- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:639.9-640.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出他关于处所的观点与泰奥弗拉斯托斯和杨布里科斯的看法一致,认为古人见解的分歧源于处所本身的多样性,并从“一”推演至区分与延展以阐明尺度(处所)的必然性。
Ἀλλ’ ἐπειδὴ καὶ ταύτην τὴν περὶ τοῦ τόπου ἔννοιαν ὡς ἦν ἐμοὶ δυνατὸν διήρθρωσα, καὶ τάς τε ἀπορίας τὰς πρὸς αὐτὴν ἐξεθέμην καὶ τὰς τῶν ἀποριῶν λύσεις ἐπήγαγον, ὅτι μὴ πάντῃ καινοπρεπής ἐστι μηδὲ τοῖς κλεινοῖς τῶν φιλοσόφων ἀγνοηθεῖσα βούλομαι δεῖξαι. καὶ γὰρ καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς φαίνεται τὴν ἔννοιαν ταύτην ἐσχηκὼς περὶ τόπου, ἐν οἷς φησιν ὡς ἐν ἀπορίᾳ προάγων τὸν λόγον· “μήποτε οὐκ ἔστι καθ’ αὑτὸν οὐσία τις τόπος, ἀλλὰ τῇ τάξει καὶ θέσει τῶν σωμάτων λέγεται κατὰ τὰς φύσεις καὶ δυνάμεις,1 ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζῴων καὶ φυτῶν καὶ ὅλως τῶν ἀνομοιομερῶν εἴτε ἐμψύχων εἴτε ἀψύχων, ἔμμορφον δὲ τὴν φύσιν ἐχόντων. καὶ γὰρ τούτων τάξις τις καὶ θέσις τῶν μερῶν ἐστι πρὸς τὴν ὅλην οὐσίαν. διὸ καὶ ἕκαστον ἐν τῇ αὑτοῦ χώρᾳ λέγεται τῷ ἔχειν τὴν οἰκείαν τάξιν, ἐπεὶ καὶ τῶν τοῦ σώματος μερῶν ἕκαστον ἐπιποθήσειεν ἂν καὶ ἀπαιτήσειε τὴν ἑαυτοῦ χώραν καὶ θέσιν.” τὸ δὲ αὐτὸ δείξω τὸν θεῖον Ἰάμβλιχον μαρτυρόμενον. καὶ οὗτος γὰρ ἐν τῷ ε βιβλίῳ τῶν εἰς Τίμαιον ὑπομνημάτων ἐν κεφαλαίῳ δευτέρῳ τάδε γέγραφε· “πᾶν σῶμα ᾗ σῶμα ὑπάρχει ἐν τόπῳ ἐστί· συμφυὴς ἄρα τοῖς σώμασιν ὁ τόπος συνυφέστηκε καὶ οὐδαμῶς ἀπεσχισμένος αὐτῶν τῆς πρώτης παρόδου εἰς τὰ ὄντα καὶ τῆς κυριωτάτης οὐσίας.2 εἰκότως ἄρα καὶ ὁ Τίμαιος μετ’ αὐτῆς τῆς τῶν σωμάτων ἀρχῆς τοῦ εἶναι καὶ τὸν τόπον πρώτως παράγει. ὅσοι δὴ οὖν οὐκ αἰτίας συγγενῆ ποιοῦσι τὸν τόπον εἰς πέρατα ἐπιφανειῶν ἢ χωρήματα διάκενα ἢ καὶ διαστήματα ὁποιαδητιναοῦν αὐτὸν καθέλκοντες ἅμα μὲν ἀλλότρια δοξάσματα ἐφέλκονται, ἅμα δὲ καὶ ἀποτυγχάνουσι τῆς ὅλης τοῦ Τιμαίου προαιρέσεως, ἥτις ἀεὶ τῇ δημιουργίᾳ τὴν φύσιν συνάπτει. ἔδει τοίνυν, ὥσπερ τὰ σώματα συγγενῶς τῇ αἰτίᾳ πρώτως παρήγαγεν, οὕτως καὶ τὸν τόπον ἠρτημένον ἀπὸ τῆς αἰτίας κατιδεῖν, ᾗπερ ὁ Τίμαιος ὑφηγεῖται. καὶ ὥσπερ τὸν χρόνον ἐπειράθημεν ὁμοφυῆ πρὸς τὴν δημιουργίαν ἀποδοῦναι, οὕτω καὶ τὸν τόπον ἐξηγεῖσθαι.” ὥστε καὶ αὐτὸς τὰς ἄλλας ἐπιβολὰς ἀποσκευαζόμενος τὰς ἔξωθεν τῶν ἐν τόπῳ τὸν τόπον ποιούσας συμφυῆ τὸν τόπον τοῖς ἐν τόπῳ φησί. καὶ προελθὼν δὲ “τίς οὖν δόξα, φησί, τὸ τέλειον καὶ τὸ τῆς οὐσίας συγγενὲς περὶ τὸν τόπον ἀφορίζεται; ἡ δύναμιν αὐτὸν σωματοειδῆ τιθεμένη τὴν ἀνέχουσαν τὰ σώματα καὶ διερείδουσαν καὶ πίπτοντα μὲν ἀνεγείρουσαν διασκορπιζόμενα δὲ συνάγουσαν, συμπληροῦσαν δὲ αὐτὰ ἅμα καὶ περιέχουσαν πανταχόθεν”. ἔοικεν οὖν καὶ αὐτὸς ὁρισμὸν ἀποδιδόναι τοῦ τόπου “δύναμιν αὐτὸν σωματοειδῆ” λέγων συμφυῆ τῷ ἐν τόπῳ “τὴν ἀνέχουσαν τὰ σώματα καὶ διερείδουσαν καὶ πίπτοντα μὲν ἀνεγείρουσαν διασκορπιζόμενα δὲ συνάγουσαν, συμπληροῦσαν δὲ αὐτὰ ἅμα καὶ περιέχουσαν πανταχόθεν”. καὶ δῆλον ὅτι, εἴπερ συμπληροῖ τὰ σώματα ὁ τόπος, οὐκ ἂν εἴη χωριστὸς τοῦ ἐν τόπῳ. περιεκτικὸς δὲ οὕτως ὡς ὁριστικός ἐστι καὶ συναγωγὸς τῶν σωμάτων. Τί οὖν ἄρα τοσούτους καὶ τηλικούτους ἄνδρας διαμαρτεῖν ἐν τῇ περὶ τόπου δόξῃ φήσαιμεν θοίνην οὐκ εὐτυχῆ προτιθέντες τὰς ἡμετέρας ἀπορίας τοῖς εἰωθόσιν ἐντρυφᾶν ταῖς δοκούσαις τῶν παλαιῶν ἐναντιολογίαις, ἢ μᾶλλον3 ἑκάστῳ τῶν περὶ τόπου τι γραψάντων παρακολουθοῦντες δείξωμεν μηδένα μὲν τῆς περὶ τόπου διαμαρτεῖν ἀληθείας, πολυειδοῦς δὲ ὄντος αὐτοῦ ἄλλον κατ’ ἄλλο τι τῶν εἰδῶν τοῦ τόπου θεάσασθαί τε καὶ ἐκφῆναι. ἵνα τοίνυν καὶ τὴν κοινὴν ἔννοιαν περὶ τόπου παντὸς ἰδεῖν δυνηθῶμεν καὶ τὰς ὑπὸ τῶν φιλοσόφων εἰρημένας διαφορὰς ὑπ’ αὐτὴν θεασώμεθα, λέγομεν ἀρχήν τινα πάλιν λαβόντες τοιάνδε. τὸ μὲν κυρίως ἓν ἅτε κατὰ πάντα τρόπον ἀδιάστατον καὶ ἀδιάκριτον καὶ ἀπαράτατον ὑπάρχον ὅρος πάντων ἐστὶ καὶ μέτρον οὔτε ὁρίζεσθαι δεόμενον οὔτε μετρεῖσθαι παρά τινος. ἀλλὰ μὴν καὶ τὸ ἡνωμένον ἓν τῷ ἑνὶ κρατούμενόν ἐστι καὶ αὐτὸ τέως ἀνενδεές ἐστι τῆς τοιαύτης τελεσιουργίας. ἡνωμένον δὲ λέγω νῦν οὐ τὸ συνεχές (ἤδη γὰρ καὶ τοῦτο διέστηκεν), ἀλλὰ τὸ μὴ πρὸς μερῶν τὴν ὁποιανοῦν διάκρισιν ὑπελθόν. τὸ δέ γε διακριθὲν ἤδη κατὰ πλείονας πέπονθε τοῦτο τρόπους. καὶ τὸ μὲν κατὰ μέγεθος οὐσίας ἢ δυνάμεως διέστη, ὥσπερ τὰ συνεχῆ λεγόμενα ποσά, τὰ δὲ κατὰ πλῆθος διωρίσθη, ὡς τὰ διωρισμένα ἰδίως καλούμενα. τὰ δὲ κατὰ τὴν τοῦ εἶναι παράτασιν ἐξετάθη, ὅσα ἀΐδια ἢ κατὰ τοσόνδε χρόνον ἔχειν τὴν ὑπόστασιν λέγομεν. ἐκβάντα δὲ ὅλως τοῦ ἑνιαίου πέρατος καὶ πρὸς ἀπειρίαν ὁρμήσαντα καὶ ἀοριστίαν μέτρων ἐδεήθη καὶ ἀφορισμῶν τῶν ὡρισμένα καὶ ἀσύγχυτα φυλαττόντων αὐτά.
但是,既然我已经尽我所能阐明了关于处所的这一概念,陈述了针对它的各项疑难,并提出了对这些疑难的解答,我便希望表明,这一概念绝非全然奇特新颖,亦非未被著名哲学家们所知晓。因为泰奥弗拉斯托斯在《物理学》中亦显然持有关于处所的这一概念,他在其中宛如讨论疑难般推进论证道:“处所或许本身绝非某种独立实体,而是依其本性和潜能,通过物体的秩序与位置而得以言说;在动物、植物以及一切由非同质部分构成的事物上亦是如此,无论其是有灵魂的抑或无灵魂的,只要在其本性中具有形式即可。因为这些事物的各部分相对于整个实体而言,亦具有某种秩序与位置。正因如此,各事物由于拥有其固有秩序而被说成在其自身的位域中,因为身体的各部分亦同样会渴求并要求其自身的位域与位置。” 我还要指出,神圣的杨布里科斯亦证实了同一件事。因为他在《蒂迈欧篇注》第五卷第二章中亦这样写道:“每一个物体,就其作为物体而言,皆处于处所之中;因此,处所作为与物体共生者而同其共存,绝非脱离物体进入存在者的最初开端及其最本真的实体。因此,蒂迈欧将处所与物体存在的本原本身一同最先导引出来,乃是理所当然的。凡是不使处所与原因同族,而将其贬低为表面界限、或虚空容积、或任何一种广延距离的人,既引入了异在的意见,又错失了蒂迈欧将自然始终与造物活动相联结的全部宗旨。因此,正如他将物体作为与原因同族者而最先导引出来一样,理当亦将处所视为依系于原因之物加以审视,正如蒂迈欧所指引的那样。