- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:642.18-644.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘进一步阐发将处所界定为“位置的限定”这一共同概念,论述处所及其诸方位的非物体性,解释质料、广延以及包容性物体如何能构成处所,并引述神学与天文学证据来阐明普罗克洛斯将天球及天外以太物体视作全宇宙之处所的学说。
ὡς γὰρ αὐτὴ ἡ θέσις ἀσώματός ἐστιν (οὔτε γὰρ τὸ κείμενον σῶμα οὔτε τὸ ἐν ᾧ κεῖται ἡ θέσις ἐστίν), οὕτω καὶ ὁ τῆς θέσεως ἀφορισμὸς ἀσώματός ἐστι κατὰ ταύτην τὴν ἔννοιαν. διὸ καὶ αἱ διαφοραὶ τοῦ τόπου, τό τε ἄνω φημὶ καὶ τὸ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν, ἀσώματά ἐστι, κἂν ἐν σώματι ὑφεστηκότα θεωρῆται. δεξιὰν γὰρ λέγομεν χεῖρα οὐ μόνον κατὰ τὴν διάφορον κατασκευὴν αὐτῆς, ἀλλὰ καὶ ὅτι ἐν τοῖς δεξιοῖς κεῖται τοῦ σώματος ὥσπερ καὶ τὸ ἧπαρ. ἀλλ’ ἐν ἀσωμάτοις μὲν ὁ τῶν ἀριθμῶν τόπος ἔστω τὴν τάξιν αὐτοῖς ἀφορίζων τῆς πρὸς ἀλλήλους θέσεως, ὁμοίως δὲ καὶ ὁ τῶν εἰδῶν τῶν τε νοερῶν καὶ τῶν ψυχικῶν· ἀλλὰ μὴν καὶ ἐν σώμασιν, ὡς εἴρηται πρότερον, ὁ τῶν μορίων ἑκάστοις τὴν τάξιν καὶ τὸν εὐθετισμὸν πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον παρεχόμενος τὸ οἰκεῖον, ἔτι δὲ καὶ ὁ ἐν τῷ κοινῷ ὅλῳ οἷον ἐν τῷ ὅλῳ κόσμῳ διὰ τοῦ προσεχῶς ὅλου τὴν προσήκουσαν ἀποδιδοὺς θέσιν. καὶ ἔοικεν εἰς τοῦτο μάλιστα τοῦ τόπου τὸ σημαινόμενον ἀπιδεῖν ὁ Ἀριστοτέλης, καθ’ ὃ ἄλλο ἐν ἄλλῳ κεῖται τῶν σωμάτων, ὅλον μὲν ἐν ὅλῳ οἷον ἐγὼ ἐν τῷ ἀέρι, μερικώτερον δὲ ἐν ὁλικωτέρῳ, κἂν ὁ προσεχὴς τόπος ἴσος εἶναι βούληται τῷ ἐν τόπῳ. “λέγομεν, γάρ φησιν, εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ. καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν ἅπαντι, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι.” ἔστι δὲ καὶ περιεκτικὸς καὶ ὑποδεκτικὸς ὁ τοιοῦτος τόπος, καθόσον ἐστὶν ὁλικώτερος. τόπος δὲ ὅλος κατὰ τὸν ἀφορισμὸν τῆς θέσεως· καὶ ὁ Πλάτων δὲ τὴν ὕλην τόπον τῶν εἰδῶν εἶπε καὶ χώραν ὡς ὑποδεχομένην τὴν θέσιν τῶν εἰδῶν τῶν εἰς αὐτὴν ἐκπεσόντων καὶ ἀφορίζουσαν αὐτῶν τὴν διάστασιν. τὰ μὲν γὰρ εἴδη καθ’ αὑτὰ συνηρημένην ἔχει τὴν τῶν μερῶν διάκρισιν, διαστάντα δὲ κατὰ τὴν ὑλικὴν ἀοριστίαν ὑλικὴν ἔσχε τὴν τάξιν τῆς διαστάσεως ὡς ἄυλον πρὸ τοῦ τὴν τάξιν τῆς διακρίσεως.1 