← 辛普里丘

亚里士多德《物理学》注释

§627.9-628.27

作为位置度量的处所与叙利亚努斯的疑难

辛普里丘论证处所既非无质料物体亦非延展(间隔),而是位置的度量,通过区分实质性与附随性、个别与全体性的处所来解释物体的自然运动与静止,并引出叙利亚努斯关于在处所中运动的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#19

κἂν γὰρ ἄυλόν τις αὐτὸν λέγῃ σῶμα καὶ τοῦτο πάντως διαστατὰ μέρη ἔχον1 καὶ διαφορὰς μερῶν, καὶ αὐτὸ δεήσεται τοῦ τάττοντος αὐτὸ καὶ τὸ μὲν ἐν μέσῳ τὸ δὲ ἐν τῷ πέριξ κεῖσθαι ποιοῦντος. οὐδὲ διάστημα δὲ τὸ τοιοῦτον εἶναι δυνατόν· καὶ γὰρ καὶ τὸ διάστημα διὰ τὰς αὐτὰς αἰτίας ἅτε διαφορὰς ἔχον καὶ ἄλλο ἀλλαχοῦ διερριμένον κατὰ τὰ μόρια εὐθετισμοῦ καὶ αὐτὸ δεῖταί τινος. ἔοικεν οὖν ὁ τόπος μέτρον εἶναι τῆς τῶν κειμένων θέσεως, ὥσπερ ὁ χρόνος ἀριθμὸς λέγεται τῆς τῶν κινουμένων κινήσεως. ἐπεὶ δὲ ἡ θέσις διττή, ἡ μὲν οὐσιώδης ἡ δὲ ἐπείσακτος, καὶ ὁ τόπος ἂν εἴη διττός, ὁ μὲν στοιχεῖον τελειωτικὸν τοῦ θέσιν ἔχοντος γινόμενος, ὁ δὲ κατὰ συμβεβηκὸς ὑπάρχων. ἔστι δέ τις καὶ τῆς οὐσιώδους θέσεως διαφορά, καθόσον ἢ ὡς αὐτὰ ὅλα τὴν οἰκείαν ἔχει θέσιν τῶν οἰκείων μερῶν πρὸς τε ἄλληλα καὶ πρὸς τὸ ὅλον ἢ ὡς μέρη τὴν πρὸς τὸ ὅλον τε καὶ τὰ λοιπὰ μέρη. καὶ ταύτῃ διττὸς ὁ τόπος γίνεται, ὁ μὲν ἰδίᾳ ἑκάστοις ἐπιβάλλων, ὁ δὲ κατὰ τὴν ἐν τῷ ὅλῳ θέσιν ἀφοριζόμενος. ὥσπερ γὰρ τὸ ὅλον διττόν, τὸ μὲν ἑκάστῳ τῶν μερῶν ἐπιβάλλον κατὰ τὴν ἀφωρισμένην αὑτοῦ καὶ διακεκριμένην ὑπόστασιν (καθὸ καὶ τὴν γῆν ὅλον τι εἶναί φαμεν, καὶ οὐ τὴν γῆν μόνον, ἀλλὰ καὶ ζῷον καὶ φυτὸν καὶ τῶν ἐν τούτοις μορίων ἕκαστον), τὸ δὲ καὶ περιεκτικώτερον, ὡς τὸν κόσμον ὅλον καὶ τὴν γῆν ὅλην καὶ τὸν ἀέρα ὅλον λέγομεν, καὶ ἔστιν ἑκάστης ὁλότητος οἰκεῖα μέρη, οὕτως οὖν καὶ τόπον ἄλλον μὲν τὸν τῶν οἰκείων ἑκάστου μορίων εὐθετισμόν φαμεν οἷον τῶν ἐμῶν ἐν τῷ ἐμῷ ὅλῳ σώματι, ἄλλον δὲ τὸν καὶ τοῦ ὅλου τούτου ὡς μέρους ἐν τόπῳ τῆς περιεκτικωτέρας ὁλότητος, καθὸ τόπος τῶν χερσαίων ἐστὶν ὁ τῆς γῆς τόπος, καὶ καθὸ ἡ γῆ τὸ μέσον ἐπέχει τοῦ παντός. κἂν γὰρ ἐκστήσῃ τις τὴν γῆν τῆς περὶ τὸ μέσον τοῦ παντὸς θέσεως, τῶν μὲν οἰκείων μερῶν τὸν εὐθετισμὸν ἐν τῷ οἰκείῳ ὅλῳ καθέξει, τὴν δὲ ὡς μέρος τοῦ παντὸς οὐκ ἔχει τότε. διὸ καὶ αὐτὴ ὅλη ἀφεθεῖσα ἂν ἐπὶ τὸ μέσον οἰσθείη, καίτοι τῶν ἐν αὐτῇ μερῶν φυλαττόντων τὴν πρὸς ἄλληλα διατύπωσιν, καὶ ὅταν αὕτη ἔξω τοῦ μέσου τυγχάνῃ. οὕτω δὲ καὶ ὁ ἐν τῷ ἀέρι μετέωρος ἄνθρωπος τῶν μὲν οἰκείων μερῶν ἕξει τὴν εὐταξίαν, τὴν δὲ ὡς μέρους πρὸς τὸ ὅλον οὐκέτι. καὶ ἐπειδὴ μέρη μᾶλλόν ἐστιν ἕκαστα τῶν ὁλικωτέρων ἢ αὐτὰ ὅλα, (κρατεῖται γὰρ ὑπὸ τῶν κρειττόνων μᾶλλον ἢ κρατεῖ τῶν καταδεεστέρων, τοῦτο δὲ ὅτι ἐν μείζονι λόγῳ ἐστὶν ἀεὶ τὰ πρῶτα πρὸς τὰ δεύτερα ἤπερ τὰ δεύτερα πρὸς τὰ τρίτα), δικαίως κἂν τὸν οἰκεῖον εὐθετισμὸν ἔχῃ ἡ βῶλος ἡ ἐν ἀέρι, ἀλλὰ τοῦ γε ὁλικωτέρου ἐφιεμένη φέρεται. νεκρὸν γάρ ἐστι πανταχοῦ καὶ ἀπεψυγμένον τὸ ἴδιον, ὅταν ἀποσπασθῇ τοῦ κοινοῦ καὶ στερηθῇ τῆς ἀπ’ αὐτοῦ καθηκούσης εἰς αὐτὰ συνοχῆς, ὥσπερ τὰ φυτά, κἂν πρόρριζά τις ἀνασπάσῃ καὶ πᾶσι τοῖς ἑαυτῶν συμπεπληρωμένα μορίοις, ἀλλ’ αὐαίνεταί γε παραχρῆμα τῆς κοινῆς ὁλότητος ἀποσπασθέντα. ζῇ γὰρ πάντα διὰ τὸ ἓν ζῷον τὸ κοσμικόν. ὥστε ἕως ἂν διὰ τῶν προσεχῶν ὁλοτήτων ἕκαστον ἐνερρίζωται τῷ κόσμῳ, ἕως τότε καὶ ζῇ καὶ σῴζεται, ἐὰν δὲ ἀποσπασθῇ τῆς προσεχοῦς ὁλότητος, ἀποσπᾶται καὶ τῆς κοινῆς. οὕτως οὖν καὶ αἱ κατὰ φύσιν φοραὶ τῶν σωμάτων καὶ ἐν τοῖς οἰκείοις τόποις μοναὶ σωθήσονται τῷ τοιοῦτον ὑποτιθεμένῳ τὸν τόπον. καὶ ἡ κατὰ τόπον κίνησις τῶν κινουμένων οὐδὲν ἄλλο ἐστὶν ἢ θέσεων ἄλλοτε ἄλλων μεταλῆψις, ἕως ἂν τὴν προσήκουσαν ἀπολάβῃ τὸ κινούμενον τοῦ μεταξὺ ἀέρος ἢ τοῦ ὕδατος διαιρουμένου, καὶ ἣν ἔχει τότε θέσιν ἀπολαβόντος,2 ἕως ἂν τὸ ἰσχυρότερον παρέλθῃ. καὶ ἔστι τῶν τοῦ ἀέρος μορίων θέσις, ἣν ἡ βῶλος ἢ ἐγὼ μεταλαμβάνω κινούμενος. καὶ οὗτός ἐστιν ὁ ἐν πλάτει τόπος3 ὃν διαμείβω, οὐκ ἐμὸς ἴδιος ὢν ἀφορισμός, ἀλλὰ τοῦ περιέχοντος ἀέρος, οὗ καὶ ἐγὼ πέφυκα γίνεσθαι ἄλλοτε ἐν ἄλλῳ μέρει. διὸ καὶ ἀπόρου ὄντος πῶς τὰ κινούμενα ἐν τόπῳ κινεῖται, εἴπερ τὰ ἐν τόπῳ ἠρεμεῖν μᾶλλον ἢ κινεῖσθαι λέγοιτο ἂν δικαίως, ἴδωμεν ὅπως καὶ τὴν ἀπορίαν τίθησιν ὁ φιλόσοφος Συριανὸς καὶ τὴν λύσιν ἐπάγει γράφων οὕτως· “καὶ πῶς, φαίη ἄν τις, τὰ κινούμενα ἐν τόπῳ κινεῖται;

