← 辛普里丘

亚里士多德《物理学》注释

§640.33-642.18

作为位置界定的处所普遍共同概念

辛普里丘延续前节关于存在者展开的讨论,提出了将处所视作被区分者位置之限定的普遍共同概念,并阐明其在非物体界与物体界中如何展现为受纳、包容及相对位置秩序三种形态,从而融摄了先前的诸家学说(质料说、表面说、亚里士多德的界限说、广延说及达马斯基奥斯之说)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#28

καὶ ἄλλων μὲν κατὰ τὴν εἰς ἄπειρον ἔκχυσιν,1 ἄλλων δὲ κατὰ τὴν ἐν ἀλλήλοις τῶν ἤδη διεστώτων μόνων κινδυνεύουσαν ἐπιγενέσθαι σύγχυσιν. καὶ τοῦ μὲν διωρισμένου πλήθους τὸν εἰς ἄπειρον διασπασμὸν ἔστησεν ἀριθμὸς ὡρισμένοις εἴδεσι περιλαβὼν τὴν διάκρισιν, τοῦ δὲ διισταμένου ποσοῦ τὴν ἀόριστον ἔκχυσιν ὥρισε τὸ μεγεθικὸν μέτρον, οἷον ὡς εἰκόνα φάναι τὸ πηχυαῖον ἢ δακτυλιαῖον. τῆς δὲ κατὰ τὸ εἶναι παρατάσεως τὸ οἷον μέγεθος τὸ μὲν ἀκίνητον ἐμέτρησε καὶ συνήγαγεν εἰς ἓν ὁ αἰών, τὸ δὲ κινούμενον εἰς ἀριθμὸν ὁ χρόνος. καὶ τοιαῦτα μὲν τὰ μέτρα τὰ μὴ συγχωρήσαντα τὸ ποσὸν εἰς ἄπειρον ἀοριστίαν ἐξενεχθῆναι διακριθὲν μήτε ἐν τοῖς παραδείγμασι μήτε ἐν ταῖς εἰκόσιν. ἄλλο δέ τί ἐστι τῆς ἐν πᾶσι τούτοις τῶν διακριθέντων συγχύσεως ἀναιρετικὸν αἴτιον τοῦ μὴ ἐπισυγχείσθαι ἀλλήλοις τὰ μέρη κατὰ τὴν οἰκείαν ὁλότητα,2 ἀλλ’ ἕκαστον τάξιν τε καὶ θέσιν τὴν προσήκουσαν ἀπολαμβάνειν. οὐ γὰρ ἀναιτίως ἐν μὲν τοῖς ἀριθμοῖς ἡ μὲν μονὰς πρὸ τῆς δυάδος τέτακται, ἡ δὲ δυὰς πρὸ τῆς τριάδος καὶ ἐφεξῆς. οὐδὲ ἐκ τοῦ ἐπιτυχόντος ἐναλλὰξ οἱ περιττοὶ καὶ ἄρτιοι τετάχαται καὶ οἱ τετράγωνοι κατὰ τὸ ἑξῆς τὰ μεταξὺ ἀλλήλων διαστήματα κατὰ δυάδα παραυξόμενα ἔχουσι, καὶ ὅσα ἄλλα γλαφυρὰ θεωρήματα τῆς οὐσιώδους τάξεως τῶν ἀριθμῶν ἐν τοῖς ἀριθμητικοῖς παρελάβομεν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἄλλων ἀσωμάτων εἰδῶν ἡ διάκρισις τέτακται. τὸ δὲ αὐτὸ αἴτιον καὶ τῶν ζῴων καὶ τῶν φυτῶν ἔταξε τὴν κατὰ τὰ μόρια θέσιν, καθ’ ἣν κεφαλὴ μὲν καὶ χεῖρες καὶ πόδες ἐπὶ ζῴων τοιῶσδε κεῖνται πρὸς ἄλληλα, ῥίζαι δὲ καὶ στέλεχος καὶ κλάδοι ἐπὶ φυτῶν τοιῶσδε. καὶ οὐ μόνον δὲ τὴν τῶν μορίων πρὸς ἄλληλα τάξιν ἀφώρισεν, ἀλλὰ καὶ τὴν ἑκάστου ὅλου ὡς μέρους τὴν ἐν τῷ ὁλικωτέρῳ θέσιν διώρισεν. οὕτω γοῦν ἡ μὲν γῆ τὸ μέσον τοῦ παντὸς εἴληχεν, ὁ δὲ οὐρανὸς τὸ πέριξ, τὰ δὲ μέσα ἐν μέσοις. ἀλλὰ ταῦτα μὲν εἴρηταί πως καὶ πρόσθεν. νῦν δὲ προσκείσθω τοῖς εἰρημένοις, ὅτι κοινή τις ἂν εἴη τόπου παντὸς ἔννοια ἡ λέγουσα