- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:636.8-637.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明处所虽依降格而延展,却是聚合延展之物的尺度;通过将处所界定为被度量的生成与其不可分割原因之间的度量中间项,他解决了处所是否需要处所的难点,并回应了关于处所的可分离性与不动性的第六与第七个难点。
διέστη οὖν ὁ τόπος πάντα συνάγων τὰ διεστῶτα, οὐχὶ τὰ σώματα μόνον ὡς λέγεσθαι δοκεῖ οὐδὲ τὰς διαστάσεις εἴ τινές εἰσι καθ’ αὑτάς, ἀλλὰ καὶ ταῦτα καὶ τὰς ποιότητας καὶ τὰ ἄλλα συμβεβηκότα, καὶ συνάγων καὶ ταύτας οὐ μόνον κατὰ συμβεβηκός, καθόσον συνδιέστησαν τῷ σώματι, ἀλλὰ καὶ καθ’ αὑτά, καθόσον καὶ αὐτὰ διέστη διὰ τὴν ὕφεσιν. καὶ γὰρ καὶ χρόνου τὰ συμβεβηκότα δεῖται οὐ διὰ τὸ σῶμα μόνον, ἀλλὰ καὶ καθ’ αὑτὰ διὰ τὴν γενητὴν ὕπαρξιν. καὶ ἵνα τὸ παράδοξον εἴπω, καὶ τὴν στιγμὴν αὐτὴν διεστάναι ταύτην ἄν τις εἴποι τὴν διάστασιν,1 καθόσον θέσιν ἔσχε καὶ πέρας γέγονε τῆς γραμμῆς. Ἀλλὰ τὸ νῦν δὴ τοῦτο περὶ τῆς γενητῆς διαστάσεως ῥηθὲν ἑτέρας ἂν ἀπορίας ἀρχὴ γένοιτο δικαίως. εἰ γὰρ τὸ διαστατὸν καίτοι καὶ ἐν νῷ προυπάρχον τῇ ἰδιότητι ὅμως οὐκ ἐδεήθη τόπου διὰ τὴν ἀδιάστατον ἕνωσιν, ἔοικε δὲ μηδὲ ἐνθάδε διὰ τὴν ἰδιότητα τῆς διαστάσεως τοῦ τόπου δεῖσθαι, ἀλλὰ διὰ τὴν γενητὴν ὑπόστασιν καὶ τὴν ἐν τῇ ὑφέσει γενομένην διόγκωσιν καὶ τὴν τῶν μορίων διάρριψιν, εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ αὐτὸς ὁ τόπος ὑπομείνας ταύτην τὴν καθ’ ὕφεσιν διάστασιν δεήσεται τόπου τοῦ συνάγοντος καὶ ὁ χρόνος δεήσεται χρόνου. ἢ καὶ τὰ κατ’ ἰδιότητα διακεκριμένα καὶ παρατεταμένα καὶ διεστῶτα τῶν κατ’ ἰδιότητα μέτρων ἐδεήθη, ὡς τὸ μὲν ἐκεῖ πλῆθος τοῦ ἐκεῖ ἀριθμοῦ, τὸ δὲ εἶναι τοῦ ὄντος τῆς αἰωνίου συναιρέσεως, τὸ δὲ μέγεθος ἐκεῖνο τοῦ μεγεθικοῦ μέτρου. ὁμοίως δὲ καὶ τὰ κατὰ ὕφεσιν εἰκονικῶς ὑποστάντα ὑπὸ τῶν ὑφειμένων καὶ εἰκονικῶν μέτρων περιωρίσθη, ἅτε δὲ γενέσεως2 ὄντα συναγωγὰ καὶ μετρητικά, μᾶλλον δὲ αὐτὴ ἡ συναγωγὴ καὶ αὐτὸ τὸ μέτρον, ὑπερανέχει τῆς γενέσεως· καὶ ἀφ’ ἑαυτῶν ἔχοντα τὸ μέτρον οὐ δεῖται συναγωγῆς ἑτέρας ὥσπερ τὰ ἄλλα τὰ ὑπὸ τούτων συναγόμενα. ἀλλ’ εἴπερ ἄρα καὶ δεῖται, κρείττονος δεῖται καὶ ἀμερεστέρας. μεσότης γάρ ἐστι