- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:631.26-633.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对第三个难点,辛普利丘指出位置与处所皆具有双重性——一种是本质且永驻的,另一种是外来且变化的——并通过天体作为全体与部分的运动以及与时间概念的平行类比来论证这一观点。
καὶ γὰρ καὶ αἱ τοῦ τόπου διαφοραὶ τὸ ἄνω καὶ τὸ κάτω τοῦ ὅλου εἰσὶ καὶ πρὸς τοῦτο κρίνονται, ὡς εἴ γε ἡ κεφαλὴ μόνη τοῦ ἐμοῦ1 σώματος ἐτύγχανεν οὖσα, οὐκ ἂν ἄνω κεῖσθαι ἐλέγετο κατὰ τὸ συνουσιωμένον ἄνω.2 ὅλως δὲ οὐ τὰ μόρια μόνον εὐάρμοστον ἔχειν τὴν θέσιν πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον λέγομεν, ἀλλὰ καὶ τὸ ὅλον πρὸς τὰ μόρια. Πρὸς δὲ τὸ τρίτον ἔπεισί μοι λέγειν, ὅτι διττή τίς ἐστιν, ὡς εἴρηται πρότερον, ἡ θέσις τοῦ τε ὅλου καὶ τῶν μορίων ἑκάστου, ἡ μὲν οὐσιώδης καὶ ἀεὶ μόνιμος, ἡ δὲ ἐπείσακτος καὶ ἄλλοτε ἄλλη γινομένη. καὶ τῆς οὐσιώδους ἡ μέν ἐστι τοῦ ὅλου καθ’ αὑτό, ἡ δὲ τοῦ ὅλου πρὸς τὰ μέρη, καὶ αὖ τῶν μερῶν ἡ μὲν καθ’ αὑτά, ἡ δὲ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον. ἡ μὲν οὖν οὐσιώδης πᾶσα διάστασις ἤτοι θέσις ὡσαύτως ἀεὶ μένει, κἂν κινούμενα κἂν ἑστῶτα θεωρηθείη. καὶ ὁ συναγωγός τε καὶ μετρητικὸς αὐτῆς τόπος 〈ὁ〉 αὐτός ἐστιν ἀεί, ἡ δ’ ἐπεισοδιώδης ἀμείβεται. καὶ γὰρ οὐ μόνον τὰ μόρια τοῦ οὐρανοῦ μεταβάλλει τὴν θέσιν, ἀλλὰ καὶ τὸ ὅλον. ἄλλη γὰρ τοῦ ὅλου θέσις νῦν, καὶ ἄλλη μετὰ ὥραν. καὶ διὰ τοῦτο κινεῖσθαι κατὰ τόπον καὶ τὰ μόρια καὶ τὸ ὅλον ἂν λέγοιτο δικαίως, ὅτι μεταβάλλει τῆς θέσεως τὴν τάξιν καὶ τὸν ἀφορισμόν, ὃν ἐλέγομεν εἶναι τὸν τόπον. καὶ ὥσπερ κατὰ χρόνον ἐκεῖνα λέγομεν κινεῖσθαι, ὅσα ἄλλον ἀφιέντα χρόνον ἄλλον μεταλαμβάνει κἂν φθείρηται ὁ πρῶτος, οὕτω καὶ κατὰ τόπον ἐκεῖνα λέγοιτο ἂν κινεῖσθαι τὰ τὸν πρῶτον ἀφορισμὸν τῆς θέσεως ἀποβάλλοντα καὶ μεταλαμβάνοντα ἕτερον, κἂν ὁ πρότερος ἀεὶ φθείρηται. οὕτω δὲ καὶ κατὰ ποιότητα μεταβάλλειν λέγομεν τὰ πρότερον μὲν ὄντα λευκά, αὖθις δὲ μελαινόμενα, οὐχ ὅτι ὑπομένει που καθ’ ἑαυτὴν ἡ λευκότης, ἣν τὸ μελαινόμενον ἀποτίθεται. καὶ κατ’ οὐσίαν δὲ μεταβάλλει τὰ γινόμενα καὶ φθειρόμενα καὶ κατὰ ποσὸν τὰ αὐξόμενα καὶ μειούμενα τῆς προτέρας διαθέσεως οὐχ ὑπομενούσης. μὴ τοίνυν μηδὲ τοὺς τόπους ἀναγκάζωμεν σῴζεσθαι τοὺς προτέρους ἐπὶ τῶν κατὰ τόπον μεταβαλλόντων. οὐδὲ γὰρ ἐπὶ ἡμῶν ἐν ταῖς μεταστάσεσιν οἱ τόποι σῴζονται, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνω, ἀλλ’ ἡ ὁλότης ἐστὶν ἡ σῳζομένη τοῦ περιέχοντος καὶ ὁ ἐκείνης τόπος δυνάμενος καὶ αὖθις κατά τι μέρος συμμέτρως ἔχειν πρὸς τὸ ἐμὸν διάστημα· ὥσπερ καὶ ἐγὼ καίτοι μεταστὰς ὅμως δυνάμει ἔχω τὴν πρὸς τὸ μέρος ἐκεῖνο τῆς ὁλότητος καὶ τὸν ἀφορισμὸν τῆς θέσεως αὐτοῦ συμμετρίαν. διὸ καὶ αὖθις αὐτῷ δύναμαι συναρμόζεσθαι, καὶ τὸν ἀφορισμὸν τῆς ἐμῆς θέσεως, τουτέστι τὸν τόπον, ἴσχειν κατ’ ἐκεῖνον, ὅταν ὁ τοῦ ὅλου ἀέρος τόπος κατά τι ἑαυτοῦ τὴν ἐμὴν διάστασιν μετρήσῃ καὶ συντάξῃ με τῇ τοῦ ἀέρος ὁλότητι. καὶ γὰρ οὐδέ, ὃ αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἀξίωμα προλαμβάνει, τὸ δεῖν ὑπολείπεσθαι τὸν τόπον τὸ πέρας τοῦ ἀέρος τὸ περιέχον ἐμὲ λέγει μένειν ἀναχωροῦντος ἐμοῦ· εἰ δὲ ὅτι μένει ὁ τοῦ ὅλου τόπος ἀκίνητος, διὰ τοῦτό φαμεν τὰ μέρη τόπον ἐκ τόπου μεταβάλλειν, τοῦτο καὶ ἐπὶ ταύτης οἶμαι σωθήσεται τῆς ὑποθέσεως· ὁ γὰρ τοῦ ὅλου τῆς θέσεως οὐσιώδης ἀφορισμὸς ὁ αὐτὸς ἀεὶ μένει, κἂν κινῆται τὸ πᾶν κἂν ἑστήκῃ· τοῦ δὲ μένοντος ἐκείνου τὸ πλῆθος τῶν ἄλλοτε ἄλλων γινομένων θέσεων οἷον ἀνέλιξίς τίς ἐστι. πᾶσαν γὰρ θέσιν τοῦ παντὸς ἡ μία ἡ οὐσιώδης περιέχει. ὁμοίως δὲ καὶ τῶν μορίων ἑκάστου. καὶ κατὰ τοῦτο ὁ τόπος προσέοικε τῷ χρόνῳ. ὡς γὰρ ἐκείνου ὁ μέν τις ἔστιν ἀΐδιος καὶ ἐν ταὐτῷ μένων ὁ τῇ γενέσει τῆς οὐσίας τῶν οὐρανίων συμπεφυκὼς ἀγενήτῳ πως οὔσῃ καὶ μόνην ὑπόφασιν ἐχούσῃ γενέσεως κατά τε τὴν σωματικὴν διάστασιν καὶ τὴν ὁποιανοῦν ἀλλοίωσιν (εἴπερ ἄρα τις καὶ τοῦτον καὶ τὸν τῆς ψυχικῆς οὐσίας μετρητικὸν χρόνον συγχωρήσοι καλεῖν, ἀλλὰ μὴ μεταξύ τι χρόνου καὶ αἰῶνος), ὁ δέ τις ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὴν ὅλην ἔχων ὑπόστασιν οὗτος ὁ τήν τε μεταβατικὴν κίνησιν τῶν οὐρανίων καὶ τὴν παντοίαν τῶν ἐν γενέσει μεταβολὴν μετρῶν, οὕτως καὶ τόπος ὁ μὲν τὴν οὐσιώδη διάστασιν ἤτοι θέσιν μετρῶν ἀίδιός ἐστι καὶ μόνιμος ὥσπερ ἐκείνη, ὁ δὲ τὴν μεταβαλλομένην καὶ κατ’ ἐνέργειαν θεωρουμένην ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει.
