- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:628.27-630.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在引述完叙利亚努斯关于运动之物如何在宽泛维度的处所中运动的解决方案后,辛普利丘解释了为何以往多数思想家仅着眼于外部不动处所的原因,随后针对自己提出的“诸部分的得当布局即处所”的主张,系统列举了六大疑难。
μᾶλλον γὰρ πόθεν ποῖ τὰ κινούμενα·1 ὅλως γὰρ τὰ ἐν τόπῳ δοκεῖ ἠρεμεῖν. ἢ τὰ κινούμενα καὶ ἐν τόπῳ καὶ οὐκ ἐν τόπῳ. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ ὥσπερ ἰδίῳ τόπῳ ἑαυτῶν οὐκ ἔστιν (ἢ γὰρ ἂν ἠρέμει), ἐν δὲ τῷ ἐν πλάτει θεωρουμένῳ ἔστιν, ὡς λέγομεν καὶ τὸν ἥλιον ἐν λέοντι εἶναι, ὅτι δὴ τὸ πλάτος τοῦ λέοντος αὐτὸν περιέχει, καὶ τὸν πετόμενον ἀετὸν ἐν ἀέρι καὶ τὴν οὐριοδρομοῦσαν ναῦν ἐν θαλάττῃ· πάντα γὰρ ταῦτα τὸν μὲν ἐν πλάτει τόπον ἔχει, τὸν δὲ πρῶτον καὶ ἴδιον ἔστ’ ἂν κινῆται οὐκ ἔχει.” καὶ μοι δοκοῦσι πρὸς τοῦτον μάλιστα τὸν ἔξωθεν τόπον ἀπιδεῖν οἱ πλεῖστοι τῶν περὶ τόπου λεγόντων. τίς γὰρ τῆς γῆς τόπος, ἐρωτηθέντες τὸ μέσον τοῦ παντὸς λέγουσιν, ὥσπερ τόπος τοῦ παντός ἐστιν ἴδιος καὶ τῆς γῆς ὡς ἐν τῷ παντί· καὶ τίς τοῦ οὐρανοῦ, τὸ πέριξ. τὸν δὲ αὐτῆς τῆς γῆς τόπον τὸν εὐθετίζοντα αὐτῆς τὰ μόρια καὶ τοῦ οὐρανοῦ τὸν τοιοῦτον οὐ προλογίζονται, ὁμοίως δὲ καὶ τῶν κατὰ μέρος ζῴων τε καὶ φυτῶν. καὶ διὰ τοῦτο πάντες, ὡς ἔοικε, χωριστὸν εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ ἀπεφήναντο. τῷ γὰρ ὄντι τὸ ἀπὸ τοῦ ὁλικωτέρου τόπου ἐπιβάλλον ἑκάστῳ χωριστόν ἐστιν αὐτοῦ τοῦ ἐν τόπῳ καὶ οὐκ ἔστιν αὐτοῦ προηγουμένως τόπος. καὶ ἀκίνητον δὲ τὸν τόπον ἀξιοῦσιν εἶναι πρὸς τὸν κοινὸν τοῦτον καὶ ἐν πλάτει τόπον ἀποβλέψαντες. καὶ γὰρ ὁ μὲν ἴδιος ἑκάστου καὶ συνουσιωμένος συγκινεῖται πάντως, ὁ δὲ κοινὸς ἐν πλάτει θεωρούμενος μένει τοῦ ὁλικωτέρου ὢν καὶ περιεκτικωτέρου σώματος ἴδιος. Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ καὶ τὰ τούτῳ προσιστάμενα τῷ λόγῳ.2 καὶ πρῶτόν γε ὅτι μὴ ἔστι τὸ εἶδος ὁ τόπος ἀποδείξαντες νῦν τὸν εὐθετισμὸν τῶν μορίων εἶναι λέγομεν τὸν τόπον, καίτοι ἑκάστου εἴδους οἰκείαν τάξιν τῶν μορίων ἔχοντος, καθ’ ἣν καὶ ἔστιν ἕκαστον, οἷόν ἐστιν ὁ μὲν ἄνθρωπος ὄρθιος, τὰ δὲ ἄλογα τῶν ζῴων εἰς γῆν