← 辛普里丘

亚里士多德《物理学》注释

§617.14-618.25

非质料物体说的困境与间隔即处所说

辛普里丘总结了对普罗克洛关于光即处所学说的驳斥,指出了将处所假定为非质料物体所蕴含的困境,并梳理了将处所界定为非物体性间隔或空虚的古代诸学派(德谟克利特派、柏拉图主义者及斯特拉托)之间的相通点与分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#12

εἰ δὲ καὶ τὰ κέντρα τοῦ ἐμπυρίου στερεώματος ἐν τῷ φωτὶ πεπηγέναι φησίν (οὐ γὰρ δὴ πάντων τῶν κόσμων, ὡς ἡ ὑπ’ αὐτοῦ * ἀναλογία δηλοῖ), τί ἄλλο ἢ τὸν αὐτὸν ἕξει λόγον1 τὸ φῶς πρὸς τὸ ἐμπύριον, ὃν τοῦτο πρὸς τὸ αἰθέριον καὶ ἐκεῖνο πρὸς τὸ ὑλαῖον. εἰ οὖν ταῦτα καίτοι πεπηγότων ἐν αὐτοῖς τῶν καταδεεστέρων κέντρων οὐκ εἰσὶν αὐτῶν τόποι, οὐδ’ ἂν τὸ φῶς τόπος εἴη διὰ τοῦτο. πόθεν δέ, ὅτι τοῦ πατρικοῦ βυθοῦ παντὸς εἰκών ἐστι τὸ φῶς, ἀλλ’ οὐχὶ τῆς βάσεως τοῦ νοητοῦ, ὅπερ καὶ αὐτὸς βούλεται μᾶλλον; ἐκεῖνος γὰρ τῆς τριαδικῆς τῶν κόσμων τομῆς ἐξῃρημένος εἰς τρία λέγεται τέμνειν τὰ πάντα. τούτου γὰρ καὶ ἡ μονὰς τῆς τριάδος τῶν κόσμων ἐξάπτοιτο ὡς κόσμος εἷς, ἀλλ’ οὐχ ὡς τόπος τῶν κόσμων. εἰ γὰρ μὴ εἷς ὁ κόσμος πρὸ τριῶν, πῶς ἂν ὁ τόπος εἴη τῶν τριῶν προσεχὴς καὶ πρῶτος; ταῦτα μὲν ἄν τις εἴποι καὶ πρὸς τὰς τοιαύτας ἀναλογίας. τὰ δὲ ὅσα φησὶ τὴν πρὸς τὰ ἀξιώματα τὰ περὶ τοῦ τόπου συμφωνίαν ἐπιδεικνὺς τῆς τοιαύτης ὑποθέσεως, οὐδὲν μᾶλλον τοῖς σῶμα τιθεμένοις τὸν τόπον ἁρμόσει ἢ τοῖς ἀσώματον αὐτὸν διάστημα λέγουσιν, ὡς καὶ αὐτὸς μαρτυρεῖ τὸν λόγον ὡς ἐπὶ διαστήματος ποιούμενος. ὁμοίως δὲ καὶ ὅσα προβαλλόμενος ὡς οἰκεῖα περὶ τόπου ζητήματα διαλύει, κοινὰ πρὸς πάσας σχεδόν ἐστι τὰς ὑποθέσεις. διόπερ ἐπὶ τέλει τῶν περὶ τόπου λόγων πειράσομαι τὰ τοιαῦτα συναγαγεῖν. Νῦν δὲ ἐρωτᾶν ἔπεισί μοι τοὺς σῶμα τὸν τόπον ἄυλον ὑποθεμένους, πότερον διὰ τὸ σῶμα εἶναι τόπος ἐστὶ σωμάτων ἢ διὰ τὸ ἄυλον. ἀλλ’ οὐκ ἂν εἴποιεν διότι σῶμα, ἀλλ’ ὅτι ἄυλον σῶμα. καίτοι καὶ τὰ ὑπὲρ τὸν ὑλαῖον κόσμον στερεώματα ἄυλα λέγοντες ὅμως οὐ τόπον, ἀλλὰ δεῖσθαι τόπου φασίν. εἰ οὖν μήτε ὡς σῶμα μήτε ὡς ἄυλον σῶμα ἀνενδεής ἐστιν αὐτὸς τόπου τοῖς ἄλλοις τόπος γινόμενος, διὰ τί ἄλλο λεγέτωσαν; δεύτερον εἰ διὰ τὸ ἄυλος εἶναι οὐ δεῖται τόπου, ἔοικεν ἡ ὕλη κυρίως εἶναι ἡ τοῦ τόπου δεομένη. καίτοι τίς ἂν ἐν τόπῳ λέγοι κατὰ τὸν ἑαυτῆς λόγον τὴν ὕλην; εἰ δὲ τὸ ἔνυλόν τις φαίη, πῶς καὶ τὰ ἄυλα ἐν τόπῳ; τρίτον δὲ καὶ κυριώτατον ἄν τις καὶ τούτοις τὰ αὐτὰ ἐγκαλέσοι δικαίως ἅπερ τοῖς προτέροις, ὅτι τὴν ἰδιότητα τοῦ τόπου παρῆκαν ζητεῖν, ἥτις ποτέ ἐστι, καὶ τίνα παρέχεται τοῖς ἐν αὐτῷ ὠφέλειαν, ἧς μὴ εὑρεθείσης οἶμαι οὔτε εἰ σῶμα οὔτε εἰ ἀσώματόν ἐστιν ὁ τόπος μαθεῖν δυνατόν. φέρε γὰρ εἰ καθὸ σῶμα ἕκαστον δέοιτο τόπου, ἆρα δυνατόν ἐστι σῶμα τὸν τόπον εἶναι καὶ οὐχὶ καὶ αὐτὸς δεήσεται τόπου; τῶν δὲ διάστημα τὸν τόπον ἀσώματον λεγόντων καὶ κοινωνία φαίνεται συχνὴ καὶ διαφορά. καθόσον μὲν γὰρ ἀσώματον ἅπαντες λέγουσι τοῦτο χωρητικὸν σωμάτων, κατὰ τοῦτο κοινωνεῖν ἀλλήλοις δοκοῦσι, καθόσον δὲ οἱ μὲν ὄντως αὐτὸ νομίζουσιν οὐδὲν ἄλλο ἢ κατ’ ἀπουσίαν ὁρῶντες αὐτὸ τοῦ σώματος καὶ τὸ χωρητικὸν σωμάτων οὐχ ὡς φύσιν ἔχειν τινά φασιν, ἀλλὰ διὰ τὸ μηδὲν εἶναι μηδὲ ἐμποδίζον τοῖς ἐν αὐτῷ θεωροῦσιν, οἳ δὲ καὶ φύσιν καὶ δύναμιν οἰκείως ἔχειν αὐτό φασι καὶ τὸ χωρητικὸν τοῦτο οὐ κατὰ συμβεβηκὸς αὐτῷ ὑπάρχειν νομίζουσιν ἀλλὰ καθ’ αὑτό, 〈διαφέρουσιν2〉. εἰσὶ δὲ οἳ καὶ κρεῖττον αὐτὸ τῶν σωμάτων λέγουσι. πάλιν δὲ αὖ τῶν τὸ κενὸν αὐτὸ τιθεμένων οἱ μὲν ἄπειρον εἶναί φασι καὶ ὑπερβάλλον ἀπειρίᾳ τὰ σώματα καὶ διὰ τοῦτο ἄλλο ἐν ἄλλοις ἑαυτοῦ μέρεσι καταδεχόμενον, ὡς ἂν ἔτυχεν, εἴπερ μέρη λέγειν ἐπὶ τοῦ ἀπείρου κενοῦ δυνατόν. τοιαύτην δὲ περὶ αὐτοῦ δόξαν ἐσχηκέναι δοκοῦσιν οἱ περὶ Δημόκριτον ἀρχαῖοι φυσιολόγοι. οἱ δὲ ἰσόμετρον αὐτὸ τῷ κοσμικῷ σώματι ποιοῦσι, καὶ διὰ τοῦτο τῇ μὲν ἑαυτοῦ φύσει κενὸν εἶναι λέγουσι, πεπληρῶσθαι δὲ αὐτὸ σωμάτων ἀεί, καὶ μόνῃ γε τῇ ἐπινοίᾳ θεωρεῖσθαι ὡς καθ’ αὑτὸ ὑφεστώς, οἷοί τινες οἱ πολλοὶ τῶν Πλατωνικῶν φιλοσόφων γεγόνασι·3 καὶ Στράτωνα δὲ οἶμαι τὸν Λαμψακηνὸν ταύτης γενέσθαι τῆς δόξης.

