- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:637.25-639.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘相继化解了关于处所的第八、第九以及第十(最后)个难点。他基于本质性处所与广延性/相对性处所的双重区分,论述了处所虽为物体的元素却如何包容物体、处所如何享受神圣辉映,以及人们如何从物体的相互置换中引出作为位置之尺度与界定的处所概念。
ὁ μὲν γὰρ ἴδιος ἑκάστου τῆς τῶν μορίων θέσεως1 καὶ ἀχώριστός ἐστιν αὐτοῦ καὶ κινουμένῳ συγκινεῖται, ὁ δὲ ἐν πλάτει, ὡς καὶ Συριανὸς ἔλεγε, καθ’ ὃν καὶ ἡ κατὰ τόπον γίνεται κίνησις, ἄλλου ὢν ἴδιος τοῦ ὁλικωτέρου σώματος ἐκείνου μὲν καὶ ἀχώριστός ἐστι καὶ συγκινεῖται ἐκείνῳ, εἴπερ τύχοι κινούμενον, τοῦ δὲ ἐν ἐκείνῳ σώματος καὶ χωριστός ἐστιν καὶ ἀκίνητος ὥσπερ ἐκεῖνο. καὶ οὐδὲν θαυμαστὸν εἰς τὸν πλατικὸν τοῦτον ἀποβλέψαι τοὺς ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων εἰς ἔννοιαν ἐλθόντας τοῦ τόπου. Τὸ δὲ ὄγδοον ‘εἰ στοιχεῖον, φησίν, ὁ τόπος ἐστὶ τοῦ ἐν τόπῳ, τὸ δὲ στοιχεῖον ἐν τῷ στοιχειωτῷ ἐστιν, ἀλλ’ οὐχὶ τὸ στοιχειωτὸν ἐν τῷ στοιχείῳ, συμβήσεται τὸν τόπον ἐν τῷ σώματι λέγειν, ἀλλ’ οὐχὶ τὸ σῶμα ἐν τῷ τόπῳ’.2 καὶ τοῦτο οὖν ἔστι μὲν διαλύειν λέγοντα, ὅτι ἐν τῷ ὁλικωτέρῳ καὶ περιεκτικωτέρῳ τόπῳ τὸ ἐν τόπῳ θεωροῦντες εἰκότως ἐν ἐκείνῳ λέγομεν. ἔστι δὲ καὶ ὡς πλήρωμα τοῦ ἐν τόπῳ προυπάρχον ὁρᾶν αὐτὸ συναγωγὸν αὐτοῦ τῆς διαστάσεως, ὡς εἰ καὶ τὴν ἐμψυχίαν νοήσαις τοῦ ζῶντος σώματος. ἔχει γάρ τι καὶ ὁ τόπος ἐξῃρημένον καὶ πάντα τοπικῶς καὶ μετρητικῶς προσειληφός, ὅσα τὸ σῶμα σωματικῶς· διὸ καὶ ἐξῃρημένος καὶ χωριστὸς δοκεῖ, καὶ τὸ σῶμα λέγεται ἐν τόπῳ, ἀλλ’ οὐχὶ ὁ τόπος ἐν τῷ σώματι. ἡ γὰρ παραβολὴ γίνεται ὡς κεχωρισμένων. ἔστιν οὖν ἐν τῷ συνάγοντι τὸ συναγόμενον καὶ ἐν τῷ ἡνωμένῳ τὸ διακεκριμένον καὶ ἐν τῷ μετροῦντι τὸ μετρούμενον, ὥσπερ καὶ ἐν τῷ ὅλῳ τῷ τοῖς μέρεσιν ἀντιδιῃρημένῳ λέγεται εἶναι τὰ μέρη. καὶ γὰρ περιεκτικὸν καὶ χωρητικόν ἐστι τοῦ μετρουμένου τὸ μέτρον ὁρίζον αὐτὸ πανταχόθεν καὶ συνάγον. διά τοι τοῦτο καὶ πρῶτον εἰκὸς ἀπολαύειν τὸν τόπον τῆς θείας ἐλλάμψεως, μάλιστα μὲν τὸν τῶν ὁλικωτέρων καὶ ἀϊδίων, εἰς ὃν καὶ ἀφορῶντες λέγουσι τῷ τόπῳ τὰ σύμβολα τῶν θεῶν ἀϊδίως ἐνεσπάρθαι, ἤδη δὲ καὶ τὸν μερικώτερον καὶ ἑκάστου ἴδιον. ἡ γὰρ ἕνωσις καὶ τὸ μέτρον καὶ ὁ ὅρος συγγενέστερα ταῖς ἑνιαίαις ὄντα τῶν θεῶν ὑποστάσεσι πρῶτα ἂν αὐτῶν ἀπολαύοι τῆς ἐλλάμψεως. ὥστε καὶ τὸ ἔνατον τῶν ἀπόρων οὕτω διαλυτέον. ‘Τὸ δὲ ἔσχατον, φησίν, εἰ κοινῶς ἀρέσκει τὸ εἰς ἔννοιαν ἡμᾶς ἐλθεῖν τοῦ τόπου μὴ ἀλλαχόθεν ἢ ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, πῶς ἀπὸ ταύτης μέτρον ἢ ἀφορισμὸν θέσεως τὸν τόπον εἶναι λέγομεν; καὶ γὰρ καὶ μὴ μεθισταμένων καὶ μεθισταμένων ὁ οἰκεῖος ἀφορισμὸς ἑκάστων ὁ αὐτὸς μένει.’ ἢ καὶ τοῦτο ἀπὸ τῶν ἤδη πολλάκις εἰρημένων διαλέλυται. διττοῦ γὰρ ὄντος, ὡς εἴρηται, τοῦ τόπου τοῦ μὲν οὐσιώδους καὶ καθ’ αὑτὸ ὑπάρχοντος ἑκάστῳ καὶ μένοντι καὶ κινουμένῳ τοῦ αὐτοῦ, τοῦ δὲ ἄλλοτε ἄλλου γινομένου ἐν ταῖς μεταστάσεσι κατὰ τὴν θέσιν τῆς πρὸς τὰ ὁλικώτερα συντάξεως, ὁ μὲν οὐσιώδης ἅτε τῇ οὐσίᾳ συμπεφυκὼς δυσδιάκριτος ἀπὸ τῆς οὐσίας ἐστίν, ὁ δὲ ἄλλοτε ἄλλος γινόμενος τῆς οὐσίας τῆς αὐτῆς μενούσης πλήττει ῥᾳδίως καὶ διεγείρει τὸ κρῖνον ἐν ἡμῖν τῇ πρὸς τὴν οὐσίαν ἑτερότητι· ὥσπερ καὶ τοῦ χρόνου διττὴν ἔχοντος φύσιν καὶ τοῦ μὲν τὴν οὐσιώδη κίνησιν μετροῦντος, τοῦ δὲ τὴν ἐκτὸς καὶ κατ’ ἐνέργειαν, ὁ μὲν κατ’ οὐσίαν οὕτως ἐστὶ δυσκατανόητος, εἴπερ καὶ χρόνος οὗτος ἄξιος λέγεσθαι, ὡς τὸν Ἀριστοτέλην μηδὲ φάναι ὅλως ἔγχρονα τὰ τὴν οὐσίαν ἀΐδιον ἔχοντα, ἀλλ’ ἐκεῖνα μόνα ὅσα τῶν γινομένων καὶ φθειρομένων μετρεῖται. καὶ γὰρ καὶ κίνησις ἡ μὲν οὐσιώδης ἄγνωστος ἦν, ἡ δὲ ἐνεργητικὴ πρόχειρος. καὶ θέσις οὖν ἡ μὲν οὐσιώδης, κἂν ᾖ πάντως ἄλλων ἀλλαχῇ διεστώτων τῶν μορίων, ἀλλ’ ὅτι γε ἑτέρα τίς ἐστι παρὰ τὰ μόρια, τότε γίνεται ἐκδηλότερον, ὅτε μενόντων τῶν μορίων ἐν τῇ κατ’ οὐσίαν ἑαυτῶν θέσει ἡ τοῦ ὅλου θέσις μεταβαλλομένη φαίνοιτο· τοῦτο δὲ ἐν ταῖς ἀντιμεταστάσεσι γίνεται. καὶ μήποτε καὶ τοῦτο γέγονεν αἴτιον τοῦ τὴν οὐσιώδη θέσιν τὴν ἰδίαν ἑκάστων καὶ τὸ ταύτης μέτρον διαλαθεῖν, τὸ δυσδιάκριτον τῆς θέσεως αὐτῆς ἀπὸ τοῦ κεῖσθαι λεγομένου.3 ἡ μέντοι κοινοτέρα ἐκ τῶν ἀντιμεταστάσεων προφανεστέρα ἦν, εἰς ἣν ὡς ἔοικε καὶ οἱ Περιπατητικοὶ βλέποντες τὰ κινούμενα κατὰ τόπον μόνα καὶ εἶναι ἐν τόπῳ φασί, διότι τοῦτον μάλιστα ἑώρων τὸν μεταβαλλόμενον τόπον.