因为即使有人称它为非质料的物体,而这无论如何亦具有延展的诸部分以及诸部分的差异,它自身亦需要那整饬它、并使一部分处于中央而另一部分处于外围者。这样的事物亦不可能是一个延展(间隔);因为延展亦出于同样的原因,由于具有差异且依诸部分此一在此处、彼一在彼处分散着,它自身亦需要某种得当的布局。因此,处所似乎是处于位置中之物的位置的度量,正如时间被说成是运动之物的运动的数一样。既然位置是双重的,一种是实质性的,另一种是外加的,处所亦当是双重的:一种成为具有位置之物的完满性要素,另一种则是偶然附随地存在。实质性的位置亦有某种差异,因为事物要么作为诸全体自身拥有其固有部分相互之间以及相对于全体的固有位置,要么作为诸部分拥有相对于全体以及其余部分的位置。在此方面处所亦成为双重的:一种本己地属于各个事物,另一种则是依在全体中的位置而被限定。因为正如全体是双重的,一种依其自身被限定且被分别开来的自立性而属于诸部分的每一个(依此我们亦说大地是一个全体,且不仅大地,动物、植物以及处于其中的每一个部分亦然),另一种则是更为包容的全体,正如我们说整个宇宙、整个大地与全部空气,并且每一全体性皆有其固有的诸部分;因此同样,对于处所,我们一方面说是每一事物固有诸部分的得当布局,例如我自己的诸部分在我自己的整个身体中的布局,另一方面亦说是这整个自身作为一个部分在更为包容的全体性的处所中的布局,依此陆生生物的处所即是大地的处所,且大地占据着万物的中央。因为即使有人使大地偏离其围绕万物中央的位置,它在其本己的全体中仍将保持其固有部分的得当布局,但那时它就不再拥有作为万物之一部分的位置了。因此,它作为一个全体若被释放,亦会被带向中央,尽管其内部的诸部分保持着彼此之间的构形,即使当它碰巧处于中央之外时亦然。同样,在空气中悬空的人亦将拥有其固有部分的良好秩序,但不再拥有作为相对于全体之部分的良好秩序。并且,由于各个事物与其说是全体自身,不如说是更为全体性的事物的部分(因为被较优者统辖多于统辖较劣者,而这是由于第一位之物相对于第二位之物的比例,永远大于第二位之物相对于第三位之物的比例),因而即使悬于空气中的土块拥有其固有的得当布局,它亦因渴求那更为全体性者而顺理成章地运动。因为当个别之物脱离共同之物、并被剥夺了由后者延伸至它们之中的贯通连结时,在任何地方都是死寂且冰冷的;正如植物一样,哪怕有人将它们连根拔起且依然带有全部完备的诸部分,但一旦脱离了共同的全体性,便立刻枯萎。因为万物皆由于这一个宇宙性的生命体而活着。因此,只要每一事物通过切近的诸全体性扎根于宇宙,它在此期间就既活着又得以持存;但若脱离了切近的全体性,它亦就脱离了共同的全体性。因此,对于将处所设定为如此这般的人而言,物体的自然运动以及在固有处所中的静止停留皆得以成立。而运动之物的空间运动无非是时而采取此一位置、时而采取彼一位置,直至运动之物重新获得合宜的位置,而在其间的空气或水被分开、并重新获得它彼时所拥有的位置,直至更强有力者穿行过去。且存在着空气诸部分的位置,土块或我在运动时便采取此一位置。这便是我所穿过的宽泛维度的处所,它不是我本己的限定,而是包容着我的空气的限定,而在本性上我亦注定在不同时刻处于这空气的不同部分之中。因此,既然关于运动之物如何在处所中运动存在着困难——如果说在处所中的事物更应当被说是静止而非运动的话——那就让我们来看看哲学家叙利亚努斯是如何提出这一疑难并引入解决方案的,他这样写道:“有人或许会说,运动之物究竟是如何在处所中运动的呢?……”

