- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:618.25-620.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述叙利亚努斯关于《法律篇》的注释,将其作为主张处所具有形式与潜能的代表。随后,他批驳了将处所视为空虚的学说,指出纯粹的空虚缺乏内在潜能与方向分化,并会导致无限后退,进而展示了将处所论证为非物体性间隔或介于形式与质料之间的数学性实体的推导及其辩护。
τῶν μέντοι καὶ εἶδος ἔχειν αὐτὸ τιθεμένων καὶ δύναμιν τῶν σωμάτων ὑπερτέραν ἔχειν λεγόντων1 Συριανὸν ἔγωγε θείην ἂν τὸν μέγαν, τὸν τοῦ Λυκίου Πρόκλου καθηγεμόνα· ὃς ἐν τοῖς εἰς τὸ δέκατον τῶν Πλάτωνος Νόμων ὑπομνήμασι τοιαῦτα περὶ τοῦ τόπου γέγραφε· διάστημα γὰρ εἰπών, “αὐτὸ γάρ, φησίν, ἔστι τὸ ταῖς οἰκείαις τομαῖς καὶ διαιρέσεσιν, ἃς ἔσχεν ἐκ τῶν διαφόρων τῆς ψυχῆς λόγων καὶ τῆς τῶν δημιουργικῶν εἰδῶν ἐλλάμψεως, οἰκειούμενον τὰ τοῖα ἢ τὰ τοῖα τῶν σωμάτων καὶ ποιοῦν ἑαυτὸ κατὰ τάδε μὲν τὰ μέρη χώραν οἰκείαν πυρός, ἐφ’ ἣν κατὰ φύσιν τὸ πῦρ ἐν Τιμαίῳ λέγει φέρεσθαι, κατὰ τάδε δὲ χώραν οἰκείαν γῆς, ἐφ’ ἣν κατὰ φύσιν ἡ γῆ φέρεται καὶ μένει ἐν αὐτῇ οὖσα. διὸ καὶ νῦν πάντα τὰ κινούμενα καὶ τὰ ἑστῶτα κατὰ φύσιν ἐν τόπῳ φησὶν ἑκάτερον ὑπομένειν. οὔτε δὲ ἡ κίνησις οὔτε ἡ στάσις τοῦ διαστήματος δουλεύει τῇ φύσει τῶν σωμάτων οὐδὲ παρ’ αὐτῆς ἐνδίδοται”. Πρὸς μὲν οὖν τοὺς τὸ κενὸν διάστημα τὸν τόπον εἶναι τιθεμένους εἴτε ἄπειρον εἴτε πεπερασμένον ἀρκέσει τὸ ἀδύνατον αἰτιᾶσθαι τοῦ κενοῦ τὴν τοῦ τόπου δύναμιν, ὡς καὶ Ἀριστοτέλης φησίν, ἐκ τῆς κατὰ φύσιν τῶν σωμάτων φορᾶς ἐπὶ τοὺς οἰκείους τόπους ἐπιδεικνύντι.2 τί δὲ ἂν εἴη δύναμις ἢ τίς διαφορὰ τοῦ κενοῦ ὡς κενοῦ θεωρουμένου, ὥστε τὸ μὲν αὐτοῦ πρὸς τάδε τῶν σωμάτων οἰκείως ἔχειν, τὸ δὲ πρὸς τάδε, ἢ τὸ μὲν ἐν τῷ μέσῳ, τὸ δὲ ἐν τῷ πέριξ ἱδρῦσθαι; εἴτε γὰρ ἄπειρον εἴη, πῶς ἂν ἔχοι τὸ μέσον ἢ τὸ πέριξ πέρατα ὄντα ταῦτα; εἴτε πεπερασμένον, καὶ τὸ πέρας ἂν κατὰ συμβεβηκὸς ἂν ἔχοι διὰ τὸ σῶμα, καὶ τὸ μέσον δὲ καὶ τὸ πέριξ ὡσαύτως· οὔτε γὰρ πέρας ἔχοι ἂν τὸ οὕτως κενὸν οὔτε διαφορὰν τοῦ μέσου καὶ πέριξ σχεδόν τι ἀπόφασις ὂν σώματος καὶ οὐδὲν ἄλλο ἢ τὸ μὴ ὄν. ὅτι γὰρ οὐδέν ἐστι τὸ τοιοῦτον, δῆλον ἐκ τοῦ, κἂν ἀφέλῃ τις αὐτὸ τῇ ἐπινοίᾳ, πάλιν διάστημα κενὸν καταλιμπάνειν ἐν ᾧ τοῦτο ἦν, ὥσπερ καὶ τὸ σῶμα ἀφελόντες ἐκεῖνο καταλελοίπαμεν. καὶ τοῦτο ἐπ’ ἄπειρον ποιοῦντες οὐ παυσόμεθα κενὸν πρὸ κενοῦ τιθέντες ἀεί, διότι μάταιος ἦν ἡ φαντασία καὶ ὄντως κενή. καὶ πρός γε τοὺς οὕτως αὐτὸ τιθεμένους καλῶς ὁ Ἀριστοτέλης ἐναντιώσεται. 〈ὅτι δὲ〉 τὸ κενὸν διάστημα καὶ ὁ τόπος ἐστί, τάχα ἄν τις ὧδέ πως ἐπιχειροίη δεικνύναι τοῖς αὐτοῖς ἀξιώμασι περὶ τοῦ τόπου προσχρώμενος· ὁ τόπος, 〈ὃς〉 χωρητικὸς ὅλου βούλεται εἶναι τοῦ ἐν τόπῳ σώματος, συνδιεστάναι δεῖ3 τῷ σώματι καὶ ἴσος αὐτῷ κατὰ τὰς τρεῖς ὑπάρχειν διαστάσεις· τὸ συνδιεστὼς τῷ σώματι τριχῇ διέστηκε· τὸ τριχῇ διεστὼς ἢ σῶμά ἐστιν ἢ ἀσώματον διάστημα· ἀλλ’ εἰ σῶμα, πάντως καὶ αὐτὸ ἐν τόπῳ καθὸ σῶμα (τί γὰρ τοῦ ἐν τόπῳ σώματος καθὸ σῶμα διενήνοχεν;), εἰ δὲ ὁ τόπος μὴ δεῖται τόπου, οὐκ ἂν εἴη σῶμα· ἀσώματον ἄρα διάστημά ἐστιν ὁ τόπος χωρητικὴν ἔχον τῶν σωμάτων δύναμιν (καὶ διὰ τοῦτο καὶ Ἀριστοτέλης τὰ ἀπὸ τῆς κοινῆς φθεγγόμενος ἐννοίας ἔλεγε· “διαστήματα μὲν οὖν ἔχει τρία μήκους καὶ βάθους καὶ πλάτους”), ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον. ἀλλὰ πῶς φασιν οὐ; πᾶν τὸ τριχῇ διαστατὸν σῶμα λέγομεν, ἀλλ’ οὐ πᾶν σῶμα φυσικόν ἐστι. καὶ γὰρ καὶ μαθηματικόν τι σῶμα εἶναι λέγομεν, ὃ καὶ στερεὸν καλοῦμεν, τὸ ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον· καὶ ὅμως οὐ βουλόμεθα ἐν τόπῳ εἶναι τὰ μαθηματικὰ σώματα. ὥστε καὶ εἰ σῶμά τις φιλονεικοίη δεικνύναι τὸ τριχῇ διαστατόν, ἀλλ’ οὐ τοιοῦτον ἔσται ὡς τόπου καὶ αὐτὸ δεῖσθαι, ἀλλ’ ἔστιν ἐν μέσῳ τοῦ τε ἐν λόγῳ καὶ εἰδητικοῦ σώματος, ἐν ᾧ καὶ ψυχή, τὴν ὑπόστασιν ἀσώματον ἔχοντος, καὶ τοῦ ἐνύλου καὶ φυσικοῦ, ὃ καὶ σῶμα κυρίως καλοῦμεν· ὅλως γὰρ τὸ κυρίως καλούμενον σῶμα οὐ κατὰ τὰς διαστάσεις ὁρίζεται (οὐ γὰρ ἂν ἀσώματα ἐλέγετο τὰ μαθηματικά), ἀλλὰ μετὰ τῶν διαστάσεων ἔχει τι μέστωμα τὸ κυρίως σῶμα τὸ φυσικόν, καθ’ ὃ τῶν μαθηματικῶν διενήνοχε.
