- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:630.8-631.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在提出针对将处所视作位置秩序之理论的第七至第十条反驳之后,辛普利丘斯依凭达马斯基乌斯的学说,依次解答了关于形式与处所之区分的第一项难题,以及若处所是诸部分的得当布局则整个宇宙何以处于处所之中的第二项难题。
ἕβδομον πῶς ἀκίνητος ἔσται στοιχεῖόν γε ὢν τοῦ κινουμένου;1 συγκινηθήσεται γὰρ ἐκείνῳ. ὄγδοον εἰ στοιχεῖον τοῦ ἐν τόπῳ τὸν τόπον εἶναι λέγομεν, πῶς οὐχὶ τὸν τόπον ἐν τῷ σώματι μᾶλλόν φαμεν εἶναι, ἀλλὰ τὸ σῶμα ἐν τῷ τόπῳ; τὸ γὰρ στοιχεῖον ἐν τῷ στοιχειωτῷ ἐστιν, ἀλλ’ οὐκ ἀνάπαλιν. ἔνατον εἰ μέτρον θέσεώς ἐστιν ὁ τόπος, πῶς ἀληθὲς ἔτι τὸ παρὰ τῶν πλειόνων φιλοσόφων ἀξιούμενον, ὅτι τὰ ἀΐδια τῶν θεῶν σύμβολα ἐν τῷ κόσμῳ μένει διὰ τὸ ἐν ἀϊδίῳ τῷ τόπῳ διαγεγράφθαι καὶ διὰ τούτου τοῦ μέσου καὶ τὰ ἐν τόπῳ σώματα τῶν θείων ἐλλάμψεων ἀπολαύει; δέκατον ἐπὶ πᾶσιν εἰ ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων ἤλθομεν εἰς ἔννοιαν τοῦ τόπου, διότι ἔνθα πρότερον ἦν ὕδωρ ἐκεῖ γέγονεν ἀήρ, πῶς ἑκάστου τὸν οἰκεῖον ἔχοντος τόπον δεησόμεθα τῆς ἀντιμεταστάσεως; ταῦτα μὲν οὖν καὶ τοιαῦτα ἄλλα λέγοι ἄν τις πρὸς τὴν περὶ τόπου νοερὰν δοκοῦσαν ταύτην ὑπόνοιαν ἐνιστάμενος. Ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι τὸ ὅλον εἶδος πλήρωμα πάντων ἐστὶ τῶν ἑαυτοῦ στοιχείων ἄλλο τι κατ’ ἄλλο ἐκείνων ἔχον. καὶ ὥσπερ ὅλον ἐστὶν οὐ διὰ τὸ καλὸν εἰ τύχοι τὸ ἐν αὐτῷ ἀλλὰ διὰ τὸ ὅλον, καὶ τέλειον διὰ τὴν τελειότητα, καὶ ἄλλο τι δι’ ἄλλο τῶν ἐν αὐτῷ, οὕτως καὶ θέσιν ἔχει τεταγμένην καὶ εὔτυπον διὰ τὸν τόπον. μὴ τοίνυν χωρίζοντες τὸ εἶδος τῆς συνουσιωμένης αὐτῷ τοπικῆς μεθέξεως ἐθελήσωμεν εὔθετον αὐτὸ καθ’ ἑαυτὸ ἰδεῖν·2 ὅμοιον γάρ, ὡς εἰ καὶ τὴν τελειότητα αὐτοῦ τῇ ἐπινοίᾳ χωρίσαντες τέλειον ὅμως αὐτὸ καὶ ταύτης χωρὶς ὁρᾶν φιλονεικοῖμεν. οὐδὲν οὖν ἐναντίον ὁ λόγος οὗτος λέγει τῷ μὴ εἶναι τὸ εἶδος τὸν τόπον βουλομένῳ, κἂν τοῦ εἴδους τι τὸν τόπον φῇ. εἰ δὲ ὁ δεικνὺς λόγος μὴ εἶναι τὸ εἶδος τὸν τόπον ἀξιώματι ἐχρῆτο τῷ χωριστὸν εἶναι τοῦ ἐν τόπῳ τὸν τόπον καὶ προσλαμβάνων ἑτέραν πρότασιν τὴν λέγουσαν ‘τὸ εἶδος τοῦ ἐν τόπῳ οὐ χωριστόν ἐστιν αὐτοῦ’ συνῆγεν, ὅτι ὁ τόπος οὐκ ἔστι τὸ εἶδος τοῦ ἐν τόπῳ, χρὴ γινώσκειν ὅτι τὸ ἀξίωμα τοῦτο κατά τινας ἐννοίας εἴληπται τοῦ τόπου, αἷς οὐ συναρμόζει ἡ ὑπὸ τοῦ ἡμετέρου Δαμασκίου ῥηθεῖσα περὶ τοῦ τόπου σημασία. καὶ μέντοι εἰ ἀπὸ τῆς κατὰ τόπον ἀντιμεταστάσεως εἴληπται ὁ τόπος, καθ’ ἣν ἔνθα πρότερον ὕδωρ ἦν εἰ τύχοι, ἐκεῖ ἀέρα ὁρῶμεν γινόμενον, τὸν ἐν πλάτει τόπον ἀλλ’ οὐχὶ τὸν οἰκεῖον ἑκάστου τῶν μορίων οὕτως εὑρίσκομεν. ὁ μὲν γὰρ οἰκεῖος, καθ’ ὃν ὁ αὐτός ἐστι τοῦ αὐτοῦ σώματος λόγος, μένει ὡσαύτως, ὁ δὲ ἄλλοτε ἄλλου τόπος γινόμενος οὐκέτι οἰκεῖός ἐστι. Πρὸς δὲ τὸ δεύτερον τῶν ἀπορηθέντων ῥητέον, ὅτι κἂν τῶν μορίων εὐθετισμὸν εἶναι λέγωμεν τὸν τόπον, ἀλλὰ καὶ τὸ ὅλον οὐδὲν ἧττον τετόπισται κατὰ τοῦτον.3 ὥσπερ γὰρ τὸ ἡρμοσμένον καίτοι κατὰ τὴν πρὸς ἄλληλα συμμετρίαν τῶν μερῶν ἡρμοσμένον, ὅμως καὶ κατὰ τὸ ὅλον ἡρμόσθαι λέγομεν, οὕτω καὶ τὸ τεταγμένον καὶ εὐθετισμένον, κἂν κατὰ 〈τὰ〉 μόρια τοῦτο πάσχῃ, ὅτι πᾶσα τάξις ἐν διακρίσει ἐστίν, ἀλλ’ αὐτό γέ ἐστι τὸ τεταγμένον· καὶ τὸ τετοπισμένον ἄρα ὁμοίως ἕξει. καὶ γὰρ καὶ τὸ μεμετρημένον πᾶν κατὰ τὰ μόρια μεμέτρηται· τάξιν δέ τινα καὶ μέτρον ἢ ἀφορισμὸν τῆς θέσεως τὸν τόπον φαμέν. ἆρα δὲ καὶ ὅτε τὸ ὅλον ἡνωμένον εἶναί φαμεν, οὐ κατὰ τὴν τῶν στοιχείων ἕνωσιν τὸ ὅλον ἡνῶσθαι λέγομεν; καίτοι γε ὡς ὅλον καὶ ἓν ἄνευ τῆς τῶν μερῶν διακρίσεως θεωρούμενον οὔτε ἡρμοσμένον ἂν οὔτε ἡνωμένον λέγοιμεν, ἀλλὰ κατὰ τὰ μέρη τὸ ὅλον. ὥστε καὶ εὔθετόν τι σῶμα καὶ εὔτοπον εἶναι λέγομεν οὐκ ἄλλο ἢ τὸ τῶν μορίων ἕκαστον ἔχον ἐν τῇ προσηκούσῃ θέσει κείμενον. καὶ ὅρα ὅτι ὥσπερ τὰ μόρια τοῦ ὅλου λέγομεν εἶναι, οὕτω καὶ τοὺς τῶν μορίων τόπους ἐν οἷς κεῖται τὰ μόρια τοῦ ὅλου φαμὲν οἷον τὸ μέσον καὶ τὸ πέριξ· εἰκότως, ὅτι τῆς ὅλης θέσεώς ἐστι μέρη ταῦτα, ὥσπερ τῆς ὅλης ἁρμονίας ὁ τόνος ὁ ὀξὺς καὶ ὁ βαρύς. ἔστιν οὖν κατὰ ἀλήθειαν ὁ ὅλος τόπος τοῦ ὅλου κόσμου, ἀλλ’ οὕτως ὡς ἐν τῇ τῶν μερῶν εὐθημοσύνῃ τὸ κῦρος ἔχων καὶ ἐν τῇ ὅλῃ κατὰ τὰ μόρια.
