- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:633.8-634.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了天体依处所运动无需以不动的物体或空间为前提,不动参考系仅服务于观测者的判定;随后他回应第四个难点,阐明处所是赋予圆满性的原理,并回应第五个难点,确立处所乃是与物体共同延展的协调尺度。
καὶ ὥσπερ τὰς ἀεὶ γινομένας τῆς ψυχικῆς ζωῆς κατὰ φύσιν προβολὰς ἀνέλιξίν φαμεν εἶναι τῆς κατ’ οὐσίαν προυπαρχούσης καὶ συνηρηκυίας ἐν ἑαυτῇ κατὰ τεταγμένους ὅρους τὴν τῶν προβολῶν διάκρισιν,1 οὕτω καὶ τοῦ παντὸς ὁ κατ’ οὐσίαν τόπος συνῄρηκε πάντας τοὺς ἄλλοτε ἄλλους γινομένους καὶ ἀφ’ ἑαυτοῦ προάγει πάσης θέσεως τὴν συμμετρίαν. καὶ ἡ τοῦ κριοῦ θέσις ἡ οὐσιώδης πάσας ὁμοίως αὐτοῦ τὰς θέσεις προείληφε καὶ ὁ τόπος τοὺς τόπους· οὐ γὰρ οὐσίωται κατὰ τὸ ἀνατέλλειν ἢ δύνειν ἢ ὅλως κατὰ τὴν τοίαν ἢ τοίαν τοῦ παντὸς θέσιν ὁ κριός, ὥσπερ οὐδὲ ἡ ψυχὴ κατά τινα ἄτομον προβολήν, ἀλλὰ κατὰ τὴν μονοειδῆ πρόληψιν πάσης τῆς ὁποιασοῦν θέσεως. ὥστε κἂν μηδὲν ἀκίνητον προυποτεθῇ σῶμα ἢ διάστημα ὁ τόπος, οὐδὲν κωλύεται κατὰ τόπον τὰ οὐράνια κινεῖσθαι· καὶ γὰρ κατὰ χρόνον αὐτὰ κινεῖσθαι λέγουσιν οὐ δήπου καὶ τοῦ χρόνου σφαῖράν τινα ἀκίνητον προυποτιθέμενοι, ἧς τὰ μόρια μεταβάλλειν φήσουσι κατὰ χρόνον κινούμενα. ἀλλ’ εἰ καί τινος δεῖ μένοντος, ἀρκοῦνται τῷ οὐσιώδει χρόνῳ ἢ ἐπὶ τὸν παραδειγματικὸν ἀνατρέχουσι. μήποτε δὲ ἐκεῖνος ὁ μένειν λεγόμενος τόπος οὐδὲ συντελεῖ τι μέγα πρὸς τὴν κατὰ τόπον κίνησιν. φέρε γὰρ ἀφαιρεθείσης ἐκείνης τῷ λόγῳ τῆς τοῦ διαστήματος ἢ τοῦ τοπικοῦ σώματος σφαίρας, εἰ κινοῖτο τὸ σῶμα τοῦ οὐρανοῦ τὴν ἐγκύκλιον ταύτην κίνησιν, τίνα ἂν αὐτὴν ἄλλην ἢ τὴν κατὰ τόπον φήσαιμεν εἶναι; ἀλλ’ ἔοικεν ἐκεῖνο τὸ ἀκίνητον τῇ ἡμετέρᾳ κρίσει λυσιτελεῖν, ἵνα πρὸς αὐτὸ παραβάλλοντες κρίνωμέν τε καὶ διαριθμώμεθα τὰς μεταβάσεις, ὥσπερ οἱ ἀστρονόμοι καὶ τὴν ἄναστρον ὑπέθεντο σφαῖραν καὶ τὸν ἐν αὐτῇ νοητὸν ζῳδιακὸν καὶ τῶν ἄλλων ἀστέρων τὰς νοητὰς ἐποχάς, οὐχ ἵνα κινῆται δι’ ἐκεῖνα ὁ οὐρανὸς τὴν ἐγκύκλιον κίνησιν, ἀλλ’ ἵνα τῆς κινήσεως τὰ μέτρα πρὸς ὡρισμένα πέρατα παραβάλλοντες διαριθμήσασθαι δυνηθῶσι. καὶ πρὸς αὐτὸ δὲ τὸ κινεῖσθαι δοκεῖν αὐτὰ κατὰ τόπον πάνυ συμβάλλεται ἡμῖν ἡ πρὸς τὸ ἀκίνητον παραβολή. πῶς γὰρ ἂν κινεῖσθαί τι κατὰ τόπον λέγοιμεν, ὃ μὴ μεταβάλλει τὴν