- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:61.32-64.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘承接欧德谟的记述,完成了外圆弧为半圆的月牙形求积,并阐述了利用等腰梯形对具有大于半圆的外圆弧的月牙形进行求积的作图与几何证明。
“ὅμοια γὰρ τμήματα κύκλων, ὁ Εὐκλείδης ὡρίσατο ἐν τῷ τρίτῳ βιβλίῳ, τὰ δεχόμενα γωνίας ἴσας.” “ὄντος δὲ τοῦ περὶ τὴν βάσιν τμήματος ἴσου τοῖς περὶ τὰς ἑτέρας ἀμφοτέροις”, διότι ὡς δέδεικται ἐν τῷ παρατελεύτῳ τοῦ πρώτου τῶν Εὐκλείδου Στοιχείων θεωρήματι ἐν τοῖς ὀρθογωνίοις τριγώνοις ἡ τὴν ὀρθὴν ὑποτείνουσα ἴσον δύναται ταῖς τὴν ὀρθὴν περιεχούσαις ἀμφοτέραις, ὡς δὲ τὰ ἀπὸ τῶν εὐθειῶν τετράγωνα, οὕτως ἔχει τὰ ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλα, “καὶ κοινοῦ προστεθέντος τοῦ μέρους τοῦ τριγώνου τοῦ ὑπὲρ τὸ τμῆμα τὸ περὶ τὴν βάσιν, ἴσος ἔσται ὁ μηνίσκος τῷ τριγώνῳ. ἴσος οὖν ὁ μηνίσκος τῷ τριγώνῳ δειχθεὶς τετραγωνίζοιτο ἄν”· δέδεικται γὰρ ἐν τῷ ιδ θεωρήματι τοῦ δευτέρου βιβλίου τῶν Εὐκλείδου Στοιχείων, πῶς χρὴ “τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστήσασθαι”. “οὕτως μὲν οὖν ἡμικυκλίου τὴν ἔξω τοῦ μηνίσκου περιφέρειαν ὑποθέμενος ἐτετραγώνισεν ὁ Ἱπποκράτης τὸν μηνίσκον εὐκόλως. Εἶτα ἐφεξῆς μείζονα ἡμικυκλίου ὑποτίθεται συστησάμενος τραπέζιον τὰς μὲν τρεῖς ἔχον πλευρὰς ἴσας ἀλλήλαις, τὴν δὲ μίαν τὴν μείζω τῶν παραλλήλων τριπλασίαν ἐκείνων ἑκάστης δυνάμει, καὶ τό τε τραπέζιον περιλαβὼν κύκλῳ καὶ περὶ τὴν μεγίστην αὐτοῦ πλευρὰν ὅμοιον τμῆμα περιγράψας τοῖς ὑπὸ τῶν ἴσων τριῶν ἀποτεμνομένοις ἀπὸ τοῦ κύκλου. καὶ ὅτι μὲν περιληφθήσεται κύκλῳ τὸ τραπέζιον, δείξεις οὕτως. διχοτομήσας τὰς τοῦ τραπεζίου γωνίας κατὰ τὸ ἔνατον τοῦ πρώτου τῶν Στοιχείων καὶ ἐπιζεύξας τὰς διαγωνίους ἐρεῖς, ἐπεὶ ἡ ΒΑ τῇ ΑΓ ἴση, κοινὴ δὲ ἡ ΑΕ, ἴσαι〈αἱ〉 γωνίαι καὶ τὰ ἑξῆς. “ὅτι δὲ μεῖζόν ἐστιν ἡμικυκλίου τὸ λεχθὲν τμῆμα, δῆλον ἀχθείσης ἐν τῷ τραπεζίῳ διαμέτρου. ἀνάγκη γὰρ ταύτην ὑπὸ δύο πλευρὰς ὑποτείνουσαν τοῦ τραπεζίου τῆς ὑπολοίπου μιᾶς μείζονα ἢ διπλασίαν εἶναι δυνάμει. ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ ΒΔ τῆς ΑΓ, αἱ ΔΓ ΒΑ ἴσαι οὖσαι καὶ ἐπιζευγνῦσαι αὐτάς, ἐκβαλλόμεναι συμπεσοῦνται κατὰ τὸ Ζ. εἰ γὰρ παράλληλοί εἰσιν αἱ ΒΑ ΔΓ ἴσαι οὖσαι, αἱ δὲ τὰς ἴσας τε καὶ παραλλήλους ἐπιζευγνῦσαι καὶ αὐταὶ ἴσαι καὶ παράλληλοί εἰσιν, ἔσται ἡ ΑΓ ἴση τῇ ΒΔ, ὅπερ ἀδύνατον· συμπιπτουσῶν δὲ τῶν ΒΑ ΔΓ κατὰ τὸ Ζ αἱ ὑπὸ ΖΑΓ ΓΑΒ γωνίαι δύο ὀρθαῖς ἴσαι ἔσονται” διὰ τὸ ιγ τοῦ πρώτου τῶν Εὐκλείδου. “μείζων δὲ ἡ ὑπὸ ΓΑΒ τῆς ὑπὸ ΓΑΖ ἡ ἐκτὸς τοῦ τριγώνου τῆς ἐντὸς * * * διὰ τὸ λβ τοῦ πρώτου. ἡμίσεια ἄρα ἡ ὑπὸ ΓΑΖ γωνία ἐστὶ τῆς ὑπὸ ΒΑΓ, “ἡ ἄρα ΒΓ μεῖζον ἢ διπλάσιον δύναται ἑκατέρας τῶν ΒΑ ΑΓ, ὥστε καὶ τῆς ΓΔ. καὶ τὴν μεγίστην ἄρα τῶν τοῦ τραπεζίου πλευρῶν τὴν ΒΔ ἀναγκαῖον ἔλαττον δύνασθαι τῆς τε διαμέτρου καὶ τῶν ἑτέρων πλευρῶν ἐκείνης, ὑφ’ ἣν ὑποτείνει μετὰ τῆς διαμέτρου ἡ λεχθεῖσα.1 αἱ γὰρ ΒΓ ΓΔ μεῖζον ἢ τριπλάσιον δύνανται τῆς ΓΔ, ἡ δὲ ΒΔ τριπλάσιον. ὀξεῖα ἄρα ἐστὶν ἡ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς βεβηκυῖα γωνία. μεῖζον ἄρα ἡμικυκλίου ἐστὶ τὸ τμῆμα ἐν ᾧ ἐστιν. ὅπερ ἐστὶν ἡ ἔξω περιφέρεια τοῦ μηνίσκου”. Τὸν δὲ τοῦ μηνίσκου τούτου τετραγωνισμὸν παρῆκεν ὁ Εὔδημος ὡς σαφῆ οἶμαι. εἴη δὲ ἂν τοιόσδε. ἐπειδὴ ἴσα ἐστὶν ἀλλήλοις ὁ μηνίσκος μετὰ τοῦ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς τμήματος τῷ τραπεζίῳ καὶ τοῖς ὑπὸ τῶν τριῶν ἴσων αὐτοῦ εὐθειῶν ἀποτεμνομένοις τμήμασιν,2 ὧν τὸ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς τμῆμα ἴσον ἐστὶ τοῖς ὑπὸ τῶν ἴσων εὐθειῶν ἀφαιρουμένοις τοῦ κύκλου τρισὶ τμήμασιν, εἴπερ ἴσον ταῖς τρισὶ δύνασθαι ὑπόκειται ἡ μείζων τοῦ τραπεζίου πλευρά, τὰ δὲ ὅμοια τμήματα πρὸς ἄλληλά ἐστιν ὡς τὰ ἀπὸ τῶν εὐθειῶν τετράγωνα· ἐὰν δὲ ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ καταλειπόμενά ἐστιν ἴσα· ἴσος ἄρα ὁ μηνίσκος τῷ τραπεζίῳ. ἢ καὶ οὕτω συντομώτερον ἐρεῖς· ἐπειδὴ ἴσον ἐστὶ τὸ περὶ τὴν μείζονα τοῦ τραπεζίου πλευρὰν τμῆμα τοῖς περὶ τὰς τρεῖς τὰς ἴσας περιγραφεῖσι (διότι καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον τριπλάσιον τοῦ ἀπὸ ἑκάστης), ἐὰν κοινὸν προστεθῇ τὸ περιεχόμενον ἐπίπεδον ὑπό τε τῶν τριῶν ἴσων εὐθειῶν καὶ τῆς τοῦ μείζονος τμήματος περιφερείας, ἔσται ὁ μηνίσκος ἴσος τῷ τραπεζίῳ· οὗ τετραγωνισθέντος (διότι ἔχομεν πᾶν εὐθύγραμμον τετραγωνίσαι) τετραγωνισθήσεται καὶ ὁ μείζονα ἡμικυκλίου τὴν ἐκτὸς περιφέρειαν ἔχων μηνίσκος.