因为实际上,处所的差异——即“上”与“下”——亦属于全体,并是相对于全体而被判定的;例如,假若我的身体碰巧只有头部存在,依那同具其实质的“上”而言,它便不能被说成是位于上方。总之,我们不仅说诸部分相对于彼此以及相对于全体拥有协调的位置,而且亦说全体相对于诸部分拥有协调的位置。 针对第三个难点,我想指出的是,如前所述,全体的位置以及各部分的位置皆具有两重性:其一是本质的且始终永驻的,其二是外来的且时而成为不同形态的。在本质的位置中,一种属于全体自身,另一种属于全体相对于诸部分;而在诸部分的位置中,一种属于它们自身,另一种属于它们相对于彼此以及相对于全体。因此,一切本质的延展或位置,无论被视为运动还是静止,皆始终以同样方式留驻。而汇聚并度量它的处所亦始终是同一个,但插曲式的位置则会发生改变。因为不仅天的各个部分改变其位置,全体亦然;因为全体现在的位置与一小时后的位置是不同的。因此,诸部分与全体皆可正当地被说成依处所而运动,因为它们改变了位置的秩序与界定,而这界定正是我们所说的处所。正如我们说那些脱离一个时间并分有另一时间的事物是依时间而运动的——即便前一个时间已消亡——同样,那些抛弃位置的前一个界定并分有另一界定的事物亦可被说成是依处所而运动的,即便先前的界定始终消亡。我们亦是以这种方式说先前为白而后变黑的事物是依质而变化的,这并不是因为变黑之物所蜕除的白在某处作为自身存留了下来。生成与消灭之物依实体而变化,增长与减小之物依量而变化,其先前的状态皆不存留。因此,对于依处所而变化之物,我们亦切不可强求先前的诸处所必须被保存下来。因为就我们而言,当我们由一处移往另一处时,在位移中诸处所亦非被保存下来的,被保存下来的乃是包围者的全体性,以及该全体性的处所——它能够依某一特定部分与我的延展再次保持对称;正如我自身尽管移动了,却依然潜能地保持着与那全体性的该部分及其位置界定的对称一样。因此我亦能够再次与它相调和,并在全空气的处所依其自身的某一特定部分度量我的延展并使我与空气的全体性相协调时,依那界定拥有我自身位置的界定,即处所。因为亚里士多德本人预先作为公理设定的“处所必须被遗留下来”,并非指当我退去时包围我的空气的极限留存了下来。但是,若我们说诸部分之所以由一处转移至另一处是因为全体的处所保持不动,我认为这一假定在当前的学说中亦能得到保全;因为全体位置的本质界定,无论全宇宙是在运动还是在静止,皆始终保持同一。而在那留存的界定之下,时而成为不同形态的多重位置,可以说乃是一种展开;因为全宇宙那唯一的本质位置包容着全宇宙的一切位置。对于各个部分而言亦同样如此。在这一点上,处所与时间十分相似。因为正如在时间中,一种是永恒且留驻于同一之中的,它与诸天体实体的生成浑然一体——这实体在某种意义上是非生成的,且无论在物体性延展还是在任何一种质变上皆仅仅具有生成的表象(如果有人真的愿意将这以及度量灵魂实体的尺度称为“时间”,而非介于时间与永恒之间的某种东西的话)——而另一种时间则在生成与消灭中拥有其完整的持存,即度量诸天体的位移运动与生成中诸事物的各样变化的这一时间;同样在处所中,那度量本质延展或位置的处所是永恒且永驻的,正如同前一种时间,而那变动不居且在现实活动中被考察的处所,则是在生成之中拥有其存在。
- 4.53καὶ γὰρ οὐδέ, ὃ αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἀξίωμα προλαμβάνει, τὸ δεῖν ὑπολείπεσθαι τὸν τόπον τὸ πέρας τοῦ ἀέρος τὸ περιέχον ἐμὲ λέγει μένειν ἀναχωροῦντος ἐμοῦ
该句主语为关系从句及其同位语 ὃ αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἀξίωμα προλαμβάνει, τὸ δεῖν ὑπολείπεσθαι τὸν τόπον(“亚里士多德本人作为公理预设的‘处所必须被遗留下来’”),动词 λέγει 支配宾格不定式短语 τὸ πέρας ... μένειν(“空气的极限留存下来”)。整句表达否定含义,即亚里士多德的这一公理并非意指人离开时包围身体的空气边界本身保持留存。
- 4.53τὸ συνουσιωμένον ἄνω
名词化的中性单数分词 συνουσιωμένον 意为“具有同一实质的”或“本性相伴的”,在此指唯在身体整体的实体构成中才有意义的“上方”。它表明脱离整体而单独存在的头部并不具备这种作为相关位置的本质性“上方”。