τόπος οὖν ἡ ὕλη τῶν εἰδῶν καὶ ὡς ὑποδοχὴ καὶ ὡς τῆς διαστατῆς θέσεως καὶ τῆς τοιαύτης τάξεως αἰτία. ἀλλὰ μὴν καὶ τὸ διάστημα τόπος ὡς προυπογραφὴ καὶ τύπος τῶν ἐν αὐτῷ γινομένων σωμάτων, ὁ μὲν ἴδιος ὡς ὁ τῶν οὐρανίων σφαιρῶν, ὁ δὲ κοινὸς ὡς ὁ τῶν ἐπιμιγνυμένων ἀλλήλοις στοιχείων. ἐν γὰρ τῷ αὐτῷ διαστήματι καὶ πῦρ γίνεται καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄλλοτε ἄλλο κατὰ τὴν κοινὴν τοῦ διαστήματος ἐπιτηδειότητα. οὐδὲν δὲ θαυμαστὸν καὶ σῶμα σώματος εἶναι τόπον ἀυλότερον ἐνυλοτέρου καὶ ὑπέρτερον τῇ φύσει τοῦ καταδεεστέρου, ὡς ὁ φιλόσοφος ἐπέβαλε Πρόκλος. καὶ γὰρ οἱ κλεινοὶ τῶν φιλοσόφων ὁμολογοῦσι τὰς οὐρανίους σφαίρας ὁλοκλήρους εἶναι καὶ μέχρι τοῦ κέντρου πεπληρωμένας. καὶ δῆλον ὅτι αἱ ἐνδοτέρω ἐν ταῖς ἐξωτέρω εἰσίν, οἷον ἡ τῆς σελήνης ἐν τῇ τοῦ Ἑρμοῦ καὶ αὕτη ἐν τῇ τῆς Ἀφροδίτης καὶ ἐφεξῆς οὕτως· ἀλλὰ καὶ τὰ ὑπὸ σελήνην στοιχεῖα καὶ ζῷα καὶ φυτὰ ἐν πάσαις, εἰ καὶ προσεχέστερον ἐν τῇ σεληνιακῇ ὡς συγγενέστερα αὐτῇ μᾶλλον. γίνεται οὖν ἕκαστος τῶν περιεχόντων τόπος τῷ περιεχομένῳ ὡς περιεκτικός τε αὐτοῦ καὶ ὑποδεκτικὸς καὶ ἀφοριστικὸς τῆς θέσεως αὐτοῦ. διὸ οὐδὲ ὡς ἐν ὅλῳ κατὰ τοῦτό εἰσιν, ἀλλ’ ὡς ἐν τόπῳ. ἐπεὶ οὖν ἡ Ἀσσύριος θεολογία καὶ ὑπὲρ τόνδε τὸν κόσμον ἄλλο σῶμα θειότερον τὸ αἰθέριον παραδέδωκεν, οἶδε δὲ αὐτὸ καὶ Ὀρφεὺς ἐν οἷς φησιν αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε· τῷ δ’ ἐνὶ μέσσῳ οὐρανόν, ἴσασι δὲ καὶ ἀστρονόμοι τὴν ἄναστρον καὶ ὄντως ἀπλανῆ ὑπὲρ τὴν λεγομένην ἀπλανῆ τιθέντες ἐξ ἀνάγκης, ἐπειδὴ καὶ ταύτην τὴν τοὺς πολλοὺς ἔχουσαν ἀστέρας ἀπὸ δύσεως κινουμένην ἐν ἑκατὸν ἔτεσι μίαν μοῖραν καταλαβόντες δέονται τῆς τὴν φαινομένην ταύτην τὴν ἀπ’ ἀνατολῶν περιφορὰν περιαγούσης, ἐπεὶ οὖν, ὡς ἠρξάμην λέγειν,2 πολλὴν ἔσχε μαρτυρίαν ὁ Πρόκλος τῶν θειότερόν τι καὶ τοῦδε τοῦ κόσμου σῶμα πρεσβευόντων, εἰκότως ἐκεῖνο τόπον ἔθετο τοῦδε τοῦ παντὸς κόσμου. δῆλον δὲ ὅτι καὶ τῶν τοιούτων σωμάτων τῶν ὑποδεχομένων τε καὶ περιεχόντων τὰ ἄλλα ἕκαστον διάστασιν ἔχον καὶ μορίων διαφορὰς ἔχει καὶ τόπον οἰκεῖον καὶ ὡς διάστημα καὶ ὡς τὴν τῶν μορίων εὐθετίζοντα τάξιν.