然而,在那些主张处所亦具有形式并声称其具有优于诸物体的潜能的人当中,我本人愿列入伟大的叙利亚努斯,即吕基亚人普罗克洛斯的老师。他在关于柏拉图《法律篇》第十卷的注释中写下了关于处所的如下论述。因为他在称处所为间隔之后,说道:“因为它本身正是那个通过其固有的区划与分割——这些是它从灵魂的多种逻各斯和造物主形式的光照中所获得的——而把这些或那些物体据为己有者,并使自身在这一部分成为火固有的处境(在《蒂迈欧篇》中他谈到火依自然本性运移于此),而在另一部分成为土固有的处境(土依自然本性运移于此,并持留存在于其中)。因此他也说,当下一切运动之物与静止之物,均依自然本性在处所中承受着这各自的状态。而且间隔的运动或静止既不服从于诸物体的自然本性,亦非由此自然本性所赋予。” 那么,对于那些将处所设定为空虚间隔的人(无论无限还是有限),对从诸物体朝向固有处所的自然运移出发来作论证的人而言,正如亚里士多德亦指出的那样,指责空虚不可能拥有处所的潜能便足够了。因为对被视为空虚本身的空虚而言,能有什么潜能或何种差别,以至于它的这一部分适合于这些物体,另一部分适合于那些物体,或者这一部分坐落于中心,另一部分坐落于周缘呢?因为若它是无限的,既然中心或周缘乃是极限,它又怎能拥有中心或周缘呢?若它是有限的,它拥有极限也是因物体而偶然拥有的,中心与周缘亦同样如此。因为依此设定的空虚既不可能有极限,亦不可能有中心与周缘的差异,它几乎纯粹是对物体的否定,除却非存在外别无他物。因为此类事物乃是虚无,这从以下事实是显然的:即使有人在概念中将它去除,又会重新留下此物原先所在的一片空虚间隔,正如我们去除物体后留下了那个间隔一样。如果我们无限地这样做,我们将不会停止在空虚之前不断设定空虚,因为这种表象是徒劳的,且确实是空虚的。对于如此设定处所的人,亚里士多德将恰当地予以反对。 〈另一方面〉,至于空虚的间隔也就是处所,或许有人会援用关于处所的相同公理,尝试作如下论证:处所既然要求容纳身处处所之中的物体的整体,就必须与该物体协同延展,且在三个维度上与它相等;与物体协同延展者是在三方延展的;三方延展者要么是物体,要么是非物体的间隔;但如果是物体,依其作为物体而言,它自身也完全在处所之中(因为依其作为物体而言,它与身处处所之中的物体又有何区别?);但如果处所不需要处所,它便不可能是一个物体;因此,处所乃是具有容纳诸物体之潜能的非物体的间隔(正因此,亚里士多德亦基于共同观念说道:“因此它拥有长度、深度和宽度的三个间隔”),而处所是物体则是不可能的。然而他们如何声称不是如此呢?我们称凡三方延展者为物体,但并非每一个物体都是自然物体。因为我们亦声称存在着某种数学物体(我们亦称之为立体),即由三个维度所限定者;然而我们并不认为数学物体处于处所之中。因此,即使有人好争地论证三方延展者乃是物体,它也不会是自身亦需要处所的那种物体,而是介于具有非物体性实立的理则及形式物体(灵魂亦处于其中)与具质料的自然物体(即我们严格称之为物体者)之间。因为总括而言,被严格称为物体者并非仅依诸维度来界定(否则数学物体就不会被称为非物体的了),而是在诸维度之外,严格意义上的自然物体还拥有某种充实,正是依凭这一点它才区别于数学物体。
- 4.53τῶν μέντοι καὶ εἶδος ἔχειν αὐτὸ τιθεμένων καὶ δύναμιν τῶν σωμάτων ὑπερτέραν ἔχειν λεγόντων
承接上文的属格,作为主句动词 θείην ἄν(“愿列入/算作”)所支配的部分属格。句式骨架为倒置结构(hyperbaton):τῶν τιθεμένων ... Συριανὸν ἔγωγε θείην ἄν(“在那些主张……的人当中,我愿列入叙利亚努斯”)。
- 4.53ἐπιδεικνύντι
与格分词,依附于非人称动词 ἀρκέσει(“对……而言足够”),充当基准或判断主体的与格:“对于(从物体自然运移出发来作)论证的人而言(……便足够了)”。
- 4.53ὁ τόπος, 〈ὃς〉 χωρητικὸς ὅλου βούλεται εἶναι τοῦ ἐν τόπῳ σώματος, συνδιεστάναι δεῖ
句首的主格 ὁ τόπος 属于先取构词法(prolepsis)或悬空主格(nominativus pendens),与后文带不定式 συνδιεστάναι 的非人称动词 δεῖ 构成破格搭配。逻辑上它充当不定式的主语(即 τὸν τόπον συνδιεστάναι δεῖ,“处所……必须协同延展”)。