θέσιν; πῶς δὲ ἂν αἰσθοίμεθα μεταβεβληκότος τὸν τόπον τοῦ κριοῦ, εἰ μὴ πρὸς τὰ κέντρα αὐτὸν παραβάλλοιμεν. τὰ δὲ κέντρα πρὸς τὴν γῆν ἀφορίζομεν. εἰ οὖν μήτε ἀνατολὴ μήτε δύσις εἴη μήτε μεσουράνημα, κινηθήσεται μὲν ὁμοίως ὁ οὐρανός, ἡμεῖς δὲ τῶν διαφόρων θέσεων τεκμήρια οὐχ ἕξομεν. Πρὸς δὲ τὸ τέταρτον ῥητέον, ὅτι τελεσιουργὸς ὢν ὁ οὕτως ἀφορισθεὶς τόπος ὁμοίως ἔχει ταῖς ἄλλαις τελειότησιν, οἷον τῷ καλῷ τῷ ἀγαθῷ τῷ ὅλῳ καὶ τοῖς τοιούτοις. ὥσπερ οὖν τούτων ἕκαστον τοῦ μὲν ὅλου πληρώματος τοῦ μεθ’ ἑαυτοῦ ἔλαττον φαίνεται, ἀντιδιαιρούμενον δὲ πρὸς τὰ ἄλλα κρεῖττον δοκεῖ, οὕτως καὶ ὁ τοιοῦτος τόπος· πρὸς μὲν τὸ εὐθετισμένον ὁ ὅλου συγκρινόμενος εὐθετισμὸς ἐνδεέστερος φανεῖται,2 ὡς δὲ τελειῶν τοῦ τελειουμένου κρείττων δοκεῖ. Ἀλλὰ δὴ καὶ πρὸς τὸ πέμπτον τῶν ἀπόρων τὸ ζητοῦν, πότερον διαστατὸς ἢ ἀδιάστατός ἐστιν ὁ τόπος ὁ τοιοῦτος, λέγομεν ὅτι μέτρον τῆς κατὰ τὴν θέσιν διαστάσεως ὑπόκειται ὁ τόπος. πᾶν δὲ μέτρον συνεξισοῦσθαι βούλεται τῷ μετρουμένῳ, μᾶλλον δὲ συνεξισοῦν ἑαυτῷ τὸ μετρούμενον. ἀλλὰ τὸ μὲν ἐξῃρημένον μέτρον ἅτε καὶ δυνάμεως ὑπερβολῇ καὶ τῇ ἑνώσει τῆς οὐσίας ὑπερέχον τοῦ μετρουμένου ἀναρπάζει τὸ μετρούμενον πρὸς τὴν οἰκείαν συναίρεσιν μεταδιδὸν αὐτῆς ὡς δυνατὸν τῷ μετρουμένῳ, ὥσπερ καὶ τοὺς νοητοὺς ἀριθμοὺς πάντα μετρεῖν φαμεν κατὰ τὴν συνηρημένην πάντων ἀκρότητα· καὶ ἔστι τὰ τοιαῦτα μετροῦντα μᾶλλον ἢ μέτρα. τὸ δέ γε συντεταγμένον ἅτε μέθεξις ὂν ἀπὸ τοῦ μετροῦντος εἰς τὸ μετρούμενον καὶ συμμέτρως ἔχον πρὸς τὸ μετρούμενον συνδιέστη καὶ συμπαρετάθη τῷ μετρουμένῳ,3 ὥσπερ ὁ παρ’ ἡμῖν πῆχυς μέτρον ὑπάρχων διαστατός ἐστιν ἐξ ἀδιαστάτου τοῦ μετροῦντος, τουτέστι τοῦ ἐν τῇ ψυχῇ πήχεως, ἐπιγενόμενος. οὕτω δὲ καὶ ὁ χρόνος τῇ κινήσει συνδιέστηκε. καὶ ἔστι καὶ ἐπ’ ἐκείνου τὸ αὐτὸ ἄπορον, εἴτε διαστατός ἐστι καὶ αὐτὸς εἴτε ἀδιάστατος. καὶ δῆλον ὅτι ὁ μεθεκτὸς οὗτος, μᾶλλον δὲ ἡ μέθεξις, συμμεμέρισται τῇ κινήσει συμπαρομαρτῶν αὐτῇ πανταχοῦ καὶ τὴν παράτασιν αὐτῆς καὶ τὸν σκεδασμὸν συνάγων ἢ τό γε ἀληθὲς εἰπεῖν συναγωγὴ τῶν συναγομένων ὑπάρχων. καὶ ὁ τόπος οὖν οὗτος ὁ συνυπάρχων τοῖς σώμασι συνδιέστηκεν αὐτοῖς· πανταχοῦ γὰρ τοῦ σώματος ἡ θέσις ἐστὶ καὶ ὁ τῆς θέσεως ἀφορισμός.