“因为正如欧几里得在第三卷中所定义的那样,相似的圆弓形就是容纳相等之角的弓形。”“而围绕底边的弓形等于围绕其他两边的两个弓形”,因为正如欧几里得《原本》第一卷倒数第二定理所证明的,在直角三角形中,对直角的边之二次方等于夹直角的两边之二次方之和,且圆的相似弓形互成之比等于直线上的正方形之比,“并且底边周围弓形之上的那部分三角形作为共有部分被加上之后,月牙形将等于该三角形。因此,月牙形既然被证明等于该三角形,就能够被化为方”;因为在欧几里得《原本》第二卷第十四定理中已经证明了应当如何“作出一个等于给定直线图形的正方形”。“这样,希波克拉底假定月牙形的外圆弧为半圆,容易地将该月牙形化为了方。 接着,他构造了一个三边彼此相等、而平行边中较大的一边在二次方上为它们每一边的三倍的梯形,假定[外圆弧]大于半圆,并将梯形包容于圆中,在其最大边周围外接一个与圆由三条相等之边所截出的诸弓形相似的弓形。”至于梯形将被包容于圆中,你将如此证明:按照《原本》第一卷第九定理将梯形的角平分并连接对角线,你将说,因为ΒΑ等于ΑΓ,ΑΕ是共有的,所以诸角相等,等等。“而所说的弓形大于半圆,在梯形中作了一条对角线时是清楚的。因为对梯形的两条边对向的这条[对角线],在二次方上必然大于其余一条边的两倍。因为既然ΒΔ大于ΑΓ,而ΔΓ与ΒΑ相等并连接它们,它们延长后将在Ζ相交。因为如果相等的ΒΑ与ΔΓ平行,而连接相等且平行的线段本身也相等且平行,那么ΑΓ将等于ΒΔ,这是不可能的;而当ΒΑ与ΔΓ在Ζ相交时,角ΖΑΓ与角ΓΑΒ将等于两直角,”根据欧几里得第一卷第十三定理。“而角ΓΑΒ大于角ΓΑΖ,三角形的外角大于内角……”根据第一卷第三十二定理。因此角ΓΑΖ是角ΒΑΓ的一半,“因此ΒΓ在二次方上大于ΒΑ与ΑΓ中每一边的两倍,因而也大于ΓΔ的[两倍]。因此梯形诸边中最大的边ΒΔ,在二次方上必然小于对角线与另一边[的二次方之和],前述的[边]与对角线共同对向该另一边。因为ΒΓ与ΓΔ在二次方上大于ΓΔ的三倍,而ΒΔ为三倍。因此立在梯形较大边上的角是锐角。因此它所在的弓形大于半圆。这也就是月牙形的外圆弧。”我想,欧德谟略去了这个月牙形的化为方,因为它是显而易见的。其证明将如下:既然月牙形加上梯形较大边上的弓形等于梯形及其三条相等直线所截出的诸弓形[之和],其中梯形较大边上的弓形等于圆由相等直线所切下的三个弓形,因为梯形较大的边确实假定在二次方上等于三条[边],而相似弓形互成之比等于直线上的正方形之比;并且如果从相等者中减去相等者,余者相等;因此月牙形等于梯形。或者你也可以更简明地这样说:既然围绕梯形较大边的弓形等于围绕三条相等边外接的诸弓形(因为其上的正方形也是每一边上的[正方形]的三倍),那么如果把由三条相等直线与较大弓形的圆弧所包围的平面作为共有部分加上,月牙形将等于梯形;在梯形被化为方之后(因为我们能够将任何直线图形化为方),具有大于半圆的外圆弧的月牙形也将被化为方。
- 1.11τῶν ἑτέρων πλευρῶν ἐκείνης, ὑφ’ ἣν ὑποτείνει μετὰ τῆς διαμέτρου ἡ λεχθεῖσα
该短语作为比较属格受 ἔλαττον δύνασθαι 支配。ἐκείνης 是指示代词,从 τῶν ἑτέρων πλευρῶν 中明确指出特定的一边,并作为关系代词 ἣν 的先行词。关系从句的主语是前文提到的边 ΒΔ(ἡ λεχθεῖσα),意为“前述之边与对角线共同对向的[另一边]”。
- 1.11ἴσα ἐστὶν ἀλλήλοις ὁ μηνίσκος μετὰ τοῦ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς τμήματος τῷ τραπεζίῳ καὶ τοῖς ὑπὸ τῶν τριῶν ἴσων αὐτοῦ εὐθειῶν ἀποτεμνομένοις τμήμασιν
句法骨架为:主语“月牙形加上……弓形”(ὁ μηνίσκος μετὰ τοῦ... τμήματος)搭配中性复数谓语形容词及单数动词 ἴσα ἐστὶν,并与相互代词与格 ἀλλήλοις 以及与格短语 τῷ τραπεζίῳ καὶ τοῖς... τμήμασιν 配合,表示两个复合区域(A+B 与 C+D)彼此相等。