语法注3 条
  1. 4.53κἂν γὰρ ἄυλόν τις αὐτὸν λέγῃ σῶμα καὶ τοῦτο πάντως διαστατὰ μέρη ἔχον

    让步连词 κἄν(καὶ ἐάν)引导虚拟式 λέγῃ,分词短语 καὶ τοῦτο ... ἔχον 作为宾语 σῶμα 的同位附加成分。短语 καὶ τοῦτο 用于强调伴随情况或理由(“且这……亦具有”),分词 ἔχον 为中性单数宾格,与 τοῦτο / σῶμα 一致。

  2. 4.53τοῦ μεταξὺ ἀέρος ἢ τοῦ ὕδατος διαιρουμένου, καὶ ἣν ἔχει τότε θέσιν ἀπολαβόντος

    属格独立结构,名词短语 τοῦ μεταξὺ ἀέρος ἢ τοῦ ὕδατος 由 καί 连接两个分词:διαιρουμένου(现在中被动态)与 ἀπολαβόντος(不定过去能动态)。关系从句 ἣν ἔχει τότε θέσιν 吸收了先行词 θέσιν,充当分词 ἀπολαβόντος 的直接宾语。

  3. 4.53ὁ ἐν πλάτει τόπος

    介词短语 ἐν πλάτει 置于定冠词 ὁ 与名词 τόπος 之间作定语修饰。此乃专门术语表达,指“广度(纬度)上的处所”或“广义上的处所”,与严格归属于个别部分的“本己处所”相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:627.9-628.27