τοῦ ταῦτα μετροῦντος καὶ τοῦ μετρουμένου, ἐξηρτημένα μὲν τῶν μετρούντων, ἐμφυόμενα δὲ τοῖς μετρουμένοις. καὶ ὥσπερ τὰ σώματα διὰ μὲν τὸν οἰκεῖον μερισμὸν ἄμοιρα ζωῆς ἐστι καθ’ αὑτά, μετέχει δὲ ζωῆς τῆς ἀπὸ ψυχῆς ἐνδιδομένης καὶ ὁλοποιούσης αὐτά, καὶ ἡ ζωτικὴ μέθεξις αὐτὴ διίσταται μὲν καὶ μερίζεται περὶ τοῖς σώμασι διὰ τὴν ἀπὸ ψυχῆς ὕφεσιν, οὐ μέντοι ζωῆς πάλιν ἑτέρας δεῖται, ἀλλ’ αὐτῆς μόνης τῆς εἰς τὴν ψυχὴν ἐνριζώσεως, οὕτως ἂν ἔχοι καὶ ὁ τόπος. ἡ γὰρ φύσις τοῦ μέτρου ὑπερτέρα πρὸς τὸ μετρούμενόν ἐστι καὶ οὐ τῶν αὐτῶν ἐπιδεὴς ὧν καὶ ἡ τοῦ μετρουμένου. οὐδὲ γὰρ τὸ καλὸν τὸ ἐνταῦθα καίτοι διὰ τὴν ὕφεσιν ποσῶς αἰσχυνόμενον δεῖται ἄλλου καλοῦ τινος ἐνύλου μεθέξεως, ἀλλὰ μόνης τῆς πρὸς τὸ ἀρχέτυπον καλὸν ἀπεικασίας. καίτοι τὸ καλὸν συντέτακται μᾶλλον πρὸς τὰ ἄλλα εἴδη, ὁ δέ γε τόπος καὶ ὁ χρόνος ἐξῃρημένην μᾶλλον ἔχουσι φύσιν κατὰ τὸ συναγωγὸν αὐτῶν θεωρούμενοι. καὶ ἡ διάστασις αὐτῶν οὐχ ὁμοία γέγονε ταῖς ἄλλαις κατὰ μεσότητα θεωρουμένη τοῦ τε ἀδιαστάτου καὶ μετροῦντος καὶ τοῦ διαστατοῦ καὶ μετρουμένου. καὶ γὰρ γενέσεως εἰς τοσοῦτον μετέσχε τὸ μέτρον τῆς γενέσεως, εἰς ὅσον ὑφείθη τῆς ἀμερίστου αἰτίας τῆς μετρούσης τὴν γένεσιν· ὑφείθη δὲ ὡς μὴ πάντῃ γένεσις εἶναι· οὐ γὰρ ἂν ἦν μέσον τὸ μέτρον τοῦ τε μετροῦντος ἀγενήτου καὶ τῆς μετρουμένης γενέσεως. μέσον δὲ ὄν, εἰ καὶ αὐτὸ μέτρου δεῖται, ἄλλης ἂν δέοιτο μεσότητος. τὸ γὰρ μέτρον μέσον εἶναι χρὴ πάντως τοῦ τε μετροῦντος καὶ τοῦ μετρουμένου, ἐνερριζωμένον μὲν τῷ μετροῦντι καὶ εἰς ἐκεῖνο κορυφούμενον, συνεκτεινόμενον δὲ τῷ μετρουμένῳ, μίαν δὲ ἁπλῆν ἔχον τὴν συναμφότερον ὑπόστασιν.3 τὸ δέ γε σῶμα, ὅπερ ὡς τόπον ἁπλῶς ὑποτίθενται σῶμά γε ὂν τῇ ἑαυτοῦ φύσει, διὰ τί μὴ δεῖται καὶ αὐτὸ μέτρου, ὁμοίως δὲ καὶ τὸ διάστημα, εἴπερ οὐσία τίς ἐστι καὶ ἄλλο ἀλλαχοῦ μέρος ἔχουσα; Ἀλλὰ δὴ καὶ πρὸς τὸ ἕκτον καὶ πρὸς τὸ ἕβδομον τῶν ἀπορηθέντων ἐροῦμεν, ὅτι οἱ χωριστὸν καὶ ἀκίνητον λέγοντες τὸν τόπον καὶ ὡς ἀξιώματα ταῦτα περὶ τόπου προλαμβάνοντες εἰς τὸν κοινὸν καὶ πλατικὸν ἀπεῖδον τόπον, ὡς καὶ πρότερον εἴρηται.
