← 辛普里丘

亚里士多德《物理学》注释

§634.31-636.8

处所的延展与无限后退的解决

辛普利丘针对处所若有延展便需另一处所的无限后退难点,指出尺度无需外在尺度的引入,并通过区分理智中的形式性延展与因降格而产生的感性延展,论证了处所作为从无延展的度量者降格而来的尺度是如何具有延展的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#24

πῶς οὖν φαμεν, εἰ διέστηκεν ὁ τόπος, οὐχὶ καὶ αὐτὸς ἐν θέσει ἔσται, καὶ δεηθήσεται τόπου, τοῦτο δὴ τὸ πρὸς πᾶσαν περὶ τόπου γενομένην ὑπόθεσιν ἐνιστάμενον;1 ἀλλ’ εἰδέναι χρὴ ὅτι πᾶν τὸ οὑτινοσοῦν μετέχον ἐνδεὲς ὂν ἀφ’ ἑαυτοῦ τῆς τοῦ μετεχομένου φύσεως λέγεται μετέχειν αὐτοῦ. τὰ δέ γε οἴκοθεν ἔχοντά τι οὐ δεῖται τῆς ἔξωθεν οὗ ἔχουσιν ἐπεισαγωγῆς. ἐπεὶ καὶ εἰς ἄπειρον οὕτως ἀνάγκη προϊέναι, οἷον ἡ διάστασις αὐτὴ καθ’ ἣν διέστηκε τὰ διεστῶτα συνδιέστηκε μὲν αὐτοῖς, ἀλλ’ οὐχ οὕτως ὡς τὰ κατ’ ἄλλο τι χαρακτηριζόμενα καὶ κατὰ μέθεξιν τῆς διαστάσεως λεγόμενα διεστάναι, ἀλλ’ ὡς αὐτὴ ἂν ἡ διάστασις διεστάναι λέγοιτο, συνεκτεταμένη τῷ διεστῶτι καὶ πάσχοντι ἑαυτήν·2 ὡς εἴ γε ἄλλης τινὸς ἐπεισάκτου δέοιτο διαστάσεως, πάλιν περὶ ἐκείνης ζητήσομεν. εἰ μὲν γὰρ ἀδιάστατος, πῶς ἐφήρμοσε τοῖς διεστῶσιν; εἰ δὲ διαστατή, καὶ αὐτὴ δεήσεται ἑτέρας ἐπ’ ἄπειρον. καὶ διὰ τοῦτο οὔτε κινήσεως κίνησιν ἀπαιτητέον οὔτε χρόνου χρόνον οὔτε μέτρου μέτρον. τί οὖν ἄρα οὐ δυνήσονται καὶ οἱ σῶμα πάντα τόπον ἢ διάστημά τι λέγοντες ἀφωρισμένον ἐκφυγεῖν οὕτως τὴν ἐπαχθεῖσαν ἀπορίαν αὐτοῖς; ἐπήγετο δὲ τὸ δεῖν εἴπερ καὶ ἐκείνων ἄλλο ἀλλαχοῦ τῶν μορίων ἐστίν, ἐν τόπῳ πάντως εἶναι καὶ αὐτά. καὶ γὰρ ἐκεῖνοι ἐροῦσιν ἑτοίμως, ὅτι τὸ σῶμα ἐκεῖνο ἢ τὸ διάστημα τόπον εἶναί φαμεν, τόπου δὲ τόπος οὐκ ἂν εἴη, ὥσπερ οὖν καὶ λέγουσιν. ὁ γοῦν φιλόσοφος Συριανός· “τὸν ταῦτα, φησί, διαποροῦντα παρακαλέσομεν πρὸς τὴν διάνοιαν τῶν πρεσβυτέρων ὁρᾶν καὶ μήτε κινήσεως κίνησιν ζητεῖν μήτε στάσεως στάσιν μήτε τόπου τόπον ἢ ἀτοπίαν.” ἀλλ’ εἰ μὲν ταὐτὸν ἦν ἡ σώματος φύσις καὶ τὸ μέτρον τῆς θέσεως, καλῶς ἂν ἐλέγετο· εἰ δὲ πᾶν σῶμα καθὸ σῶμα μέτρου δεῖται, κἂν κατὰ τὴν διάστασιν μετρῆται (ἄλλο γάρ ἐστι διάστασις καὶ ἄλλο μέτρον διαστάσεως), δῆλον ὅτι ἡ διάστασις καθὸ διάστασις, εἴπερ καθ’ αὑτὴν εἴη, διαστάσεως μὲν οὐ δεῖται, μέτρου δὲ δεῖται. τὸ δέ γε μέτρον πῶς ἂν μέτρου δεηθείη; ἀλλ’ ἔοικε μέτρου μὲν μὴ δεῖσθαι, τὴν δὲ διάστασιν ἐπείσακτον ἔχειν. καὶ ἔστι διαστατὸς ὁ τόπος κατὰ μέθεξιν τοῦ ἐν τόπῳ, ὥσπερ μεμέτρηται τὸ ἐν τόπῳ καὶ τετόπισται κατὰ τὸν τόπον. καὶ οὐδὲν μὲν οἶμαι ἄτοπον οὕτω λέγειν. καὶ γὰρ καὶ τὴν λευκότητα σωματοῦσθαί φασι διὰ τὸ σῶμα, ὥσπερ τὸ σῶμα λευκαίνεσθαι διὰ τὴν λευκότητα. τί οὖν ἄτοπον καὶ τὸν μεθεκτὸν τόπον διεστάναι διὰ τὸ μετέχον αὐτοῦ διαστατὸν ὑπάρχον; φαίη γὰρ ἄν τις καταλαβεῖν βουλόμενον τὸ μετρούμενον ὑπ’ αὐτοῦ συνεκταθῆναι αὐτῷ· καὶ ἔχοι μὲν ἄν τινα καὶ ταῦτα λόγον· ἄμεινον δὲ οὕτως οἶμαι λέγειν, ὅτι ἄλλη ἐστὶν ἡ διάστασις ἡ κατ’ εἶδος, ἥτις ἂν καὶ ἐν τοῖς παραδείγμασι θεωρηθείη λόγος οὖσα, μᾶλλον δὲ εἶδος διαστάσεως, καὶ ἄλλη ἡ κατὰ τὴν ἀπὸ τοῦ διαστατοῦ ὕφεσιν κατὰ πάθος γινομένη. τοιγαροῦν τὴν ἐν τῷ νῷ διάστασιν κατ’ εἶδος προυπάρχουσαν, ἤτοι τὴν τῆς διαστάσεως αἰτίαν, ὑφ’ ἧς πᾶν μέγεθος ὑφίσταται, καίτοι πρώτην καὶ κυριωτάτην εἶναι λέγοντες, ὅμως ἀδιάστατόν φαμεν διὰ τὴν ἀμέριστον τῆς νοερᾶς οὐσίας συναίρεσιν, καὶ οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ τὰ μετέχοντα αὐτῆς κατ’ αὐτήν. τὰ δὲ γε ἐνταῦθα διαστατὰ οὐ μόνον τῇ τῆς ἰδιότητος μεθέξει, ἀλλὰ καὶ τῇ ὑφέσει τῆς ἐκεῖθεν ἀμερείας διεστάναι φαμέν, καὶ κατά γε τοῦτο τὸ σημαινόμενον τῆς διαστάσεως οὐ τὰ σώματα μόνα διέστη ἐνταῦθα, ἀλλὰ καὶ τὰ τοῖς σώμασι συμβεβηκότα. ὥστε καὶ τὴν λευκότητα καὶ τὴν θερμότητα καὶ τοὺς ἀριθμοὺς καὶ τὰ τοιαῦτα πάντα τὰ ἐνθάδε μὴ μόνον διὰ τὰ ὑποκείμενα αὐτοῖς σώματα διεστάναι, ἀλλὰ καὶ δι’ ἑαυτά. μᾶλλον δὲ τὴν μὲν εἰδητικὴν διάστασιν ἔσχε διὰ τὸ τοῦ σώματος εἶδος ἐν ᾧ γέγονε, τὴν δὲ γενητὴν καὶ εἰκονικὴν διὰ τὴν ὕφεσιν τὴν ἀπὸ τοῦ ἀδιαστάτου· δι’ ἣν καὶ τὸ σῶμα καίτοι καὶ ἐν νῷ σῶμα ὂν ἐκεῖ μὲν ἀδιάστατον ἦν, ἐνταῦθα δὲ διέστη. ὡς οὖν τὸ θέσιν ἔχον σῶμα διέστη διὰ τὴν ὕφεσιν, οὕτω καὶ τὸ τῆς θέσεως μέτρον ὁ τόπος διέστη, ὡς διεστάναι τῷ μέτρῳ δυνατὸν ὑφειμένῳ ὄντι τοῦ μετροῦντος ἀδιαστάτου.3

