- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:620.7-621.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了处所与物体这两个量度的对应关系以及作为运动介质的独立空间间隔的存在,并依据部分的连续性与潜能性对亚里士多德否定间隔说的论证(Phys. IV 4, 211b19–29)作出回应。
δύο τοίνυν εἶναι δοκεῖ μεγέθη παρισωμένα ἀλλήλοις τό τε τοῦ τόπου καὶ τὸ τοῦ σώματος, τὸ μὲν πρὸς τῇ διαστάσει χωρητικὴν ἔχον δύναμιν, τὸ δὲ πρὸς τῇ διαστάσει πληρωτικὴν ἐκείνου τοῦ χωρήματος, ἵνα καθόσον μὲν διέστηκεν ἡ χώρα, κατὰ τοσοῦτον δύνηται παρισοῦσθαι τῷ ἐν τόπῳ σώματι, καθόσον δὲ οὐδὲν ἔχει σῶμα, κατὰ τοσοῦτον δύνηται δέχεσθαι τὸ σῶμα ὑπὸ μηδενὸς παρεμποδιζόμενον. καὶ τοῦτό ἐστιν, ὡς ἔοικεν, ἡ ἐν τῷ κόσμῳ τοῦ νοητοῦ χάους εἰκὼν ἡ χώρα τῶν σωμάτων παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ χωρῶ, χάος καλούμενον.1 καὶ ὅτι οὐ κατ’ ἐπίνοιαν μόνην κενὴν ἐνομίσθη τὸ τοπικὸν τοῦτο διάστημα, καὶ ἐντεῦθεν ἔστι συνιδεῖν· τὰ κατὰ τόπον κινούμενα πόθεν ποι λέγομεν κινεῖσθαι, τὸ δὲ πόθεν ποι διάστημά τι πάντως ἔχει μεταξύ· τοῦτο οὖν τὸ μεταξὺ διάστημα ἢ αὐτοῦ τοῦ κινουμένου σώματός ἐστιν ἢ ἄλλου σώματος, δι’ οὗ κινεῖται τὸ κινούμενον, ἢ τοῦ ἀέρος ἢ αὐτό τι καθ’ αὑτὸ ἀσώματον· οὐ γὰρ ἔστιν ἄλλο σῶμα πλὴν τοῦ κινουμένου καὶ ἐκείνου τοῦ δι’ οὗ ἡ κίνησις. ἀλλ’ οὔτε αὐτοῦ τοῦ κινουμένου καὶ τὸ διάστημά ἐστιν (εἰ γὰρ ἐν τῷ οἰκείῳ διαστήματι ἐκινεῖτο, οὐδ’ ἂν μεταβαῖνον ἐλέγετο τόπον ἐκ τόπου), οὐ μέντοι οὐδὲ ἄλλου τινὸς ἐνύλου σώματος, δι’ οὗ κινεῖται· οὐ γὰρ μένοντος τοῦ ἀέρος ἢ τοῦ ὕδατος κινεῖται τὸ δι’ αὐτῶν κινεῖσθαι λεγόμενον, ἀλλὰ σχιζομένου καὶ μεθισταμένου. ἐκεῖνο οὖν ἐστι τὸ διάστημα, ὃ δίεισι τὰ κινούμενα, τὸ μετὰ τὴν σχέσιν ὑπολειπόμενον καὶ δεχόμενον τὰ δι’ αὐτοῦ προποδίζοντα. καὶ κατ’ ἐκεῖνον2 μετρεῖται τὸ διάστημα τῆς κινήσεως ἀπὸ τοῦ κινουμένου καταμετρούμενον τοσαυτάκις, ὁσαπλάσιόν ἐστιν αὐτὸ τοῦ κινουμένου σώματος. οὐκ ἄρα τὸ οἰκεῖον μόνον ἐστὶ τῶν σωμάτων διάστημα, ἀλλά τι καὶ ἄλλο παρὰ ταῦτα. Ὁ δέ γε τοῦ Ἀριστοτέλους λόγος ὁ μηδὲν ἄλλο διάστημα παρ’ αὐτὸ τὸ τοῦ σώματος ἀπολείπεσθαι διατεινόμενός ἐστι μὲν ἀσαφὴς ἱκανῶς ἀρχόμενος ἀπὸ τοῦ “εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ” καὶ τελευτῶν εἰς τὸ “ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ”. καὶ εἴρηται πρότερον, ὅτι συνημμένον τι περαίνεται δι’ αὑτοῦ τὸ λέγον, ὡς εἰ ἔστι διάστημα τὸ πεφυκὸς μένειν ἐν τῷ αὐτῷ, ἄπειροι ἔσονται τόποι, καὶ ὁ τόπος κατὰ τόπον κινήσεται καὶ ἔσται τοῦ τόπου τόπος καὶ πολλοὶ τόποι ἅμα ἔσονται· ἀλλὰ μὴν ταῦτα ἀδύνατα· ἀδύνατον ἄρα καὶ τὸ εἶναι τοιοῦτον διάστημα. καὶ εἴρηται πᾶς ὁ λόγος ἐκ τοῦ καὶ τὰ μόρια τοῦ ἐν τόπῳ καθ’ αὑτὰ εἶναι ἐν τόπῳ, εἴπερ δι’ ἑκάστου τῶν μορίων χωρεῖ τὸ διάστημα. εἰ δὲ τοῦτο, ἐπ’ ἄπειρον διαιρουμένου τοῦ ἐν τόπῳ ἀπείρους εἶναι συμβαίνει τοὺς τόπους, καὶ μεθισταμένου τοῦ ὑποτεθέντος ἀγγείου συμμεθίστανται οἱ τόποι εἰς ἄλλα διαστήματα, καὶ οὕτως ὁ τόπος κατὰ τόπον κινήσεται καὶ ἔσται ὁ τόπος ἐν τόπῳ. ταῦτα δὲ τοῖς τὸ πέρας τοῦ περιέχοντος λέγουσι τὸν τόπον οὐκ ἀκολουθεῖ, διότι τὰ μόρια τοῦ ἐν τόπῳ οὐκ ἔστι καθ’ αὑτὰ ἐν τόπῳ. ὅτι δὲ οὐχ ἕπεται τὰ ἄτοπα ταῦτα τῷ λόγῳ, δέδεικται κατὰ τὴν τῆς λέξεως ἐκείνης ἐξήγησιν. ὡς γὰρ τὸ σῶμα συνεχές, οὕτω καὶ τὸ διάστημα συνεχὲς οἱ λέγοντες ὑποτίθενται καὶ ἀκίνητον. ὡς οὖν τὰ τοῦ σώματος μόρια οὐκ ἔστιν οὔπω διακεκριμένα (οὐ γὰρ ἂν ἔτι μόρια εἴη, ἀλλὰ κέρματα καὶ μονάδες μᾶλλον) οὔτε μέντοι συγκεκριμένα τελέως (στοιχείων γὰρ αὕτη φύσις ἐστίν), ἀλλ’ ἐν τῷ διακρίνεσθαι τὴν πᾶσαν ἑαυτῶν ὑπόστασιν ἔλαχεν, οὕτω δὲ καὶ τὰ τοῦ τόπου· καὶ ὡς αὐτὸς εἴωθε λέγειν, δυνάμει ἐστὶν ἀλλ’ οὐκ ἐνεργείᾳ τὰ μέρη τοῦ τε σώματος καὶ τοῦ τόπου. τοιαῦτα δὲ ὄντα τὰ μόρια τοῦ σώματος, καθὸ τοιαῦτα, ἔστιν ἐν τῷ τοιούτῳ τόπῳ, καὶ οὐ κατὰ συμβεβηκός. εἰ δὲ τοῦτο ἀληθές, οὐ πᾶν τὸ καθ’ αὑτὸ ὂν ἐν τόπῳ, ὡς αὐτός φησι, διωρισμένον ὤφελεν εἶναι. εἰ δὲ τούτῳ ἠκολούθησε τὸ πρός τι περαίνειν,3 οὐδὲ τοῦτο πάντως ἀναγκαῖόν ἐστιν. ἀλλ’ οὐδὲ μεταβήσεται ὁ τόπος· ἀκίνητον γὰρ ἅπαν ἐστὶ τὸ διάστημα καθ’ ἕκαστον ἑαυτοῦ μέρος τὸ ἀεὶ γινόμενον ἐν αὐτῷ τῶν σωμάτων ὑποδεχόμενον, ὡς διὰ τῶν ὁλκῶν τὸ ὕδωρ χωροῦν ἀκινήτων ὄντων ἄλλοτε κατ’ ἄλλο μέρος περιέχεται οὐ συνεφελκόμενον ἑαυτῷ τοῦ ὁλκοῦ τὸ πρότερον μέρος.