κύπτοντα, καὶ τὰ μὲν τοιῶσδε, τὰ δὲ τοιῶσδε διεσκευασμένα τοῖς μορίοις. πῶς οὖν ἡμεῖς οὐ τὸ κατὰ τὴν μορφὴν εἶδος αἴτιον τούτου φαμέν, ἀλλὰ τὸν τόπον; δεύτερον εἰ τοῦ εὐθετισμοῦ τῶν μερῶν αἴτιον εἶναι λέγομεν, ὃ μὴ ἔστι μέρος, τοῦτο οὐδ’ ἂν ἐν τόπῳ εἶναι λέγοιτο.3 πῶς οὖν οὐχὶ καὶ οὗτος ὁ λόγος τὰ αὐτὰ δοκεῖ πάσχειν τῷ τοῦ Ἀριστοτέλους τὸν ὅλον κόσμον οὐ συγχωρῶν εἶναι ἐν τόπῳ, εἴπερ μηδενός ἐστι μέρος μηδὲ διέρριπται πρὸς ἄλλο τι μέρος ἀντιτεταγμένον αὐτῷ; τρίτον δὲ τὰ τοῦ οὐρανοῦ μέρη κινούμενα πότερον κατὰ τόπον ἐροῦμεν κινεῖσθαι ἢ οὔ; εἰ γὰρ μή, πῶς οὐ ταῖς αὐταῖς ἐναντιολογίαις αἷς καὶ ὁ Ἀριστοτέλης ἐνσχεθησόμεθα; εἰ δὲ κατὰ τόπον κινεῖται, τίς οὗτος ὁ τόπος; δεῖ μὲν γὰρ τὸ κατὰ τόπον κινούμενον ἄλλον μὲν ἀπολείπειν ἄλλον δὲ ἐπιλαμβάνειν τόπον. οὔτε δὲ ὁ τῶν μορίων τόπος, καθ’ ὃν συντετάχθαι τὰ μόρια ἀλλήλοις φαμέν, τοιοῦτός ἐστι (μένει γὰρ οὗτος ὁ αὐτὸς ἀεί) οὔτε ὁ πρὸς τὰ ἄλλα μόρια συντάττων κατ’ οὐσίαν αὐτά, καθ’ ὃν μετὰ τὸν κριὸν ὁ ταῦρος τέτακται καὶ μετὰ τοῦτον οἱ δίδυμοι καὶ ἑξῆς· αὗται γὰρ αἱ θέσεις αἱ αὐταὶ μένουσιν ἀεί. οὔτε μέντοι περιεκτικώτερόν τινα καὶ ἀκίνητον τόπον ἡ νῦν ἀποδοθεῖσα ἔννοια τοῦ τόπου προσλογίζεται, καθ’ ὃν μεταβάλλοντα τὰ μέρη κινεῖσθαι λέγεται κατὰ τόπον. πῶς δὲ ἄλλης καὶ ἄλλης γινομένης τῆς τοῦ παντὸς θέσεως κατὰ τὴν τῶν μερῶν ἀντιμετάστασιν οὐκ ἔσται καὶ ὁ τοῦ παντὸς τόπος μεταβάλλων, καὶ ὅσαι θέσεις, τοσοῦτοι καὶ τόποι; τέταρτον πῶς ἔτι κρείττων ὁ τόπος ἔσται τοῦ ἐν τόπῳ στοιχεῖόν τι ὑπάρχων αὐτοῦ; τὸ γὰρ στοιχεῖον τοῦ στοιχειωτοῦ καταδεέστερον, ὥσπερ τὸ μέρος τοῦ ὅλου. πέμπτον ἢ διαστατός ἐστιν ἢ ἀδιάστατος ὁ τόπος. ἀλλ’ εἰ μὲν διαστατός, πῶς οὐχὶ καὶ αὐτὸς δεήσεται τόπου κατὰ τὰ εἰρημένα; εἰ δὲ ἀδιάστατος, πῶς ἴσος ἢ πῶς περιεκτικὸς ἢ πῶς χωρητικὸς τῶν ἐν τόπῳ; τὸ γὰρ τῷ διαστατῷ ἴσον διεστάναι χρὴ καὶ τὸ τοῦ ὠγκωμένου περιεκτικὸν ἢ χωρητικὸν ὠγκῶσθαι. ἕκτον πῶς οὐκ ἀχώριστον τοῦ ἐν τόπῳ τὸν τόπον δόξομεν ἡμεῖς λέγειν, πάντων σχεδὸν ἀξιούντων χωριστὴν αὐτὸν ἔχειν τοῦ ἐν τόπῳ φύσιν;