正如我们曾尝试将时间阐释为与造物活动同类一样,对处所亦当如是解释。”可见,他本人亦排除了那些将处所置于处所中物之外的其他见解,而断言处所与处所中物是共生的。而且他在进一步论述时说:“那么,究竟何种观点规定了关于处所的完全者及其实体的同族者呢?即那种将处所设定为一种具物体特性的能力的观点,这种能力支撑并稳固物体,扶起跌落之物,聚合散离之物,既充盈物体,又从四方包容它们。” 因此,他本人似乎亦赋予了处所一个定义,称其为与处所中物共生的“具物体特性的能力”,“它支撑并稳固物体,扶起跌落之物,聚合散离之物,既充盈物体,又从四方包容它们”。显然,若处所确实充盈物体,它便绝非可脱离处所中物者;而其包容性,则是作为对物体的规定性与聚合性而言的。 那么,我们究竟是应当说如此众多且伟大的哲人们在关于处所的见解上皆犯了错误,将我们的疑难作为一顿不幸的盛宴呈献给那些惯于玩弄古人表面矛盾的人呢;抑或更应当追随每一位曾就处所著述的人,表明并无一人在关于处所的真理上犯错,而是由于处所本身具有多种形式,因而各人是依处所的不同形式而进行了观照与阐发?因此,为了使我们能够看到关于一切处所的共同概念,并在此概念下观照哲学家们所说的诸种差异,我们再次从如下这样一个本原出发来论述。 真正意义上的“一”,由于在各方面皆无延展、无区分且无持续时间,因而是万物的界限与尺度,既不需要被限定,亦不需要被任何事物所度量。再者,被统合的“一”亦为“一”所统制,其自身暂且亦不匮乏此种圆满化。然而,我现在所说的“被统合者”,并非指连续者(因为连续者已经具有了延展),而是指尚未经受向部分的任何区分之物。至于已经被区分之物,则已按多种方式经受了这一状态:一类依其实体或潜能的量度而发生延展,如所谓的连续量;另一类依其多数性而得以确定,如专称为离散之物者;还有一类则依其存在的持续而延展,即凡是我们说其为永恒或具有如此长久时间之自存的事物。由于它们全然逸出了一元性的界限,并奔向无限与无规定性,它们便需要尺度与规定,以保持其被界定且不相混淆。
- 4.53ἀλλὰ τῇ τάξει καὶ θέσει τῶν σωμάτων λέγεται κατὰ τὰς φύσεις καὶ δυνάμεις
λέγεται 的主语承接前句的 τόπος,结构表明“处所不是实体,而是由物体的秩序与位置所言说”。τῇ τάξει καὶ θέσει 为表示依据或原因的与格,κατὰ τὰς φύσεις καὶ δυνάμεις 则是限定物体秩序与位置依其本性与潜能而定的介词短语。
- 4.53καὶ οὐδαμῶς ἀπεσχισμένος αὐτῶν τῆς πρώτης παρόδου εἰς τὰ ὄντα καὶ τῆς κυριωτάτης οὐσίας
与分词 ἀπεσχισμένος 连用的属格 τῆς πρώτης παρόδου 和 τῆς κυριωτάτης οὐσίας 作分离属格(“与……隔绝”),而 αὐτῶν 则是修饰这两个名词的所属属格(“它们进入存在者的最初开端及其最本真的实体”)。
- 4.53Τί οὖν ἄρα τοσούτους καὶ τηλικούτους ἄνδρας διαμαρτεῖν ἐν τῇ περὶ τόπου δόξῃ φήσαιμεν θοίνην οὐκ εὐτυχῆ προτιθέντες τὰς ἡμετέρας ἀπορίας τοῖς εἰωθόσιν ἐντρυφᾶν ταῖς δοκούσαις τῶν παλαιῶν ἐναντιολογίαις, ἢ μᾶλλον
这是一个由 φήσαιμεν(“我们该说……”)与 ἢ μᾶλλον... δείξωμεν(“抑或更该表明……”)相对立构成的宏大二选一修辞疑问句。前半部分描绘了指责古人犯错、给好事者提供口实的不良后果,后半部分则引出辛普里丘调和各家、揭示各家皆见处所之一斑的综合立场。