那么,如果处所具有延展,它自身难道不也会处于某种位置并需要一个处所吗——而这正是反对有关处所的一切假说的那一异议——对此我们该如何回答呢?但应当知道:凡分有任何事物者,因其自身缺乏被分有者的本性,才被称为分有它。至于那些自本地拥有某物者,则不需要从外部引入它们所拥有的东西;否则就必然走向无限。例如,延展之物依之而延展的延展本身,固然与它们共同延展,但并非像那些依其他某种东西被规定、并通过分有延展而被称为延展的事物那样[延展],而是像延展本身可以说延展那样,与那延展并承受它自身的事物共同舒展。因为若它需要某种另外被引入的延展,我们将再次关于那另一延展提出探究。因为若它是无延展的,它如何能契合延展之物?若它具有延展,它自身也将需要另一个,以至无限。正因如此,人们既不该要求运动的运动,也不该要求时间的时间,或尺度的尺度。 难道那些主张一切处所皆是物体或某种划定的延展的人,就不能以这种方式逃脱加诸他们身上的难点吗?而加诸他们身上的难点在于:如果那些事物的不同部分处于不同处所,它们自身亦必定完全处于处所之中。因为他们亦会随口回答说,我们是说那物体或延展就是处所,而处所是不可能有处所的,正如他们实际上所说的那样。哲学家叙利亚努就曾说:“对于就这些事情提出难点的人,我们将劝告他们着眼于先辈的思想,既不要探求运动的运动,也不要探求静止的静止,亦不要探求处所的处所或无处所性。” 然而,如果物体的本性与位置的尺度是同一的,这话倒说得过去。但若一切物体只要作为物体就需要尺度,即便它是依延展而被度量(因为延展是一回事,延展的尺度是另一回事),显然延展只要作为延展,若它自存,则并不需要延展,却需要尺度。但尺度又怎会需要尺度呢?相反,它似乎并不需要尺度,却将延展作为附带之物而具有。处所乃是依处所中之物的分有而具有延展,正如处所中之物依处所而被度量且被定置一样。而且我认为这样说绝非荒谬。因为人们确实亦主张白因物体而被物体化,正如物体因白而变白一样。那么,被分有的处所因分有它的事物作为延展之物而存在,从而它自身亦具有延展,这又有何荒谬呢?因为有人可能会说,处所因希图把握被其度量之物,而与其共同舒展;这些论点亦可能有其道理。但我认为这样说更好:依形式的延展是一回事——它亦可在范型之中被观照,乃是理路,或者更确切地说是延展的形式;而依脱离延展之物的降格、依受动而产生的延展则是另一回事。因此,对于在理智中依形式预先存在的延展——即一切量度赖以成立的延展的原因——我们虽称其为最初且最根本的,但由于理智实体的不可分割的统一性,我们仍称其为无延展的,并且不仅它本身如此,依它而分有它的事物亦然。然而对于此世具有延展的事物,我们则说它们不仅通过分有其特质而延展,亦因彼处无部分性的降格而延展;而且至少依延展的这一含义而言,在此世不仅物体具有延展,物体的偶性亦然。因此,白、热、数以及此世所有此类事物,不仅因作为其底层的物体而延展,亦因其自身而延展。或者毋宁说,它们因其产生于其中的物体的形式而具有形式性的延展,因脱离无延展者的降格而具有生成的、摹像式的延展;亦因这一降格,物体虽在理智中亦是物体,在彼处固是无延展的,在此世却具有了延展。因此,正如具有位置的物体因降格而延展一样,作为位置之尺度的处所亦延展了,其延展方式正符合一个从无延展的度量者降格而来的尺度所可能具有的方式。