因为运动之物毋宁是从何处向何处去的;因为大体而言,处于处所中之物似乎是静止的。或者毋宁说,运动之物既在处所中又不在处所中?因为它们并不在自身的第一位的、所谓本己的处所中(否则它们就会静止了),而是在于宽泛维度中所考察的处所中,正如我们亦说太阳在狮子宫中,乃是因为狮子宫的宽阔范围包容着它,又如飞翔的鹰在空气中,顺风疾驰的船在海中一样;因为所有这些事物都具有宽泛维度中的处所,但只要它们在运动,便不具有第一位的、本己的处所。”而在我看来,大多数论述处所的人都特别着眼于这外部的处所。因为若被问及大地的处所是什么,他们便说是万物的中央,仿佛存在着万物的本己处所,以及大地作为处于万物中之物的处所;若问及天的处所是什么,便说是外围。但使大地自身的诸部分得以得当布局的大地自身的处所,以及天的此类处所,他们却未曾预先考虑,关于个别的动物和植物亦同样如此。正因如此,似乎所有人都断言处所是可脱离处于处所中之物的。因为事实上,从更为全体性的处所赋予各个事物的东西,是可以脱离处于处所中之物自身的,且并不是它首要意义上的处所。并且,他们着眼于这一共同的、宽泛维度中的处所,亦主张处所是不可运动的。因为各个事物本己的、同具其实质的处所无论如何是共同运动的,而于宽泛维度中所考察的共同处所则是留驻的,属于更为全体性且更具包容性的物体的本己之物。但是,若以为可,且让我们亦来看一看与这一论说相抵触的诸难点。第一,在我们证明了处所不是形式之后,如今却说诸部分的得当布局即是处所,尽管每一形式皆具有其诸部分的固有秩序,且每一事物亦依此秩序而存在,例如人是直立的,而无理性的动物则俯向地面,有些事物在诸部分上被如此安排,另一些则被彼般安排。那么我们为何不说依构形的形式是此事的原因,反而说是处所呢?第二,如果我们说它是诸部分得当布局的原因,那么非部分之物就甚至不能被说成是在处所中了。那么,这一论说若不承认整个宇宙处于处所中,岂不亦显得遭遇与亚里士多德同样的困境么——如果宇宙确实不是任何事物的部分,亦不相对于同它并列的任何其他部分而分散开来的话?第三,当天体诸部分运动时,我们是要说它们依处所而运动,还是不呢?因为若不是,我们岂不将陷入与亚里士多德相同的自相矛盾之中么?但若是依处所而运动,这处所又是什么呢?因为依处所运动之物,必须离开一处所而占有另一处所。然而,我们据以说诸部分彼此相互整齐编排的诸部分之处所并非如此(因为这一处所始终保持同一),依其实质将它们与其他部分编排在一起的处所亦非如此——正如白羊座之后排布着金牛座,其后又是双子座等等(因为这些位置始终保持同一)。况且,如今给出的处所概念,并未额外顾及某种更为包容且不可运动的处所——诸部分正是被说成因改变此种处所而依处所运动的。并且,随着全体的位置依诸部分的相互位置替换而变得千差万别,全体的处所岂非亦在改变,而有多少种位置,便将有多少个处所?第四,处所作为处于处所中之物的某种构成要素,如何还能比处于处所中之物更为优越呢?因为构成要素较之被构成者是更为低劣的,正如部分较之全体一样。第五,处所要么是具有延展的,要么是无延展的。但若具有延展,依前所述,它自身岂非亦需要处所?若无延展,它如何能与处于处所中之物相等,或者如何能包容、如何能容纳它们呢?因为与具延展者相等的事物自身必须延展,而包容或容纳具形体容积者自身亦必须具有形体容积。第六,在几乎所有人都主张处所拥有脱离于处于处所中之物的本性时,我们岂非会被认为在主张处所不可脱离于处于处所中之物么?
- 4.53μᾶλλον γὰρ πόθεν ποῖ τὰ κινούμενα
承接上一文本块末尾叙利亚努斯引文的继续,省略了谓语动词(如 ἐστί 或 φέρεται)。它表达了“运动之物毋宁是从何处向何处去的”,并与紧接着的“处于处所中之物通常被认为是静止的”构成张力,从而引出疑难。
- 4.53τὰ τούτῳ προσιστάμενα τῷ λόγῳ
中被动态现在时分词 προσιστάμενα(源自 προσίστημι,“阻碍、对立”)支配与格 τούτῳ τῷ λόγῳ,意为“阻碍这一学说的诸点/与这一论说相抵触的诸疑难”,引出下文顺次展开的六条反驳(πρῶτον…… ἕκτον)。
- 4.53εἰ τοῦ εὐθετισμοῦ τῶν μερῶν αἴτιον εἶναι λέγομεν, ὃ μὴ ἔστι μέρος, τοῦτο οὐδ’ ἂν ἐν τόπῳ εἶναι λέγοιτο
第二条反驳的核心结构。条件从句 εἰ... λέγομεν 内部内嵌不定式结构(理解处所为主语),归结主句的主语为由无先行词关系从句 ὃ μὴ ἔστι μέρος 引出并由 τοῦτο 复指的名词性结构,谓语为潜在希求法 οὐδ’ ἂν... λέγοιτο,推导出“非部分之物(即宇宙全体)将不能被说成处于处所中”。