ἀφορισμὸν αὐτὸν εἶναι τῆς ἑκάστου τῶν ἐν τοῖς οὖσι διακεκριμένων θέσεως. ὁ δὲ ἀφορισμὸς ὁ μὲν κατὰ τὴν ὑποδοχήν ἐστιν, ὁ δὲ κατὰ τὴν περιοχήν, ὁ δὲ κατὰ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τάξιν τῆς θέσεως. καὶ ταῦτα πάντα καὶ ἐν ἀσωμάτοις ἔστιν ὁρᾶν καὶ ἐν σωματικοῖς. καὶ γὰρ αἱ νοηταὶ τάξεις ὡς τόπους διαφόρους ἐκληρώσαντο τὰς τοῦ νοητοῦ κόσμου διαφόρους ὑποδοχάς. λέγει γοῦν Ὀρφεὺς περὶ ἐκείνου τοῦ τὰς τῶν λήξεων διαφορὰς ἔχοντος τοῖον ἑλὼν διένειμε θεοῖς θνητοῖσί τε κόσμον, καὶ ἡ περιοχὴ δὲ τόπος ἐκεῖ λέγεται πολλάκις. διὸ καὶ τὴν Συρίαν Ἀταργάτην τόπον θεῶν καλοῦσιν καὶ τὴν Ἶσιν οἱ Αἰγύπτιοι, ὡς πολλῶν θεῶν ἰδιότητας περιεχούσας. κατὰ δὲ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τῆς θέσεως τάξιν ὁ Πλάτων ὑπερουράνιον καὶ νοητὸν τόπον ἐκεῖνόν φησιν, καθ’ ὃν ἀφώρισται καὶ διακέκριται τῶν νοητῶν εἰδῶν ἡ τάξις. κατὰ τοῦτο δὲ τὸ σημαινόμενον καὶ τῶν ἀριθμῶν ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ λέγομεν τετάχθαι, ὅταν πρώτη μὲν ἡ μονάς, μετ’ ἐκείνην δὲ ἡ δυάς, καὶ ἐφεξῆς ἡ τριάς, καί, ὡς εἴρηται πρότερον, οἱ τετράγωνοι τάσδε ἔχουσι τὰς χώρας καὶ ἄλλοι ἄλλας τεταγμένως. καὶ ἡ ψυχὴ δὲ τόπος εἰδῶν οὕτω λέγεται κατὰ τόδε τὸ τῆς περιοχῆς εἶδος. καὶ τὰ τῶν ἐπιχειρημάτων ἀποδεικτικῶς ἀφοριστικὰ τόπους καλοῦμεν οἷον τὸν ἀπὸ τῶν ἐναντίων ἢ ἀπὸ τῶν ὁμοίων ἐπιχειροῦντα καὶ ἀπὸ γενῶν ἢ εἰδῶν. ὁμοίως δὲ καὶ ἐν τοῖς σωματικοῖς κατὰ μὲν τὸν τῆς ὑποδοχῆς ἀφορισμὸν τὴν ὕλην τινὲς ᾠήθησαν τόπον, κατὰ δὲ τὸν τῆς περιοχῆς, ἐπειδὴ καὶ αὐτὴ ἡ μὲν συμφυής ἐστιν ἡ δὲ ἔξωθεν, κατὰ μὲν τὴν συμφυῆ τόπον λέγουσι τὸ κατὰ τὴν ἐπιφάνειαν εἶδος ὡς ἐν τούτῳ κειμένου τοῦ ὅλου, κατὰ δὲ τὴν ἔξωθεν περιοχὴν ὡς ἐν αὐτῇ κειμένων τῶν θέσιν ἐχόντων οἱ μὲν τὸ πέρας τοῦ περιέχοντος ἔθεντο τόπον, ὥσπερ ὁ Ἀριστοτέλης, οἳ δὲ τὸ ἀσώματον διάστημα πολλὰ δοκοῦντες ἐκφεύγειν ἄτοπα τῶν τοῖς προτέροις ἐπαγομένων. κατὰ δὲ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τάξιν τῆς θέσεως ὡς ἀσώματον μέν, αἰσθητὸν δὲ καὶ ἐν σώμασι τὸν τόπον ὁ προσεχῶς ἀποδεδομένος λόγος ἀφορίζεσθαί μοι δοκεῖ,3 ὃν εἶπον Δαμασκίου τοῦ ἡμετέρου καθηγεμόνος καὶ ὑπὸ τοῦ Θεοφράστου καὶ τοῦ θείου Ἰαμβλίχου μαρτυρούμενον.