因此,看来存在着两个彼此相等的量度:处所的量度与物体的量度;前者在维度之外具有容纳的潜能,而后者在维度之外则具有充实该容器的潜能,以便空间在何等程度上延展,便能在何等程度上与处所之中的物体均等;而空间在何等程度上不具有任何物体,便能在何等程度上接收物体而不受任何事物的阻碍。而且看来,这正是宇宙中可知混沌的意象,即诸物体的空间,它源于意指“我容纳”的动词 χῶ,而被称作混沌(chaos)。并且,这一处所性间隔并非仅依凭虚空的思维而被构想,从以下情况亦可省察:我们说依处所而运动之物是从某处向某处运动,而“从某处向某处”在中间无论如何都具有某种间隔。那么,这一中间间隔要么属于运动物体自身,要么属于那个运动之物穿行于其中的另一物体(即空气),要么是某种其自身独立的非物体;因为除运动之物以及运动穿行于其中的那个物体之外,不存在别的物体。但它亦不属于运动物体自身(因为如果它在其固有的间隔中运动,它就不会被说成是从一处所过渡到另一处所),当然亦不属于它穿行于其中的任何其他具质料的物体;因为当空气或水留存不动时,被说成穿行于它们之中的物体并未运动,而是在它们被剖开和移开时才运动。因此,运动之物所穿过的那个间隔,正是撇开关系后遗留下来并接收穿行于其间的前进之物的间隔。而运动的间隔是依照那个[处所的]间隔来测量的,它被运动之物测量的次数,恰与那个[间隔]是运动物体的若干倍相等。因此,不仅存在诸物体固有的间隔,而且除这些之外还存在某种其他间隔。 至于亚里士多德断言除物体自身的间隔外不遗留任何其他间隔的论证,则是相当晦涩的,它始于“但若存在某种本性上存在并持留于同一处的间隔”,终于“这便是整个诸天的处所”。并且此前已经说过,通过该论证自身推导出了一个条件假言命题,声称:如果存在某种本性上持留在同一处的间隔,处所就将是无限的,且处所将依处所而运动,处所将有处所,许多处所亦将同时并存;然而这些是不可能的;因此存在此种间隔亦是不可能的。这整个论证乃是基于“既然间隔贯穿处所中之物的各个部分,则该物的部分亦自本地处于处所之中”而提出的。但如果这样,随着处所中之物被无限分割,处所便碰巧成为无限的,且随着所设想的容器移位,诸处所亦协同移入其他间隔中,这样处所便将依处所而运动,且处所将处于处所之中。然而对于那些主张处所是包围者的界限的人而言,这些后果并不伴随而生,因为处所中之物的部分并非自本地处于处所之中。但是,这些荒谬并不会从该学说中产生,这在对那段文字的解释中已被证明。因为正如物体是连续的一样,主张者亦假定间隔是连续且不动的。因此,正如物体的诸部分既尚未被分割开(因为若非如此它们将不再是部分,而宁可说是碎片与单元),亦未完全混同(因为这是元素的本性),而是在被区分的过程中获得了自身的全部实立,处所的诸部分亦是如此;且正如他自己常说的那样,物体与处所的部分均是在潜能中而非在现实中存在。物体的诸部分既然是这种性质的,只要它们是这种性质的,它们便处于如此的处所之中,而非偶然地处于其中。如果这是真实的,那么并非所有自本地处于处所之中的事物,如他自己所说的那样,都必须是被限定的。即使由此伴随着把处所规定为相对之物,这亦绝非必然的。再者,处所亦不会移位;因为整个间隔是不动的,在其自身的每一部分中相继接纳总是在其中生成的诸物体,正如水穿过不动的导管时,在不同时刻被不同的部分所包围,而不会将导管的原先部分与自身一同拖走。
- 4.53παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ χωρῶ, χάος καλούμενον
中性主格分词 καλούμενον 在语法上受中性名词 χάος 吸引而一致(而非修饰阴性名词 ἡ χώρα),或作为述语性用法。动词 χῶ 与 χωρῶ 系直接提及语词本身,故保留原文。
- 4.53καὶ κατ’ ἐκεῖνον
阳性单数宾格代词 ἐκεῖνον 指示上下文中的“处所”(ὁ τόπος),而非紧邻的中性名词 τὸ διάστημα。亦可视为对中性间隔名词的语法破格指示,但无论如何均指作为运动测量基准的空间间隔或处所。
- 4.53εἰ δὲ τούτῳ ἠκολούθησε τὸ πρός τι περαίνειν
非人称动词 ἠκολούθησε 的真正主语是带有定冠词的不定词短语 τὸ πρός τι περαίνειν(“界定/推导其为相对之物”),与格代词 τούτῳ(“此事”)则指示其推论的前提(即自本地处于处所之物须被限定)。