因此,处所在聚合一切延展之物的同时延展了自身——不仅聚合通常人们所说的物体,也不仅聚合自存的延展(若有此类延展的话),而是兼聚这些事物以及性质与其他偶性;并且处所聚合这些〔性质〕,不仅因它们与物体共同延展而依偶性地聚合,亦因它们自身因降格而延展而依自身地聚合。因为偶性不仅因物体,亦依自身地因生成的实存而需要时间。甚至可以说句看似悖谬的话:人们甚至可以说点自身只要具有位置并成为线的界限,亦延展了这一延展。 然而,方才关于生成的延展所说的这一点,正当地会成为另一个难点的端倪。因为,如果延展之物在理智中虽亦在特质上预先存在,却因无延展的统一不需要处所,而在此世看来需要处所并非因延展的特质,而是因生成的自存、降格中产生的膨胀以及各部分的分散;如果确实如此,显然处所自身承受了这种依降格的延展之后,亦将需要一个聚合它的处所,而时间亦将需要时间。抑或,依特质被区分、伸展和延展的事物,亦曾需要依特质的尺度,正如彼处的众多需要彼处的数,实在的存在需要永恒的凝聚,彼处的量度需要量度性的尺度一样?同样地,依降格而摹像式自存的事物,亦被降格的、摹像式的尺度所界定;并且,由于〔这些尺度〕是生成的聚合者与度量者,或者毋宁说就是这一聚合本身与这一尺度本身,故而超越于生成之上;它们自本地具有尺度,因而不需要像由它们聚合的其他事物那样需要另一种聚合。然而,若它们当真需要〔聚合〕,它们所需要的亦是更高贵且更无部分性的〔聚合〕。因为它们是度量这些事物者与被度量者之间的中间项,既悬系于度量者,又植根于被度量者之中。正如物体因其自身的分割而在自身上缺乏生命,却分有从灵魂赋予并使它们成为整体的生命,而这生命性的分有自身虽因脱离灵魂的降格而在物体周围延展并被分割,却并不反过来需要另一生命,而仅仅需要扎根于灵魂之中;处所的情况亦当作如是观。因为尺度的本性超越于被度量者,所缺乏的并非被度量者的本性所缺乏的东西。因为此世的美虽因降格而在某种程度上带有丑陋,却并不需要分有某种其他具质料的美,而只需要摹拟范型之美。然而美更多是与其他形式同列的,但处所与时间在其聚合功能中被观照时,却具有更加超拔的本性。且它们的延展是在无延展且度量者与具延展且被度量者之间的居中状态中被观照的,因而并不与其他延展相似。因为生成的尺度分有生成,仅仅达到从度量生成的不可分割原因降格的程度;但它的降格使得它并不完全沦为生成;否则该尺度就不会成为非生成的度量者与被度量的生成之间的中间项。由于它是中间项,若它自身亦需要尺度,它就将需要另一个中间项。因为尺度完全必须是度量者与被度量者之间的中间项,植根于度量者并向它臻于顶点,同时与被度量者共同舒展,具有包含两者的单一、单纯的自存。然而,至于人们直接设定为处所的物体,按其自身本性而言固然是物体,它为何自身不需要尺度呢?同样地,若延展是某种实体且不同部分处于不同处所,它又为何不需要尺度呢? 此外,对于所提出的第六和第七个难点,我们亦将回答说:那些主张处所是可分离且不动、并将这些预先当作关于处所的公理的人,正如先前已经说过的那样,着眼的是共通且广延的处所。
- 4.53διεστάναι ταύτην ἄν τις εἴποι τὴν διάστασιν
这是同族宾格(或内在宾格)结构,动词不定式 διεστάναι 与同根名词 διάστασιν 连用。此处并非指几何学上的点具有广延,而是表明点获得位置并成为线的界限这一限定状态本身即可被视为一种延展。
- 4.53ἅτε δὲ γενέσεως ὄντα συναγωγὰ καὶ μετρητικά, μᾶλλον δὲ αὐτὴ ἡ συναγωγὴ καὶ αὐτὸ τὸ μέτρον, ὑπερανέχει τῆς γενέσεως
分词 ὄντα 与从前文 τῶν ὑφειμένων καὶ εἰκονικῶν μέτρων(降格的、摹像式的诸尺度)补出的中性复数主语一致,而主要动词 ὑπερανέχει 呈现为单数形式,这遵循了古典希腊语中“中性复数主语使用单数动词”的语法规则。插叙短语“μᾶλλον δὲ αὐτὴ ἡ συναγωγὴ καὶ αὐτὸ τὸ μέτρον”则以主格形式对其本质进行了进一步界定。
- 4.53μίαν δὲ ἁπλῆν ἔχον τὴν συναμφότερον ὑπόστασιν
分词 ἔχον 为中性单数,修饰主语 τὸ μέτρον。在短语 τὴν συναμφότερον ὑπόστασιν 中,它指“兼具二者(度量者与被度量者)的自存”,而置于冠词前的 μίαν ἁπλῆν 则起表语性修饰作用(“具有单一且单纯的……”)。