并且[它们需要尺度与规定],有些是依其向无限的流溢,有些则是依其唯在已延展者相互之间面临发生的混淆。对于离散的多,数在被确定的形式中包容区分,阻止了其向无限的瓦解;对于延展的量,量度的尺度界定了无规定的流溢——例如用譬喻来说,即腕尺或指宽。至于依存在持续而言的类似量度之物,永恒度量了不动者并将其聚合为一,而时间则将运动者聚合为数。正是这些尺度,未容许被区分的量在范型中或在影像中被裹挟入无限的无规定性。 然而,还有另一种原因能够消除在这一切事物中被区分者的混淆,使得各部分不会依其特有的整体性而彼此混淆,而是让每一部分皆获得相宜的秩序与位置。因为在数之中,并非无因而一置于二之前,二置于三之前,以此类推;奇数与偶数之交替排列,以及平方数接续相承且彼此间的间隔按二递增,亦非出于偶然,正如我们在算术学中领受的关于数之本质秩序的其他种种精妙定理一样。依同样的方式,其他非物体形式的区分亦得到了排列。正是这同一原因,亦排列了动物与植物依其各部分的位置,据此,在动物中头、手与足相对于彼此如此放置,而在植物中根、干与枝亦如此放置。而且它不仅限定了各部分相对于彼此的秩序,亦规定了作为部分的每一个整体在更普遍的整体中所处的位置:由此,大地分得了全宇宙的中心,天分得了周边,居间者则处于中间区域。不过,这些事在前面已经以某种方式被论及了。 但是现在,应当给上述论断补充的是:一切处所的共同概念,当是将其说成实存者中被区分之物的每一位置之限定。而这种限定,其一依于受纳,其二依于包容,其三依于每一物相对于他者的位置秩序。这一切不仅在非物体者中可见,在物体者中亦可见。因为理知秩序确实将理知世界的各种不同受纳分得为不同的处所。俄耳甫斯在论及那位持有各自分赋之差异者时便说: “执此秩序,他将其分赋给神明与凡人”;且在那里包容亦常被称为处所。正因如此,人们亦将叙利亚的阿塔加提斯称为诸神的处所,埃及人亦如此称呼伊西斯,因其包容了诸多神明的特质。依每一物相对于他者的位置秩序而言,柏拉图将理知形式之秩序在其中得以限定并被区分开来的那个处所,称为天外且理知的处所。依这一含义,我们亦说诸数中的每一个皆被排列在其特有的处所中,即一为首,次之为二,接续为三,且如前所述,平方数各占其位域,其他数亦有序地各占其位。依这一包容的形式,灵魂亦因此被称为诸形式的处所。我们亦将诸论证中具证明性限定作用的出发点称为论题[处所],例如从相反者出发、从类似者出发、从属或种出发的论证。同样,在物体者中,依受纳的限定,有些人认为质料即处所;而依包容的限定——因为包容本身其一是共生的,其二是外在的——依共生包容而言,人们将依表面的形式称为处所,认为整体即居于其中;而依外在包容而言,认为具有位置之物居于其中,有些人便将包容者的界限设定为处所,正如亚里士多德那样;另一些人则设定为非物体的广延,自以为避开了伴随前者的诸多荒谬。而依每一物相对于他者的位置秩序而言,将处所限定为非物体的、却又是可感觉的且在物体之中的,在我看来正是刚刚给出的定义,即我所说的属于我们的导师达马斯基奥斯、并由泰奥弗拉斯托斯与神圣的杨布里科斯所证实的定义。

语法注3 条
  1. 4.53καὶ ἄλλων μὲν κατὰ τὴν εἰς ἄπειρον ἔκχυσιν

    句首的属格 ἄλλων μὲν ... ἄλλων δὲ 承接了上一节末尾的 μέτρων ἐδεήθη καὶ ἀφορισμῶν(“[被区分者]便需要尺度与规定”)的句法结构,依存于省略并顺延的动词 ἐδεήθη(或直接依附于 μέτρων καὶ ἀφορισμῶν),分别表示需要针对无限流溢或相互混淆施加界定的不同类别事物。

  2. 4.53τοῦ μὴ ἐπισυγχείσθαι ἀλλήλοις τὰ μέρη κατὰ τὴν οἰκείαν ὁλότητα

    带冠词的不定式属格 τοῦ μὴ ἐπισυγχείσθαι 作为前项 αἴτιον 的同位语说明或目的属格(即“防止各部分相互混淆的/使各部分不相互混淆的原因”),带有否定小词 μή,并与后文的对格加不定式结构 ἀλλ’ ἕκαστον ... ἀπολαμβάνειν 并列。

  3. 4.53ὁ προσεχῶς ἀποδεδομένος λόγος ἀφορίζεσθαί μοι δοκεῖ

    主格名词短语 ὁ προσεχῶς ἀποδεδομένος λόγος 作动词 δοκεῖ 的主语,构成人称式“主格与不定式结构”(nominativus cum infinitivo,即“在我看来,刚刚给出的定义似乎限定了……”)。不定式 ἀφορίζεσθαι 的直接宾语为 τὸν τόπον,而 ὡς ἀσώματον μέν, αἰσθητὸν δὲ καὶ ἐν σώμασι 则作宾语的述谓性说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:640.33-642.18