因为就各部分的位置而言属于各物固有的[处所]与该物不可分离,且在它运动时随之运动;而广延中的[处所],正如叙利亚诺亦曾说过的,依其亦产生位置运动的[处所],既然是另一个更具普遍性的物体所固有的,便与那个物体不可分离,若那个物体碰巧运动亦随之运动,但对于处于那个物体之内的物体而言,它却既是可分离的又是静止的,正如那个物体一样。而从物体的相互置换得出处所概念的人着眼于这种广延性的[处所],亦不足为奇。 至于第八个[难点],他说:“若处所是处于处所中者的元素,而元素处于由元素构成者之内,并非由元素构成者处于元素之内,那么就会得出处所被说成是在物体之内,而非物体在处所之内。”因此,这亦可以通过说明以下这点来化解:由于我们在更具普遍性且更具包含性的处所中观照处于处所中者,我们理所当然地说它在那个处所之内。但亦可以把[处所]自身视作处于处所中者的预先存在的圆满充盈,聚合着它的延展,正如人们设想活着物体的具灵魂状态一样。因为处所亦具有某种超拔之物,且以处所式和度量式的方式,预先摄取了物体以物体方式摄取的一切;正因如此,它亦显得是超拔且可分离的,并且物体被说成在处所之内,而不是处所在物体之内。因为这种比照是作为分离之物进行的。因此,被聚合者处于聚合者之内,被区分者处于被统合者之内,被度量者处于度量者之内,正如各部分亦被说成处于同各部分相对立的整体之内一样。因为尺度全面界定并聚合被度量者,对于被度量者而言是包含性的和容受性的。正因如此,处所首先享受神圣的辉映是合理的,尤其是那更具普遍性且永恒者的处所(他们正是着眼于此,才说诸神的象征永恒地播撒在处所之中),随后亦包括更具个别性且为各物固有的处所。因为统合、尺度与界限,由于与诸神的一元性自存更为同族,会首先享受它们的辉映。从而第九个难点亦当作如是化解。 他说:“至于最后一个[难点],若人们普遍赞同我们得出处所的概念不来自别处,而恰恰来自物体的相互置换,那么我们何以从这种置换出发说处所是位置的尺度或界定呢?因为无论物体迁徙与否,各物固有的界定都保持同一。”抑或,这一点亦已由先前屡次所说的话化解了?因为正如已说过的,处所是双重的,一种是本质性的、依自身属于各物,且无论该物静止抑或运动都保持同一;另一种则是在位置迁徙中,按照相对于更普遍事物的排列位置而时常变动。本质性的[处所]由于与实体共生,因而难以同实体区分;而当实体保持同一而在不同时间变动的[处所],则由于相对于实体的相异性,极易触动并唤醒我们内在的判断能力。这正如时间亦具有双重本性,一者度量本质性的运动,另一者度量外在的活动性[运动];依实体的[时间]是如此难以理解(若这亦配称为时间的话),以至于亚里士多德甚至根本不说具有永恒实体的事物处于时间之中,而只说生灭事物中被度量的那些处于时间之中。因为本质性的运动原本是不可知的,而活动性的运动则是显而易见的。因此,位置亦是如此:本质性的位置虽完全是各部分分处于不同地方的延展,但它作为各部分之外的某种相异之物,唯有当各部分留在其自身的本质位置中而整个事物的位置显现出变化时,才变得更为显著;而这正是在相互置换中发生的。也许,各物固有的本质位置及其尺度之所以未被察觉,其原因恰恰在于这位置本身难以同所谓的‘被放置’相区分。然而,从相互置换中得出的更共通的[位置]却更为明显;逍遥学派看来亦正是着眼于此,才说唯有依处所运动之物才处于处所之中,因为他们特别看见的是这种变动的处所。
- 4.53ὁ μὲν γὰρ ἴδιος ἑκάστου τῆς τῶν μορίων θέσεως
形容词 ἴδιος 带补足语属格 ἑκάστου(各物的),并伴随说明方面的属格短语 τῆς τῶν μορίων θέσεως(就各部分的位置而言)。整句的主语名词 τόπος 承前省略。
- 4.53συμβήσεται τὸν τόπον ἐν τῷ σώματι λέγειν, ἀλλ’ οὐχὶ τὸ σῶμα ἐν τῷ τόπῳ
无人称动词 συμβήσεται(将导致……的结果)带有宾格加不定式结构(τὸν τόπον... λέγειν)作为其主语从句。不定式 λέγειν 的逻辑主语是泛指的“人”,而 τὸν τόπον ἐν τῷ σώματι 是 λέγειν 的宾语及介词补足语短语。
- 4.53καὶ μήποτε καὶ τοῦτο γέγονεν αἴτιον τοῦ τὴν οὐσιώδη θέσιν τὴν ἰδίαν ἑκάστων καὶ τὸ ταύτης μέτρον διαλαθεῖν, τὸ δυσδιάκριτον τῆς θέσεως αὐτῆς ἀπὸ τοῦ κεῖσθαι λεγομένου.
该句的主干为 μήποτε καὶ τοῦτο γέγονεν αἴτιον τοῦ... διαλαθεῖν(也许这也成为了……未被察觉的原因),后置的主语是中性定冠词短语 τὸ δυσδιάκριτον τῆς θέσεως...(位置本身……难以区分)。属格带冠词不定式 τοῦ... διαλαθεῖν 依附于 αἴτιον,该不定式的逻辑主语是宾格短语 τὴν οὐσιώδη θέσιν... καὶ τὸ ταύτης μέτρον。