语法注3 条
  1. 4.53τοῦτο δὴ τὸ πρὸς πᾶσαν περὶ τόπου γενομένην ὑπόθεσιν ἐνιστάμενον

    主格中性分词短语,与前文疑问句('如果处所具有延展,它自身难道不也会处于某种位置并需要一个处所吗……')的整体内容构成同位语,由指示代词 τοῦτο 引出,用以说明这是针对一切处所假说所普遍面临的反驳(即芝诺的疑难)。

  2. 4.53ἀλλ’ ὡς αὐτὴ ἂν ἡ διάστασις διεστάναι λέγοιτο, συνεκτεταμένη τῷ διεστῶτι καὶ πάσχοντι ἑαυτήν

    由 ὡς 与潜在希求法(ἂν λέγοιτο)构成的式样状语从句,阴性分词 συνεκτεταμένη 与主语 αὐτὴ ἡ διάστασις 一致。反身代词 ἑαυτήν 作分词 πάσχοντι 的宾语,意为'承受它自身(即延展)的延展之物'。

  3. 4.53ὡς διεστάναι τῷ μέτρῳ δυνατὸν ὑφειμένῳ ὄντι τοῦ μετροῦντος ἀδιαστάτου

    由 ὡς 与不定式(διεστάναι)构成的限制性结构('以……可能的方式')。与格短语 τῷ μέτρῳ ὑφειμένῳ ὄντι 表示不定式的相关承受者,而属格 τοῦ μετροῦντος ἀδιαστάτου 则作为分词 ὑφειμένῳ 的分离/比较属格,意为'从无延展的度量者降格而来'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:634.31-636.8