而且,即使他声称火性坚实构造的中心群固定于光中(因为绝非一切世界的中心群,正如他所作的[……]类比所表明的那样),这除了意味着光对于火性界具有与火性界对于以太界、以太界对于质料界相同的比率之外,还能是什么呢?因此,如果这些世界尽管较低级的中心群固定于其中,却不是那些中心群的处所,那么光也不会因为这一缘故而成为处所。又凭什么说光是整个父性深渊的肖像,而非知性领域的底座的肖像呢(而这恰恰是他本人更倾向于主张的)?因为那个父性深渊超拔于诸世界的三重划分,据说将万物区分为三。因为诸世界之联体的单子亦作为一统世界附属于它,而非作为诸世界的处所。因为若在三者之先不存在一统世界,处所又怎能成为对于这三者而言直接且居首者呢?人们针对此类比亦可提出这些论点。至于他用以表明此类假说与关于处所的诸公理相一致而说的一切,对那些主张处所为物体的人,并不比对那些声称它是非物体性间隔的人更适合,正如他本人亦作证的那样——他是犹如针对间隔来展开论说的。同样,他作为处所固有的探究课题提出并予以解决的一切,对于几乎所有的假说而言都是相通的。因此,在关于处所的论说之末尾,我将尝试把此类问题汇总起来。 然而现在,我意欲质问那些假设处所为非质料物体的人:它究竟是凭借作为物体而成为诸物体的处所,还是凭借非质料性?但他们不会说因为是物体,而会说因为是非质料物体。然而,他们虽称质料界之上的诸坚实构造为非质料的,却仍声称它们并非处所,而是需要处所。因此,如果它自身既非作为物体、亦非作为非质料物体而无需处所(同时成为其余事物的处所),就让他们说明凭着什么别的理由吧!其次,如果凭借非质料性而不需要处所,那么严格而言需要处所的似乎乃是质料。然而,谁会依凭质料自身的界说而声称质料在处所之中呢?但若有人说是具质料者,那么非质料之物又怎会在处所之中呢?第三,亦是最为根本的,人们亦可公正地以谴责前人相同的罪责来指责这些人:即他们放弃了探求处所的固有特性(无论它究竟为何),以及它为身处其中的事物提供了何种助益;若找不出这一点,我认为便不可能知晓处所究竟是物体还是非物体性的。试问:如果每一事物在其作为物体的范围内需要处所,处所是物体这难道可能吗,而且它自身难道不会也同样需要处所吗? 而在那些声称处所为非物体性间隔的人当中,显现出许多相通与分歧。因为只要所有人都将此称为能够容纳物体的非物体之物,在这一点上他们似乎彼此相通;但只要一部分人将其真正视为别无他物,只是依物体的缺失来观照它,并声称它并非作为某种本性而具有对物体的容纳能力,而是将其观照为由于它是虚无且不妨碍身处其中的事物,而另一部分人则声称它固有地具有某种本性与潜能,并认为这一容纳能力非偶然地、而是依其自身属于它,〈他们就存在分歧〉。甚至还有人声称它优于物体。再者,在那些将处所设定为空虚本身的人当中,一部分人声称它是无限的,并在无限性上超越了诸物体,并因此在自身的各部分中随意接纳不同的物体——如果对无限的空虚言说“部分”是可能的话。德谟克利特一派的古代自然学家们似乎对它持有这样的见解。而另一部分人则使它与宇宙物体等度,并因此声称它依其自身的本性是空虚的,但始终被物体所充满,并且唯有通过概念思辨才能被观照为依其自身实立的存在,大多数柏拉图学派哲学家正是这样的人;而且我认为,拉姆萨库斯的斯特拉托亦赞同这种见解。

