὖ κείσεται.” καὶ ὅτι μὲν τῆς θέσεως μέτρον εἶναι λέγει τὸν τόπον εὐθετίζοντα τὸ κείμενον, δῆλον. οὐ μόνης δὲ ταύτης, ἀλλὰ καὶ τοῦ μεγέθους ὡς μεγέθους μέτρον αὐτὸν ἀφορίζεται. λέγει γοῦν μετ’ ὀλίγα τῶν εἰρημένων, “οἷον προυπογραφή τις αὐτὸς ὢν τῆς τε ὅλης θέσεως καὶ τῶν μορίων αὐτῆς καὶ ὡς ἄν τις εἴποι τύπος, εἰς ὃν ἐνηρμόσθαι χρὴ τὸ κείμενον, εἰ μέλλοι κεῖσθαι κατὰ τρόπον καὶ μὴ συγκεχύσθαι καὶ παρὰ φύσιν ἔχειν. οἷον ἢ ὅλον μεῖζον ἢ ἔλαττον τοῦ ἁρμόζοντος μεγέθους διαστὰν ἢ ἐν τῷ παντὶ κείμενον ὅπου μὴ καλὸν ἢ τῶν μορίων αὐτοῦ τὴν ὀφειλομένην θέσιν οὐκ ἐχόντων, εἰ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις ἔχοι τις ἄνθρωπος κατὰ τὸν εἰπόντα”. οὕτω σαφῶς τὸν τόπον οὐ τοῦ εὐθετισμοῦ μόνον, ἀλλὰ καὶ τοῦ μεῖζον ἢ ἔλαττον εἶναι τὸ διεστὼς αἰτιᾶται. καίτοι τέτταρα οἶμαι τὰ μέτρα ἐχρῆν ἀφορίσασθαι ἀριθμὸν μέγεθος τόπον χρόνον, τὸ μὲν τὴν διάκρισιν μετροῦντα, τὸ δὲ τὴν διάστασιν, τὸν δὲ τὴν παντοίαν θέσιν, τὸν δὲ τὴν τῆς γενέσεως παράτασιν. ταῦτα τοίνυν καὶ περὶ τόπου τοῖς φιλομαθέσι συγγνωμονησάμενος3 ἐπὶ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους μέτειμι λοιπὸν τὰ περὶ τοῦ κενοῦ πολυπραγμονήσων.
因此,我从一开始所说的话,现在还要再说一遍:论及处所的每个人都着眼于关于处所的某种真实概念,并且没有脱离其共同特征;即便并非所有人都能触及处所的全部差异,亦不足为奇,因为还存在某些尚未显明的其他差异,并非不近情理。而在已述之事上还当补充这一点:我们那位达马斯基奥斯固然极好地抓住了依于恰当配列的处所,并且据我们所知率先对其作出了清晰的区分,但他并未一并纳入处所的其他含义,无论是在非物体者中所说的含义,还是在物体中所说的含义。因为我认为,说处所是位置的限定和尺度固然说得很好,但位置在非物体者中亦依于秩序而存在(正如在数中我们亦说二置于三之前,三置于四之前),而在物体中亦依于延展的差异而存在。因此我指出这一点,同时亦指出他虽然设定了三种尺度——区分的尺度为数,运动中持存的尺度为时间,延展的尺度为处所——却未曾辨明延展的二重性:其一作为规定的量度(据此我们说一者为一肘长,另一者为一指宽),其二作为具有位置者(据此我们称一者为上,另一者为下,一者为右,另一者为左);相反,尽管他在许多地方说处所是位置的尺度,却并未将它与量度的尺度区分开来。听一听他本人在其《论处所》一书中所写的原话,或许亦无妨,他如此写道:“由此对我们显明的是,存在着属于三种分割的三种尺度。在生成中除了这三种分割之外既无其他分割,亦无其他尺度;因为不可分者亦是三重性的:即单位、现在与点。单位依于质料的分割——或者更准确地说,一的分割——便产生了多数,某种数对此外加限定,正如单位即数的不可分者限定单一事物那样。而现在的流动产生了持存;我所说的现在,是指流动者的现在之中的不流动者,犹如作为运动开端的初动之于运动;因此,时间的现在所领受的职分正是测量它,而时间则是测量流动,正如数测量多数一样。而点的伸展产生了延展,处所作为尺度伴随于此延展,它一方面限定全个的全部位置——只要延展三向展开,即向处处展开,它便使全个依于其自身相对于自身的处处位置以及其中的所有部分皆被安置得当——另一方面,它进一步限定所有部分在全处所中的位置以及各部分的各自位置;以致于即便它是球体,或者以其他方式拥有中心或另一边界,它亦会被置于处所中被置于此处便安置得当的那个位置。”显而易见,他说处所是恰当配列被放置之物的位置尺度。但他并未仅将其限定为此一者的尺度,而是亦将其限定为作为量度的量度的尺度。无论如何,他在刚提及的话之后不久便说道:“处所本身仿佛是整个位置及其诸部分的某种预先描画,并且正如人们可以说的那样,它是一种范型,被放置之物若要合乎规矩地放置而不被紊乱且处于反自然的状态,就必须嵌入其中。例如,要么是全个比适度的量度延展得更大或更小,要么是它被放置在全宇宙中不好的地方,要么是其诸部分没有处于应有的位置,犹如某人所说的那样,有人把大脑长在脚后跟上。”他如此清楚地不仅将处所归为恰当配列的原因,而且亦归为延展之物或大或小的原因。然而,我认为本应当限定四种尺度:数、量度、处所、时间;一者测量区分,二者测量延展,三者测量各种位置,四者测量生成的持存。那么,在这些关于处所的议题上向好学者请求宽恕之后,接下来我将转向亚里士多德随后的论述,去探讨关于虚空的诸问题。
- 4.53πρῶτος ὧν ἡμεῖς ἴσμεν
关系代词 ὧν 在从句中作 ἴσμεν 的宾语(原应为宾格 οὕς),因受从属于 πρῶτος 的省略先行词(部分属格 τούτων)的格吸引(attraction)而变为属格,意为“在我们所知的人中居于首位者”。
- 4.53ᾗ μέτρον σύνεστιν ὁ τόπος ἀφοριστικὸν
关系代词 ᾗ 为阴性与格,指代前述的 διάστασιν(延展)。中性单数形容词 ἀφοριστικόν 与作表语的名词 μέτρον(尺度)保持性数格一致,并将其后的两个属格短语作为客观属格来支配(τῆς τε τοῦ ὅλου θέσεως ἁπάσης 与 τῆς πάντων τῶν μερῶν θέσεως)。
- 4.53τοῖς φιλομαθέσι συγγνωμονησάμενος
分词 συγγνωμονησάμενος 是动词 συγγνωμονέω(中动相:请求宽恕、求得谅解)的不定过去时分词,支配与格 τοῖς φιλομαθέσι(“向好学者”)。这是注释家结束其冗长的附论(corollarium)并回到亚里士多德正文时所使用的客套过渡句式。