第七,若处所是运动之物的构成要素,它如何能是不可运动的呢?因为它必将与那物一同运动。第八,如果我们说处所是处于处所中之物的构成要素,我们为何不说处所宁可在物体之中,反而说物体在处所之中呢?因为构成要素是在被构成者之中的,而不是反过来。第九,如果处所是位置的尺度,那么为大多数哲学家所主张的观点——即诸神的永恒象征留驻在宇宙中,是因为它们被铭刻在永恒的处所中,且通过这一中介,处于处所中的诸物体亦得以享有神圣的光照——又如何仍能为真呢?第十,在这一切之上,如果我们是从物体的相互替换中获得处所的概念——因为在原先有水的地方,如今生成了空气——那么在每一事物都拥有其固有处所的情况下,我们又何需这种相互替换呢?面对这一似乎具有理智性质的关于处所的构想,人们可能会提出这些以及诸如此类的其他反驳意见。 然而针对第一点,必须指出的是,整个形式乃是其自身所有构成要素的充盈,依那些要素中的各者而具有不同的性质。正如形式成为整体,若碰巧的话并非因其内在的美,而是因其全体性;成为完满,是因其完满性;且因其内在的其他事物而成为其他事物——同样,它拥有井然有序且构形完好的位置,乃是因处所之故。因此,我们切不可将形式从与其同具其实质的处所分有中剥离出来,并企图将其视作自身即是得当布局的;因为这就如同我们在思想中剥离了它的完满性,却仍执拗地企图看到它即便没有这完满性也依然是完满的一样。因此,这一论说对于企图确立形式并非处所的人而言并未表达任何相反之意,即便它主张处所是形式的某种东西。但如果那证明形式并非处所的论说利用了“处所可脱离于处于处所中之物”这一公理,并附加了另一条主张“处于处所中之物的形式不可脱离于它自身”的前提,从而推论出处所不是处于处所中之物的形式,那么应当知道,这一公理是依关于处所的某些特定概念而获得的,而我们的达马斯基乌斯所言及的关于处所的意涵与这些概念并不相合。况且,即使处所是从依处所的位置替换中获得的——依此替换,若碰巧的话,我们在原先有水的地方看到空气生成——我们以此方式所发现的亦是宽泛维度中的处所,而非各个部分的本己处所。因为本己的处所——同一物体的定义依其而保持同一——是以同样方式留驻的,而时而成为此物、时而成为彼物的处所则不再是本己的了。 针对所提出的诸难点中的第二点,必须指出的是,即使我们说处所是诸部分的得当布局,然而全体依此布局亦绝非更少地被置于处所中。因为正如我们说协调之物虽然是依据诸部分相互之间的对称而协调的,却依然依全体而被说成是协调的;同样,井然有序且得当布局之物,即便因为一切秩序皆在分别之中而依诸部分承受此性质,它自身却正是被整饬之物;因此,被置于处所中之物亦同样如此。因为一切被度量之物事实上皆是依诸部分而被度量的;而我们说处所是位置的某种秩序、尺度或界定。难道我们在说全体被统一时,不亦是说全体依构成要素的统一而被统一的么?然而,若作为全体以及作为没有诸部分之分别的一而被考察,我们既不会说它是协调的,亦不会说它是统一的,而是说全体依诸部分是如此的。因此,我们所说的得当布局或具有良好处所的物体,无非就是让其各个部分皆处于恰当位置的物体。并且请看,正如我们说诸部分属于全体一样,我们亦说诸部分所处的诸部分的处所——例如中央与外围——属于全体;这完全是合乎情理的,因为这些是全体位置的部分,正如高音与低音是全体和声的部分一样。因此,依其真相,全体宇宙的整个处所确实存在,但它是作为在诸部分的井然有序中拥有其权威,并在依诸部分的整个〔井然有序〕中拥有其权威而存在的。
- 4.53ἕβδομον πῶς ἀκίνητος ἔσται στοιχεῖόν γε ὢν τοῦ κινουμένου;
ἕβδομον、ὄγδοον、ἔνατον 以及 δέκατον 均为副词性宾格,承接上一节继续列举反驳(“第七”、“第八”等)。分词 ὢν 表让步或条件/原因,其省略的主语承前文为 ὁ τόπος。
- 4.53μὴ τοίνυν χωρίζοντες τὸ εἶδος τῆς συνουσιωμένης αὐτῷ τοπικῆς μεθέξεως ἐθελήσωμεν εὔθετον αὐτὸ καθ’ ἑαυτὸ ἰδεῖν
μὴ ... ἐθελήσωμεν 为第一人称复数的劝勉/禁止虚拟式(“切莫企图……”)。分词 χωρίζοντες 作伴随状况或先决条件(“将……剥离之后”),支配分离属格 τῆς ... μεθέξεως。
- 4.53ὅτι κἂν τῶν μορίων εὐθετισμὸν εἶναι λέγωμεν τὸν τόπον, ἀλλὰ καὶ τὸ ὅλον οὐδὲν ἧττον τετόπισται κατὰ τοῦτον.
让步从句 κἂν ... λέγωμεν 由主句的 ἀλλὰ καί(“即使……然而依然……”)呼应。完成时被动态 τετόπισται 表处于拥有处所的状态(“被置于处所中”),κατὰ τοῦτον 中的 τοῦτον 指代前文的 εὐθετισμός(得当布局)。