语法注3 条
  1. 4.53τί ἄλλο ἢ τὸν αὐτὸν ἕξει λόγον

    带有ἐστίν省略的惯用句式(τί ἄλλο [ἐστὶν] ἤ...),意为“除了……还能是什么”或“无非是……”。限定动词ἕξει作为谓语紧接于该疑问结构之后。

  2. 4.53καθόσον μὲν γὰρ ... καθόσον δὲ ... 〈διαφέρουσιν〉

    该句的骨干结构是καθόσον μὲν ... κατὰ τοῦτο κοινωνεῖν δοκοῦσι(“在……的范围内,在这一点上他们似乎彼此相通”)与καθόσον δὲ ... 〈διαφέρουσιν〉(“但在……的范围内,[他们互有分歧]”)之间的对仗。后一分句的主要动词διαφέρουσιν在手稿中脱落,迪尔斯根据句首的κοινωνία ... καὶ διαφορά予以补正,构词合乎逻辑。

  3. 4.53οἷοί τινες οἱ πολλοὶ τῶν Πλατωνικῶν φιλοσόφων γεγόνασι

    性质关系代词οἷοι后接不定代名词τινες,用以引出对前文叙述(视处所依本性为空虚但恒常被物体填满、仅于思辨中实立者)的具象举例(“正如……这类人”)。该从句的主语为后附带定冠词的名词短语οἱ πολλοὶ τῶν Πλατωνικῶν φιλοσόφων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:617.14-618.25