因为,正如位置本身是非物体的(因为位置既不是被放置的物体,亦非其所放置于其中的物体),依此概念,位置的限定同样是非物体的。因此,处所的差异——我指的是上与下、右与左、前与后——亦是非物体的,即便它们被视为实存于物体之中。因为我们称右手为右,不仅依于其结构的差异,亦因其如同肝脏一样位于身体的右侧。然而,在非物体者中,且让数的处所为它们限定相对于彼此的位置秩序,理智形式与灵魂形式的处所亦同样如此;但是在物体中,如前所述,处所乃是向各部分提供相对于彼此及相对于特有整体的秩序与恰当配列者,更有甚者,它亦是在共同的整体中(例如在全宇宙中)通过直接的整体赋予相宜位置者。亚里士多德似乎尤其着眼于处所的这一含义,据此,诸物体中一者居于另一者之中,虽是全居于全之中(例如我在空气中),却是较特殊的居于较普遍的之中,即便直接的处所意图与处于处所中的物相平等。“因为我们说,”他说,“某物在天之中犹如在处所中,乃因其在空气中,而空气在天之中;而在空气中并非在全部空气中,而是因其最外层且包容的部分,我们才说它在空气中。”且这样的处所只要是较普遍的,便既是包容性的又是受纳性的;但整个处所乃是依于位置的限定。柏拉图亦称质料为形式的处所和位域,因其受纳落入其中的诸形式之位置,并限定它们的延展。因为形式自身本以凝聚的方式拥有部分的区分,但当依质料的无规定性延展开来时,它们便以质料的方式获得了延展的秩序,正如在此之前它们非质料地拥有区分的秩序一样。因此,质料对于形式而言,既作为受纳,亦作为延展的位置以及此类秩序的原因而成为处所。不仅如此,广延作为在其内部生成的诸物体的预先描画与范型亦是处所,其一如天球的处所那般是特有的,其二如彼此混杂的诸元素的处所那般是共同的;因为在同一广延中,火、空气、水与土依广延的共同受容性而互为更替地生成。而一个物体作为另一个物体的处所,较非质料者作为较具质料者的处所,本性上优越者作为低劣者的处所,正如哲学家普罗克洛斯所提出的那样,亦不足为奇。因为著名哲学家们亦承认天球是充实的,直至中心皆被充满。显而易见,较内层的天球居于较外层的天球之中,例如月球天球居于水星天球之中,水星天球居于金星天球之中,以此类推;而且月下诸元素、动物与植物亦居于这一切之中,即便因与月球天球更为同类而更直接地居于其中。因此,每一个包容者便作为包容、受纳并限定被包容者位置之物,而成为被包容者的处所。所以就此而言,它们并非作为在整体中,而是作为在处所中。既然亚述神学亦传授了在这个宇宙之上的另一个更为神圣的以太物体,且俄耳甫斯在他说“用无可名状的以太环抱万物,并置天于其中央”之处亦知晓它,天文学家们出于必然亦通过在所谓不游移天球之上设定无星且真正不游移的天球而知晓它——因为他们测得这拥有众多星辰的天球在一百年内自西方运动一度,因而需要另一个天球来带动这一显见的自东方的旋转——既然如此,如我开始所说,普罗克洛斯从主张存在比此宇宙更神圣之物体的学者们那里获得了诸多见证,他合情合理地将那个物体设定为此全宇宙的处所。显然,在这些既受纳又包容他物的物体中,每一个既然具有延展与部分的差异,便亦拥有其特有的处所,无论作为广延,还是作为恰当配列其各部分之秩序者。
- 4.53ὡς ἄυλον πρὸ τοῦ τὴν τάξιν τῆς διακρίσεως
短语 πρὸ τοῦ 作副词用,意为“在此之前”。宾语短语 τὴν τάξιν τῆς διακρίσεως(区分的秩序)承接前文的主动词 ἔσχε,并带有谓词性形容词 ἄυλον,即理解为“正如[诸形式]在此之前非质料地拥有区分的秩序一样”。
- 4.53ἐπεὶ οὖν ἡ Ἀσσύριος θεολογία... ἐπεὶ οὖν, ὡς ἠρξάμην λέγειν
这是一个在长篇原因从句后出现的复言再开结构(resumptive ἐπεὶ οὖν)。在罗列了亚述神学、俄耳甫斯以及天文学家们的三重见证后,作者用 ἐπεὶ οὖν, ὡς ἠρξάμην λέγειν(“既然如此,如我开始所说”)重新拉回句意,从而顺畅地引出主句 εἰκότως ἐκεῖνο τόπον ἔθετο τοῦδε τοῦ παντὸς κόσμου(“他合情合理地将那个物体设定为此全宇宙的处所”)。