正如我们说,灵魂生命依自然而不断产生的发射,乃是依其实体预先存在、并依整饬的界限在其自身之中包容了发射之区别的生命的展开,全宇宙依其实体的处所亦同样以归摄的方式包容了时而成为不同形态的所有处所,并从其自身引出一切位置的对称。同样,白羊座的本质位置亦预先领会了它的所有位置,而其处所亦预先领会了所有的处所;因为白羊座并非依升起或落下、或概括而言依全宇宙的这样或那样位置而被赋予其实体——正如灵魂并非依某种个别的发射而被赋予实体一样——而是依对任何一种位置的纯一的预先领会。因此,即便没有不动的物体或延展被预先假定为处所,诸天体依处所而运动亦丝毫不会受到妨碍;因为人们固然说天体依时间而运动,但这决非是由于人们预先假定了某种不动的“时间的球体”,并声称其诸部分在依时间运动时发生改变。相反,即使需要某种留存之物,他们亦满足于本质的时间,或者溯及范型的时间。或许,那被称为留存的处所对于依处所的运动根本没有多大贡献。试问,假若在思想中移去那延展或处所性物体的球体,如果天的物体作这种圆周运动,除了依处所的运动之外,我们还会说它是什么运动呢?相反,那不动之物似乎是有益于我们的判断,以便我们通过与它对照来判断并数清各样位移;正如天文学家亦假定了无星球以及其中的理知黄道带和其他星辰的理知位置一样,这并不是为了使天体因它们而作圆周运动,而是为了能够将运动的尺度与确定的极限相对照来加以数清。而且,与不动之物的对照,对于在我们看来它们依处所而运动这一现象本身,亦起到了极大的作用。因为,若非改变位置,我们怎能说某物是依处所而运动的呢?又或者,如果我们不把白羊座与各支点相对照,我们怎能感知到它改变了处所呢?而诸支点是我们相对于大地来界定的。因此,即使既无日出亦无日落,亦无中天,天球仍将以同样方式运动,但我们将无法获得不同位置的证据。 针对第四个难点,应当指出:依这种方式界定的处所作为圆满的赋予者,与其它诸般圆满性——例如美、善、全体以及此类事物——处于相同的地位。正如这些事物中的每一者虽然显得不如连同其自身的全体之充盈,但若与其它事物并列相对而言则显得更优越,同样的处所亦是如此:与被整饬之物相比,全体的整饬显得较为匮乏,但作为赋予圆满者,它显得优于被圆满者。 进而针对诸难点中探究这一处所究竟是有延展的还是无延展的第五个难点,我们说:处所乃是被假定为依位置的延展之尺度。一切尺度皆意在与被度量者等同,或者更确切地说,使被度量者与自身等同。但超越的尺度因其能力的超迈和实体的单一性而超越被度量者,遂将被度量者提升至其固有的统一性,并在可能的范围内将该统一性赋予被度量者,正如我们说理知数依一切事物的统一顶峰来度量一切事物一样;此类事物与其说是尺度,不如说是度量者。至于协调的尺度,由于它是从度量者到被度量者的分有,并且与被度量者保持对称,故而它与被度量者共同延展、共同舒展,正如我们这里的肘尺作为尺度虽具有延展,却是从无延展的度量者——即灵魂之中的肘尺——派生而来的。同样,时间亦与运动共同延展。在时间上也存在着相同的难点:即它自身究竟是有延展的还是无延展的。显而易见,这一被分有者,或者毋宁说是分有本身,与运动共同被分割,处处伴随着运动,汇聚其延续与离散,或者如实而言,作为被汇聚者的汇聚而存在。因此,这一与物体共在的处所亦与物体共同延展;因为在物体的每一处皆有其位置以及位置的界定。
- 4.53τῆς κατ’ οὐσίαν προυπαρχούσης καὶ συνηρηκυίας ἐν ἑαυτῇ κατὰ τεταγμένους ὅρους τὴν τῶν προβολῶν διάκρισιν
阴性属格分词 προυπαρχούσης 与 συνηρηκυίας 修饰前文的 τῆς ψυχικῆς ζωῆς(灵魂生命),指这种生命依其实体预先存在,并在自身内部依整饬的界限综合包容了发射的诸般区别。
- 4.53πρὸς μὲν τὸ εὐθετισμένον ὁ ὅλου συγκρινόμενος εὐθετισμὸς ἐνδεέστερος φανεῖται
在短语 ὁ ὅλου συγκρινόμενος εὐθετισμός 中,属格 ὅλου 修饰 εὐθετισμός(全体的整饬/安排)。当其与 τὸ εὐθετισμένον(被整饬之物)相比时,整饬本身若被抽离考察则显得不如完满的全体,但作为使其圆满者(τελειῶν),它又优于被圆满者。
- 4.53συνδιέστη καὶ συμπαρετάθη τῷ μετρουμένῳ
不定过去时形式 συνδιέστη 与 συμπαρετάθη 为格言式不定过去时(gnomic aorist),用以陈述配向尺度(συντεταγμένον μέτρον)相对于超越尺度的普遍形而上学本性,即尺度必然与被度量者共同延展并舒展。
